Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Ἡλίῳ ἱερεύουσιν. ὅτι δὲ καὶ προβάτων χαίρει ποιμνίοις, ἐν τῇ Ὀδυσσείᾳλέγεται. ταῖς γὰρ ἀγέλαις ἐκεῖ τῶν τοῦ Ἡλίου βοῶν καὶ πώεα προβάτωνσυννέμονται. οὐκ ἀποστέργει δὲ οὐδὲ ὄνους. Ὑπερβόρεοι οὖν, ὡς ὁ Πίνδαροςἱστορεῖ, τοιαῦτα ἐκείνῳ κνώδαλα ἔθυον. κατὰ δὲ Ἡρόδοτον καὶ Πέρσαι ἵπποναὐτῷ ἱέρευον ὡς ταχυτάτῳ τὸ ἐν τοῖς πεζοῖς ταχύτατον. καὶ ὅλως εἰπεῖν,νόμιον ἔχοντες οἱ Ἕλληνες τὸν Ἀπόλλωνα καὶ ζῳοτρόφον πάντων ἐκείνῳ τῶν τοιούτων ἀπήρχοντο. Ὅτι τὸ «τόδε μοι κρήηνον ἐέλδωρ» ἱκετεύων ἄν τις εἴπῃκαὶ εἰσακουσθῆναι ζητῶν. δηλοῖ δὲ ὅτι «τόδε μοι τέλεσον τὸ ἐπιθύμημα». (ῃ. 42) Τὸ δέ «τίσειαν ∆αναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσιν» ἱκέτου λόγος δίκαςλαβεῖν αἰτοῦντος ἐκ τῶν πολλὰ λυπησάντων. γίνεται μὲν τὸ μὲν κρήηνον ἀπὸῥήματος τοῦ κραιαίνω, ὥσπερ τὸ κρῆναι, ὅ ἐστι τελειῶσαι, ἀπὸ δισυλλάβου τοῦκραίνω καὶ τὸ μιῆναι ἀπὸ τοῦ μιαίνω. οὕτω δὲ καθ' Ἡρωδιανὸν καὶ τὸ κυδῆναιἐκ τοῦ κυδαίνω, εἰ καὶ κυδᾶναι, φησί, καθ' ἡμᾶς λέγεται ὡς καὶ κερδᾶναι.ἐέλδωρ δὲ τὸ ἐπιθύμημά ἐστιν, ἀπὸ τοῦ ἔλδω γινόμενον ῥήματος πλεονασμῷ καὶ 1.60 ἑτέρου ˉε. φησὶ γοῦν που Ὅμηρος «ἧς ἔλδεαι ἤματα πάντα». εἰ δὲ καὶ τρισυλλάβως ἐέλδω εὕρηται, εἴη ἂν καὶ ἐκεῖθεν τὸ ἐέλδωρ. προϋπάρχει δὲ αὐτῶν τὸἕλω. δῆλον γὰρ ὡς ἕλοιτ' ἄν τις τὸ ἐπιθυμητόν, ὥσπερ καὶ ἀνάπαλιν ἐπιθυμήσοιἂν τοῦ αἱρετοῦ. εἰ δὲ δασύνεται μὲν τὸ ἑλεῖν καὶ ἑλέσθαι, ψιλοῦται δὲ τὸ ἔλδεσθαι,αἴτιον ἡ τοῦ ˉδ ἐπένθεσις. καὶ τοιοῦτον μὲν τοῦτο. Τὸ δὲ τίσειαν εὐκτικὸν μένἐστιν Αἰολικόν· ἔπεσε δὲ καὶ εἰς χρῆσιν κοινήν. κανονίζεται δὲ καὶ αὐτὸ καὶ τὰὅμοια ῥήματα ἐκ πρώτων ἀορίστων ἐνεργητικῶν ληγόντων εἰς ˉα ἐπεντεθείσηςτῆς ˉεˉι διφθόγγου πρὸ τοῦ ˉα καὶ τῆς ἀρχούσης ἀποβληθείσης οἷον ἔλεξα λέξεια,ἔτυψα τύψεια, ἔγραψα γράψεια. οὕτω γοῦν καὶ ἔτισα τίσεια. εὔχεται δὲ τὰτοιαῦτα ῥήματα κατὰ τοὺς παλαιοὺς σύντομον πράγματος ἄνυσιν καὶ τοῦτομόνον διαφέρουσι τῶν κοινῶν εὐκτικῶν. οἷον τὸ μὲν τύψαις ἢ λέξαις ἢ γράψαιςἀόριστον ἔχει τὸν ἐπιθυμητὸν καιρὸν τοῦ εὐκταίου πράγματος, ὁ δὲ εἰπὼν τύψειαςἢ λέξειας ἢ γράψειας εὔχεται τάχιον ἀνυσθῆναι, ὃ εὔχεται· διό, φασίν, οὐ δεῖλέγειν ἡμᾶς πρός τινα τὸ «ζήσειας εὐτυχῶς» ἤ τι τοιοῦτον, ἵνα μὴ δοκῶμεν εὔχεσθαι τάχιον αὐτὸν ἐλθεῖν εἰς τέλος τοῦ καλῶς ζῆν. τὸ δέ «τίσειαν ∆αναοὶἐμὰ δάκρυα σοῖσι βέλεσι» δοκεῖ μὲν ἀλόγως λεχθῆναι. διὰ τί γὰρ οἱ ∆αναοί, οἳἐπευφήμησαν αἰδεῖσθαι αὐτόν, πείσονται κακὰ καὶ μὴ ὁ Ἀγαμέμνων; λύεταιδὲ ὅτι Ἀγαμέμνονος μὲν θανόντος ὁ στρατὸς ἐλύετο καὶ ἡ Χρυσηῒς ἀπήγετο,αὐτῶν δὲ πιπτόντων καὶ τῆς αἰτίας ζητουμένης ἀπελάμβανε τὴν παῖδα. εἰ δὲ καὶτῶν ὁμοεθνῶν Τρώων, ὡς δεδήλωται, οὐκ ἐφείσατο διὰ τὸ οἰκεῖον καλόν, πολλῷπλέον τῶν Ἑλλήνων. ἔχει δὲ τὸ «τίσειαν» τριπλῆν ἔννοιαν ὡς πρὸς τὰ τρία τοῦτίω σημαινόμενα· ἤγουν πρὸς τὸ τίω, τὸ τιμῶ, καὶ πρὸς τὸ τίω, τὸ ἀνταποδίδωμι,καὶ πρὸς τὸ τίω, τὸ τιμωρίαν δίδωμι, ἵνα λέγῃ ὁ γέρων ὅτι «τιμήσειαν οἱ ∆αναοὶτὰ ἐμὰ δάκρυα, κακωθέντες ὑπὸ σοῦ» ἤ «ἀνταποδοῖεν τὰ ἐμὰ δάκρυα καὶἀντικλαύσειαν»· ἢ [κατὰ νοῦν παθητικόν] «τιμωρίαν δοῖεν ἤγουν τιμωρηθεῖεντοῖς σοῖς βέλεσι διὰ τὰ ἐμὰ δάκρυα» [καὶ ἀντιπτωτικῶς δὲ εἰπεῖν ἀντὶ τῶνἐμῶν δακρύων.] καὶ ὅρα ὅτι καὶ ἐδάκρυσεν ἀποπεμφθεὶς ὁ γέρων, εἰ καὶ Ὅμηροςοὐκ ἐπεσημήνατο αὐτὸ ἀνωτέρω. καὶ σημείωσαι ὅτι πολλὰ τοιαῦτα εὑρήσειςπαρὰ τῷ ποιητῇ τὰ λεγόμενα κατὰ τὸ σιωπώμενον, ὅπερ ἐστὶ σχῆμα λόγου καὶαὐτό. ἐπειγόμενος γὰρ εἰς τὰ ἀναγκαῖα σιγᾷ τὰ μὴ πάνυ τοιαῦτα καὶ ἀφίησι τῷἀκροατῇ ἐπινοεῖν αὐτά. Ἰστέον δὲ ὅτι ∆αναοὶ ἀπὸ ∆αναοῦ οἱ Ἕλληνες, ἀδελφοῦ Αἰγύπτου. δίδυμοι δὲ οὗτοι παῖδες Βήλῳ τῷ Λιβύης, πολύπαιδες ἐκδιαφόρων γυναικῶν, Αἴγυπτος μὲν υἱοῖς πεντήκοντα, ∆αναὸς δὲ θυγατράσιτοσαύταις. τούτων ∆αναὸς μὲν θανάτῳ τοῦ πατρὸς ἦρξε Λιβύης, Αἴγυπτος δὲἈραβίας. ἔνθα καὶ καταστρεψάμενος τὴν τῶν Μελαμπόδων, φασί, χώραν ἀφ'ἑαυτοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 38

ὠνόμασεν Αἴγυπτον. ἐπεὶ δὲ χρησμὸς ὑπέπτησσε τὸν ∆αναὸν ἐπὶ τοῖςτοῦ Αἰγύπτου παισί, φεύγει ἐκεῖθεν, πρῶτος ναῦν κατασκευάσας Ἀθηνᾶς 1.61 ὑποθήκῃ κληθεῖσαν πεντηκόντορον κατὰ τὸν ἀριθμὸν τῶν αὐτοῦ θυγατέρων, ἃςκαὶ ἐνθέμενος τῇ νηῒ ἔφυγε καὶ εἰς Ἄργος ἐλθὼν βασιλεύει· καὶ ἀπ' αὐτοῦ οἱἝλληνες ∆αναοί. οἷα δὲ ὕστερον ἔπαθεν ὁ Αἴγυπτος, ἐλθὼν καὶ αὐτὸς εἰς Ἄργος, καὶ ὡς αἱ ∆αναΐδες πᾶσαι πάντας τοὺς ἐκείνου κατέσφαξαν ἀφυλάκτως ὡς ἐνγάμῳ νυμφίους συσχοῦσαι δίχα μιᾶς ἢ δύο τινῶν, αἱ ἱστορίαι δηλοῦσιν.Ἰστέον δὲ ὅτι οὐχ' ἁπλῶς οὕτω ∆αναὸς ἐλθὼν κατέσχε τοῦ Ἄργους ἀπόνως ὑποχωρήσαντος αὐτῷ τοῦ τότε κρατοῦντος Ἑλλάνορος, ἀλλὰ διότι μετῆναὐτῷ τοῦ Ἄργους ἀνέκαθεν διὰ τὴν τοῦ Ἰνάχου θυγατέρα Ἰώ, ἧς «πέμπτηγέννα πεντηκοντόπαις» κατὰ τὸν Αἰσχύλον ἦν ὁ ∆αναός, καθὰ καὶ ὁ Αἴγυπτος.[∆άκρυα δὲ γίνεται παρὰ τὸ δάκνω. δακνομένης γὰρ οἷον ψυχῆς πρόεισιδάκρυον· (ῃ. 43) Ὅτι ὥσπερ χρηστὸν εἰς φράσιν καὶ τὸ ἀπεῖπε καὶ τὸ ἀπείπατο,οὕτω καὶ τὸ ἔφη καὶ τὸ ἔφατο, καθὰ καὶ τὸ φάς καὶ φάμενος. ὅθεν καὶ τοῖς Πυθαγορείοις ἐπεχωρίαζεν ἐπὶ τῶν διδασκαλικῶν ἀποφάσεων τὸ «αὐτὸςἔφατο». Ὅτι Φοῖβος Ἀπόλλων ἢ ὡς οἷον φαόβιος, ἐπεὶ καὶ ἀργυρότοξος, ἢ καὶ παρωνύμως ἀπὸ τῆς μάμμης Φοίβης ἢ καὶ παρὰ τὴν φόβην, τὴν τρίχα, ὡςἀκειρεκόμης. ἐξ αὐτοῦ δὲ ἐρρέθη τραγικῶς κατ' ἀλληγορίαν τὸ «ἡλίου φοίβῃφλογί».] Ὅτι τοὺς ποιητικοὺς δαίμονας καὶ θεοὺς τὰ μὲν ἄλλα σεμνύνει ἡ ποίησις, αἰὲν ἐόντας ἀποκαλοῦσα καὶ αἰειγενέτας καὶ ἀφθίτους καὶ ἀθανάτους καὶπάντα δυναμένους δίχα τοῦ τὴν εἱμαρμένην ἀναλύειν καὶ μηδὲ ὁρωμένους, εἰμὴ ἄρα ἐν μεταμορφώσει διὰ ἐνάργειαν, τὰ δ' ἄλλα σωματώδεις αὐτοὺς πλάττεικαὶ ἀνθρωποπαθεῖς, εἴγε καὶ τιτρώσκονται, ὡς Ἀφροδίτη καὶ Ἄρης καὶ Ἅιδης,καὶ κεραυνῷ βληθέντες οὐδὲ εἰς δεκάτους ἐνιαυτοὺς τὰ ἕλκη θεραπεύονται,βάλλονται δὲ καὶ ὑπὸ ἔρωτος Ἀθηνᾶς δίχα καὶ Ἀρτέμιδος· αὐταὶ γὰρ παρθένοι πλάττονται· καὶ δέος πάσχουσιν, ὡς οἱ δείσαντες ὑπὸ τῷ Βριάρεῳ, καὶτρόμον ἐπὶ τῷ δέει, ὡς ἡ Ἀφροδίτη, καὶ φθονοῦσιν, ὡς ἡ Καλυψὼ αὐτοὺςαἰτιωμένη λέγει, καὶ ἐσθίουσι καὶ πίνουσι καὶ ὑπνοῦσι καὶ ὅλως πάντα πάσχουσινὅσαπερ ἄνθρωποι. οὕτω γοῦν καὶ ἐνταῦθα ὁ Ἀπόλλων ἥλιος ὑπακούει τῷ ἱερεῖ Χρύσῃ προκαλουμένῳ αὐτὸν εἰς ἄμυναν καὶ ἀναλαμβάνει θυμὸν καὶ ποιεῖ κακὰεἰς τοὺς Ἕλληνας. τοῦτο δὲ οὕτω πλάττει ὁ ποιητὴς ἢ διότι ἐμψύχους οἱἀρχαῖοι σοφοὶ τοὺς ἀστέρας ἐνόμιζον καὶ μεγάλα ἐνεργεῖν δυναμένους καὶ 1.62 μάλιστα τὸν ἥλιον, ὡς καὶ ὁ Παραβάτης δηλοῖ ἐν τῷ εἰς αὐτὸν ἐγκωμίῳ, ἢδιότι δαίμονας ἐφίστασθαι τοῖς ἄστροις ἐδόξαζον διατιθεμένους τὰ ἐν κόσμῳοὐ μόνον καθ' ἑαυτοὺς ἀλλὰ καὶ δι' ἐπικλήσεων, ὅθεν καὶ τὰ κατὰ τὸν λοιμὸνἐκ μαγικωτέρας μεθόδου οἴονταί τινες ὑπὸ τοῦ Χρύσου τεχνασθῆναι· ἢ καὶδιότι τὸ κατὰ τύχην φυσικῶς γενόμενον εἰς ἠθικὴν αἰτίαν ἀνάγει παιδευτικῶςὁ ποιητής. συνέβη μὲν γὰρ λοιμὸς κατὰ φύσιν. Ὅμηρος δὲ κατά τι θεῖον αὐτὸνγενέσθαι φησίν, ἵνα ὁ Ἀγαμέμνων δίκας δώσει, ἐφ' οἷς τὸν Ἀπόλλωνα περιφρονήσας τὸν Χρύσην ἠτίμησε. καθόλου γὰρ ὁ ποιητὴς οὐδεμίαν εὔλογονεὐχὴν ἄπρακτον πίπτειν ἱστορεῖ, ἀλλ' ἐάν τις δίκαια εὔξηται παρ' αὐτῷ ἢἐχθροὶ πίπτουσιν ἢ σύμβολα δίδονται ἢ φίλοι ἐπανήκουσιν ἢ ἔργα εὐοδοῦνταιἢ ἁπλῶς ἀγαθὰ ἕτερα γίνονται. οὕτω παιδευτικὸς καὶ βιωφελὴς ὁ ποιητὴς καὶ ἐνμύθοις καὶ πλάσμασιν. ἰστέον δὲ καὶ ὅτι οὐ πάντας οἱ παλαιοὶ τοὺς παρ' αὐτοῖςθεοὺς ἀνθρωποπαθεῖς ἐνόμιζον, ἀλλά φασιν ὡς τοῦ δαιμονίου φύλου τὸ μὲνἐμπαθὲς οἶδεν ἡ ποίησις, ὡς προείρηται, τὸ δὲ οὐ τοιοῦτον, ὡς ὅτε λέγει»θεοὶ ῥεῖα ζώοντες» τουτέστι μετὰ ῥᾳστώνης καὶ ἀπαθείας. (ῃ. 44) Ὅτι τὸεἰπεῖν Ὀλύμπια κάρηνα οἰκειότερον ἐπὶ ὄρους νοεῖν ἤπερ ἐπὶ τοῦ οὐρανοῦ.Ὄλυμπος μὲν γὰρ τὸ ὄρος ἔχει κάρηνα ἤτοι ἐξοχάς. ὁ μέντοι οὐρανὸς σφαῖρα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 39

Ἡλίῳ ἱερεύουσιν. ὅτι δὲ καὶ προβάτων χαίρει ποιμνίοις, ἐν τῇ Ὀδυσσείᾳλέγεται. ταῖς

γὰρ ἀγέλαις ἐκεῖ τῶν τοῦ Ἡλίου βοῶν καὶ πώεα προβάτωνσυννέμονται. οὐκ ἀποστέργει

δὲ οὐδὲ ὄνους. Ὑπερβόρεοι οὖν, ὡς ὁ Πίνδαροςἱστορεῖ, τοιαῦτα ἐκείνῳ κνώδαλα ἔθυον.

κατὰ δὲ Ἡρόδοτον καὶ Πέρσαι ἵπποναὐτῷ ἱέρευον ὡς ταχυτάτῳ τὸ ἐν τοῖς πεζοῖς

ταχύτατον. καὶ ὅλως εἰπεῖν,νόμιον ἔχοντες οἱ Ἕλληνες τὸν Ἀπόλλωνα καὶ ζῳοτρόφον

πάντων ἐκείνῳ τῶν τοιούτων ἀπήρχοντο. Ὅτι τὸ «τόδε μοι κρήηνον ἐέλδωρ» ἱκετεύων

ἄν τις εἴπῃκαὶ εἰσακουσθῆναι ζητῶν. δηλοῖ δὲ ὅτι «τόδε μοι τέλεσον τὸ ἐπιθύμημα».

(ῃ. 42) Τὸ δέ «τίσειαν ∆αναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσιν» ἱκέτου λόγος

δίκαςλαβεῖν αἰτοῦντος ἐκ τῶν πολλὰ λυπησάντων. γίνεται μὲν τὸ μὲν κρήηνον

ἀπὸῥήματος τοῦ κραιαίνω, ὥσπερ τὸ κρῆναι, ὅ ἐστι τελειῶσαι, ἀπὸ δισυλλάβου

τοῦκραίνω καὶ τὸ μιῆναι ἀπὸ τοῦ μιαίνω. οὕτω δὲ καθ' Ἡρωδιανὸν καὶ τὸ κυδῆναιἐκ

τοῦ κυδαίνω, εἰ καὶ κυδᾶναι, φησί, καθ' ἡμᾶς λέγεται ὡς καὶ κερδᾶναι.ἐέλδωρ δὲ τὸ

ἐπιθύμημά ἐστιν, ἀπὸ τοῦ ἔλδω γινόμενον ῥήματος πλεονασμῷ καὶ 1.60 ἑτέρου ˉε. φησὶ

γοῦν που Ὅμηρος «ἧς ἔλδεαι ἤματα πάντα». εἰ δὲ καὶ τρισυλλάβως ἐέλδω εὕρηται, εἴη

ἂν καὶ ἐκεῖθεν τὸ ἐέλδωρ. προϋπάρχει δὲ αὐτῶν τὸἕλω. δῆλον γὰρ ὡς ἕλοιτ' ἄν τις τὸ

ἐπιθυμητόν, ὥσπερ καὶ ἀνάπαλιν ἐπιθυμήσοιἂν τοῦ αἱρετοῦ. εἰ δὲ δασύνεται μὲν τὸ

ἑλεῖν καὶ ἑλέσθαι, ψιλοῦται δὲ τὸ ἔλδεσθαι,αἴτιον ἡ τοῦ ˉδ ἐπένθεσις. καὶ τοιοῦτον μὲν

τοῦτο. Τὸ δὲ τίσειαν εὐκτικὸν μένἐστιν Αἰολικόν· ἔπεσε δὲ καὶ εἰς χρῆσιν κοινήν.

κανονίζεται δὲ καὶ αὐτὸ καὶ τὰὅμοια ῥήματα ἐκ πρώτων ἀορίστων ἐνεργητικῶν

ληγόντων εἰς ˉα ἐπεντεθείσηςτῆς ˉεˉι διφθόγγου πρὸ τοῦ ˉα καὶ τῆς ἀρχούσης

ἀποβληθείσης οἷον ἔλεξα λέξεια,ἔτυψα τύψεια, ἔγραψα γράψεια. οὕτω γοῦν καὶ ἔτισα

τίσεια. εὔχεται δὲ τὰτοιαῦτα ῥήματα κατὰ τοὺς παλαιοὺς σύντομον πράγματος ἄνυσιν

καὶ τοῦτομόνον διαφέρουσι τῶν κοινῶν εὐκτικῶν. οἷον τὸ μὲν τύψαις ἢ λέξαις ἢ

γράψαιςἀόριστον ἔχει τὸν ἐπιθυμητὸν καιρὸν τοῦ εὐκταίου πράγματος, ὁ δὲ εἰπὼν

τύψειαςἢ λέξειας ἢ γράψειας εὔχεται τάχιον ἀνυσθῆναι, ὃ εὔχεται· διό, φασίν, οὐ

δεῖλέγειν ἡμᾶς πρός τινα τὸ «ζήσειας εὐτυχῶς» ἤ τι τοιοῦτον, ἵνα μὴ δοκῶμεν εὔχεσθαι

τάχιον αὐτὸν ἐλθεῖν εἰς τέλος τοῦ καλῶς ζῆν. τὸ δέ «τίσειαν ∆αναοὶἐμὰ δάκρυα σοῖσι

βέλεσι» δοκεῖ μὲν ἀλόγως λεχθῆναι. διὰ τί γὰρ οἱ ∆αναοί, οἳἐπευφήμησαν αἰδεῖσθαι

αὐτόν, πείσονται κακὰ καὶ μὴ ὁ Ἀγαμέμνων; λύεταιδὲ ὅτι Ἀγαμέμνονος μὲν θανόντος ὁ

στρατὸς ἐλύετο καὶ ἡ Χρυσηῒς ἀπήγετο,αὐτῶν δὲ πιπτόντων καὶ τῆς αἰτίας ζητουμένης

ἀπελάμβανε τὴν παῖδα. εἰ δὲ καὶτῶν ὁμοεθνῶν Τρώων, ὡς δεδήλωται, οὐκ ἐφείσατο διὰ

τὸ οἰκεῖον καλόν, πολλῷπλέον τῶν Ἑλλήνων. ἔχει δὲ τὸ «τίσειαν» τριπλῆν ἔννοιαν ὡς

πρὸς τὰ τρία τοῦτίω σημαινόμενα· ἤγουν πρὸς τὸ τίω, τὸ τιμῶ, καὶ πρὸς τὸ τίω, τὸ

ἀνταποδίδωμι,καὶ πρὸς τὸ τίω, τὸ τιμωρίαν δίδωμι, ἵνα λέγῃ ὁ γέρων ὅτι «τιμήσειαν οἱ

∆αναοὶτὰ ἐμὰ δάκρυα, κακωθέντες ὑπὸ σοῦ» ἤ «ἀνταποδοῖεν τὰ ἐμὰ δάκρυα

καὶἀντικλαύσειαν»· ἢ [κατὰ νοῦν παθητικόν] «τιμωρίαν δοῖεν ἤγουν τιμωρηθεῖεντοῖς

σοῖς βέλεσι διὰ τὰ ἐμὰ δάκρυα» [καὶ ἀντιπτωτικῶς δὲ εἰπεῖν ἀντὶ τῶνἐμῶν δακρύων.]

καὶ ὅρα ὅτι καὶ ἐδάκρυσεν ἀποπεμφθεὶς ὁ γέρων, εἰ καὶ Ὅμηροςοὐκ ἐπεσημήνατο αὐτὸ

ἀνωτέρω. καὶ σημείωσαι ὅτι πολλὰ τοιαῦτα εὑρήσειςπαρὰ τῷ ποιητῇ τὰ λεγόμενα κατὰ

τὸ σιωπώμενον, ὅπερ ἐστὶ σχῆμα λόγου καὶαὐτό. ἐπειγόμενος γὰρ εἰς τὰ ἀναγκαῖα σιγᾷ

τὰ μὴ πάνυ τοιαῦτα καὶ ἀφίησι τῷἀκροατῇ ἐπινοεῖν αὐτά. Ἰστέον δὲ ὅτι ∆αναοὶ ἀπὸ

∆αναοῦ οἱ Ἕλληνες, ἀδελφοῦ Αἰγύπτου. δίδυμοι δὲ οὗτοι παῖδες Βήλῳ τῷ Λιβύης,

πολύπαιδες ἐκδιαφόρων γυναικῶν, Αἴγυπτος μὲν υἱοῖς πεντήκοντα, ∆αναὸς δὲ

θυγατράσιτοσαύταις. τούτων ∆αναὸς μὲν θανάτῳ τοῦ πατρὸς ἦρξε Λιβύης, Αἴγυπτος

δὲἈραβίας. ἔνθα καὶ καταστρεψάμενος τὴν τῶν Μελαμπόδων, φασί, χώραν ἀφ'ἑαυτοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

38

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!