18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

«ὀλίγῳ κακῷ ἔοικε μέγα νεῖκος ἀναιρεῖν». Εὐπειθεῖς δὲ οἱ Τρῶες, οἳ ἅμα εἶδον Ἕκτορα

ἐν μεταιχμίῳ γενόμενον καὶ μέσου δορὸς ἑλόντα, ἤτοι ἁψάμενον, ὡς ἔθος, καὶ

ἀνείργοντα αὐτοὺς καὶεὐθὺς ἱδρύθησαν ἅπαντες καὶ Ἕλληνες δὲ μετὰ μικρὸν τῶν

βασιλέων ἐθελόντων τὸ αὐτὸ ἐποίησαν καὶ πάντες τὰ τεύχεα ἐκδυσάμενοι κατέθεντο

ἐπὶ γῆςπλησίον ἀλλήλων. Καὶ σημείωσαι, ὅπως παρ' ἐλπίδα ὁ ποιητὴς ἔγραψε

παρεισοδιάσας τὴν μονομαχίαν. ὁ μὲν γὰρ ἀκροατὴς μέγαν εὐθὺς ἐλπίζει συρραγῆναι

1.610 πόλεμον, ὁ δὲ ἀποδύσας τοὺς Ἕλληνας γυμνοὺς ὅπλων καθίζει, τὸ μὲν μεγαλεῖον

τοῦ πολέμου ἐς ὕστερον ταμιευόμενος, νῦν δὲ ἀπροσδοκήτως ἀρτύων τὸμονομάχιον καὶ

τὴν ἐπιθυμίαν ἀποπληρῶν τοῦ ἀκροατοῦ ἐφιεμένου μαθεῖν, ὡςεἰκός, ὁπότερος

κρείττων, ὁ Πάρις ἢ ὁ Μενέλαος. ὅπερ διδάσκων ὁ ποιητὴς τὴνμονομαχίαν ἄρτι πλάττει,

ἐν ᾗ πολλά τε ἄλλα ποιήσας καὶ τὸν Μενέλαον δὲδείξας κρείσσονα, ἐπὶ τὰ ἑξῆς τοῦ

πολέμου μεταβαίνει ἐκ μικροῦ ἀρξάμενος,εἶτα ἐπὶ μέγα προβάς, ὁποία καὶ ἡ τῆς μάχης

φύσις, ἥτις ὀλίγη μὲν τὰ πρῶτακορύσσεται κατὰ τὸν ποιητήν, «αὐτὰρ ἔπειτα οὐρανῷ

ἐστήριξε κάρη». ὅτι δὲθαυμαστὸν τὸ πλάσμα, καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς ἐπισημαίνεται

θέσκελον ἔργονλέγων τοῦτο· ποῖον δήποτε; τὸ ἀφέντας τὸν πολύδακρυν πόλεμον

καθῆσθαισιγῇ ἀσπίσι κεκλιμένους, παραπεπηγέναι δὲ τὰ μακρὰ ἔγχεα, Ἀλέξανδρον

δὲκαὶ Μενέλαον μόνους μάχεσθαι. ὅτι δὲ ἄρτυμα ποιήσεως Ὁμηρικῆς καὶ τὰ

τῶνμονομαχιῶν ἐπεισόδια, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται. νῦν μὲν γὰρ οἱ τοῦ Τρωϊκοῦ

πολέμου πρωταίτιοι μονομαχοῦσιν, ἐν δὲ τοῖς ἑξῆς που ἕτεροί τινεςἀριστεῖς, Γλαῦκος

οὗτοι καὶ ∆ιομήδης, οὐκ ἐκ προκλήσεως κατὰ τούτους,ἀλλὰ κατὰ τὸ παρατυχόν. εἶτα

ἑτέρωθι τοιαύτης ἔσονται μάχης οἱ ἄριστοιἝκτωρ καὶ Αἴας ἐξ ἑτεροίου προκαλέσματος.

τὸ δ' ἐξ ἀνάγκης μονομάχηματοῦ Ἕκτορος καὶ τοῦ πάντων ἀρίστου Ἀχιλλέως ἄλλος

τόπος δηλώσει, μέγα ὂν καὶ πάνυ τι ἐναγώνιον. εἰ δὲ ὁ γέρων ῥήτωρ Νέστωρ

μονομαχίαν οἰκείανἐκθήσεται, δοτέον καὶ αὐτὸ τῇ καθ' Ὅμηρον γραφικῇ ποικιλίᾳ

πολυειδῶςἱστοροῦντα τὰ μονομαχικά. (ῃ. 78) Σημείωσαι δέ, ὅτι παρ' Ὁμήρῳ μὲν

ἱδρύωτὸ κάθημαι ἀπὸ τοῦ ἕδω, παρὰ δὲ τοῖς Ἀττικοῖς ὕστερον ἱερὰ ἡ λέξις.ἱδρύεται γὰρ

ναὸς καὶ ἱδρύεται ἄγαλμα ἐν ναῷ καὶ τὸ ἀφίδρυμα δὲ παρ'ἐκείνοις ἐντεῦθεν ἐλέγετο. (ῃ.

79 ς.) Ὅτι τῷ Ἕκτορι ἐς μέσον ἐλθόντι καὶ τὴν τοῦ Πάριδος γνώμην ἐθέλοντι ἐκβοῆσαι

ἐπετοξάζοντο οἱ Ἀχαιοὶ καὶ οὐ μόνοντοξεύοντες ἰοῖς ἔβαλλον τιτυσκόμενοι, ἀλλὰ καὶ

λάεσσιν, ὅ ἐστι λίθοις, ἀγνοοῦντες, ὃ βούλεται, διὰ τὸ οἴεσθαι ὡς ἀντὶ τοῦ ἀδελφοῦ

προΐσταται αὐτὸς τῷ Μενελάῳ μαχησόμενος. Ἰστέον δέ, ὅτι τὸ «τῷ δ' ἐπετοξάζοντο

καρηκομόωντες Ἀχαιοί» οἰκεῖον λέγεσθαι πρὸς πάντα πολεμούμενον ἢ

βλασφημούμενον ἢ ὅλωςἀντιλεγόμενον πρός τινων. διὸ καὶ Πορφύριος ἐν τοῖς πρὸς

Γαιδάλιον παρῳδήσαςἔγραψε «τῷ δ' ἐπετοξάζοντο καρηκομόωντες Στωϊκοί». [(ῃ. 80)

Τοῦ δέ»τιτυσκόμενοι» πρωτότυπον τὸ τύκω, ἐξ οὗ τὸ «τετύκοντό τε δαῖτα». ὥσπερ

δὲἀλύσκω ἐκ τοῦ ἀλύω, ὅθεν τὸ ἀλυσκάζω, οὕτω καὶ τύκω τύσκω πλεονασμῷ τοῦ 1.611

ˉσ καὶ κατὰ ἀναδίπλωσιν τιτύσκω, ἀφ' οὗ τιτύσκομαι καὶ τιτυσκόμενοι, ὅ

ἐστιτεύχοντες, τεχνώμενοι, καταστοχαζόμενοι. Τοῦ δέ «λάεσσιν» εὐθεῖα ὁ λᾶας,γενικὴ

λάαος καὶ κατὰ κρᾶσιν λᾶος, ὡς τὸ «λᾶος ὑπαὶ ῥιπῆς», ἤγουν ὑπὸ τῆςτοῦ λίθου ὁρμῆς. ἡ

πληθυντικὴ εὐθεῖα λάαες λᾶες, ὅθεν τὸ λάεσσιν, ὅ ἐστιλίθοις.] (ῃ. 82) Τὸ δέ «ἴσχεσθε

Ἀργεῖοι, μὴ βάλλετε, κοῦροι Ἀχαιῶν» ἐρεῖ ἄν τις ἀταξίαν κωλύων λαοῦ. ἔστι δ' ἐν

τούτοις συναγαγεῖν ἐκ τοῦ «ἐπετοξάζοντο Ἀχαιοὶ καὶ ἰοῖσι λάεσσί τε ἔβαλλον», ὅτι καὶ

τοξόταις πολλοῖς ἐχρῶντοκαὶ σφενδονήταις, εἰ καὶ ὁ ποιητὴς οὐδεμίαν που ἐν αὐτοῖς

ἀνδραγαθίανἐπισημαίνεται, ὅσγε καὶ τοξοτῶν ἀριστέων ὀλιγίστων τινῶν μέμνηται.

[δοκεῖδὲ τὸ ἴσχεσθε κατ' ἔλλειψιν εἰρῆσθαι, ὡς δῆλον ἐκ τοῦ «οἱ δ' ἔσχοντο

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

377

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!