18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μάχης».τοιαύτη γὰρ σύνταξις ὀφείλεται καὶ εἰς τὸ «ἴσχεσθ' Ἀργεῖοι.»] Ἐν δέ γε τῷ

«μακρὸν ἄϋσεν Ἀγαμέμνων» δηλοῖ ὁ ποιητὴς δεῖν καὶ εὔφωνον εἶναι τὸνἡγεμόνα καί,

ὡς αὐτὸς ἐρεῖ «βοὴν ἀγαθόν». [(ῃ. 83) Ὅτι ἐν τῷ «στεῦται γάρτι ἔπος ἐρέειν Ἕκτωρ» τὸ

στεῦται δηλοῖ μὲν τὸ ὑπισχνεῖται, ὡς πολλαχοῦφαίνεται, γίνεται δὲ ἀπὸ τοῦ στέω στεύω

κατὰ τὸ χέω χεύω, ἀφ' οὗ παθητικὸνστεύεται καὶ ἐν συγκοπῇ στεῦται. στέω δὲ κυρίως

τὸ ὑφίσταμαι, ὑπομένωἀσφαλῶς κίονος δίκην.] (ῃ. 84) Ὅτι φθάσας μὲν ὁ ποιητὴς τὴν

Ἑλληνικὴν εὐκοσμίαν ἐνέφηνεν εἰπὼν σιγῇ αὐτοὺς ἰέναι, ἐνταῦθα δὲ τὸ εὐπειθὲς

αὐτῶνὑποδηλῶν φησιν, ὅτι τοῦ βασιλέως κελεύσαντος «ἴσχεσθε», ὡς ἐρρέθη,

«μὴβάλλετε», ὡς ἐροῦντός τι τοῦ Ἕκτορος, λέγει ὅτι μάχης τε ἔσχοντο, ἄνεῴ

τ'ἐγένοντο, τουτέστιν ἄφωνοι, ὡς ἂν δηλαδὴ ἀκούσωσιν Ἕκτορος. τοῦτο γάρἐστιν ἐν

τούτοις αἴτιον τῆς σιγῆς, ἵνα δηλονότι σιγῶντες αὐτοὶ ἑτέρων ἀκούοιεν.παρακατιὼν δὲ

λέγει· «πάντες ἀκὴν ἐγένοντο σιωπῇ», τουτέστιν ἐσίγησαν.τοῦτο δὲ οὐ διὰ τὴν αὐτὴν

αἰτίαν, ἀλλὰ διὰ τὸ μὴ ἐνδεδόσθαι αὐτοῖς λέγειν.εἰσὶ δὲ ὅμοια τὸ σιγῇ ἰέναι καὶ ἄνεῳ

γενέσθαι καὶ ἀκὴν γενέσθαι σιωπῇ. ἔστιδὲ τὸ μὲν ἀκὴν γενέσθαι σιωπῇ τρόπου

ἐτυμολογικοῦ. τὸ γὰρ σιωπᾶν καὶ τὸἀκὴν ἔχειν ὅμοια. γίνεται γὰρ ἀκήν ἀπὸ τοῦ ˉα

στερητικοῦ καὶ τοῦ χαίνειν, ἀχήν,καὶ Ἰωνικῶς ἀκήν, ἵνα ᾖ ἀκὴν ἔχειν τὸ μὴ χαίνειν

ὥστε λαλεῖν, ἀλλὰ σιωπᾶν.(ῃ. 84) Τὸ δέ «ἄνεῳ» οἱ μὲν ὄνομά φασιν εἶναι ὅμοιον τῷ «οἱ

Μενέλεῳ». αὔωγὰρ τὸ φωνῶ, ἐξ οὗ ἄναυος, ὁ ἄφωνος, καὶ ἀποβολῇ ἄναος καὶ Ἀττικῶς

ἄνεωςκαὶ πληθυντικῶς ἄνεῳ. ἕτεροι δὲ ἐπίρρημα τὸ ἄνεώ φασι μηδὲ προσγράφοντεςτὸ

ˉι ἐν τῇ ληγούσῃ, ὡς εἶναι κατ' αὐτοὺς ὁμοίας συντάξεως τὸ «ἀκὴν ἐγένοντο»καὶ τὸ

«ἄνεω ἐγένοντο». ποιητικὴ δὲ λέξις τὸ ἄνεῳ καὶ ἀσύμβολος εἰς λόγον 1.612 πεζόν,

ὥσπερ μετ' ὀλίγα καὶ τὸ πέποσθε ἐν τῷ «ἐπεὶ κακὰ πολλὰ πέποσθε»,ἤτοι πεπόνησθε,

κατὰ συγκοπήν. (ῃ. 97) Ὅτι λύπης φραστικὸν τὸ «μάλαγὰρ ἄλγος ἱκάνει θυμὸν ἐμόν».

ἐντεῦθεν δὲ σύγκειται τὸ θυμαλγές, ὧν ἐναντίονἡ θυμηδία. (ῃ. 98 ς.) Ὅτι ὑποσχετικὸν

εἰρήνης τὸ «φρονέω δὲ διακρινθήμεναιἤδη, ἐπεὶ κακὰ πολλὰ πέποσθε», ἤτοι πεπόνησθε,

ὡς προείρηται. διακρινθῆναιδὲ λέγει τὸ λυθῆναι τοῦ πολέμου καὶ χωρισθῆναι. καὶ

κεῖται ἡ λέξις αὕτηπολλαχοῦ παρά τε Ὁμήρῳ καὶ ἑτέροις. ἐνταῦθα οὖν φησι· «φρονέω

δὲ διακριθῆναι ἤδη ἡμᾶς» καὶ μετ' ὀλίγα· «ἄλλοι δὲ διακρινθῆτε τάχιστα». ἔστι δὲ τὸ

μὲν διὰτοῦ ˉν ὀρθότερον, εἰ καὶ ποιητικώτερον, ὡς καὶ τὸ κλινθῆναι καὶ τὸ

ἀνάκλιντρον,τὸ δὲ δίχα τοῦ ˉν κοινότερον καὶ Ἀττικώτερον. ἐναντίον δὲ τὸ διακρίνειν

πρὸςτὸ συγκρίνειν, ὅ ἐστι συγχέειν. Σημείωσαι δέ, ὅτι τὸ διακρινθεῖτε διὰ διφθόγγουἐν

τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων φέρει τὴν παραλήγουσαν, οἷα συγκοπὲνἀπὸ

εὐκτικοῦ τοῦ διακρινθείημεν, ἵνα τὸ ἀκόλουθον τῆς συγκοπῆς εἴη

τοιοῦτον·διακρινθεῖμεν διακρινθεῖτε διακρινθεῖεν, καὶ μυρία ταύτης τὰ

παραδείγματα.(ῃ. 100) Ὅτι τὴν μὲν ὑπὸ τοῦ Πάριδος ἁρπαγὴν τῆς Ἑλένης ἀρχὴν ὁ

Μενέλαος λέγει, τοῦ πολέμου δηλαδή. τὴν δὲ αὐτοῦ ἐπεξέλευσιν ἔριν καλεῖ,

εἰπών·»εἵνεκ' ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ' ἀρχῆς», διὰ τὸ τὴν ἔριν

ἀληθῶςἐπεξελευστικὴν εἶναι πρός τι κατάρξαν. πρωθύστερον δὲ τὸ σχῆμα τοῦ

λόγου,ἤγουν ὑστερολογία. πρῶτον γὰρ ἡ τοῦ Ἀλεξάνδρου ἀρχή, εἶτα ἡ τοῦ

Μενελάουἔρις. δευτερεύει γὰρ ἀεὶ, ὥσπερ ὁ παρ' Ἡσιόδῳ ζῆλος, οὕτω καὶ ἡ ἔρις

γινομένηδιά τι προκατάρχον. ὅρα δέ, ὡς ἐν ἑνὶ στίχῳ καὶ ἕνεκα ἔφη κοινῶς καὶ

εἵνεκαποιητικῶς, καθ' ὁμοιότητα τοῦ εἰνάνυχες καὶ εἴνατος καὶ εἰρωτῶ καὶ εἰῶ καὶτῶν

ὁμοίων. (ῃ. 103–10) Ὅτι Τρῶες μέν, οἷς ὁ κίνδυνος περὶ γῆς ἦν καὶ τοῦζῆν, ἄρνε δύο

φέρουσιν, ἕτερον μὲν λευκὸν, ἑτέραν δὲ μέλαιναν εἰς θυσίαν ἐν τῇκατὰ τὴν μονομαχίαν

ὁρκωμοσίᾳ, Γῇ τε καὶ Ἡλίῳ, τῷ μὲν τὸν λευκόν, τῇ δὲτὴν μέλαιναν, οὐ μόνον κατὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

378

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!