18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τῶν ἰδίων, Ἀλέξανδρος δὲ κτήσηται ἐνἀσφαλείᾳ, ἃ μὴ ἀσφαλῶς ἔχει. καταπλήττει δὲ τὸ

τοῦ πράγματος ξένον τοὺςἝλληνας καὶ ἀκὴν γίνονται σιγῇ, ὡς μετ' ὀλίγα ἐρεῖ ὁ

ποιητής. ὅμοιον γὰρκατὰ τοὺς παλαιούς, ὡς εἴ τις μοιχείας διωκόμενος προκαλεῖται τὸν

ἄνδραεἰς μάχην ὡς μετὰ τοῦ γυναίου καὶ τὴν ψυχὴν προσαφαιρησόμενος. διὸ

καὶἝκτωρ μετ' ὀλίγα φησί· «κέκλυτε μῦθον», οὐχ' ἁπλῶς, «ἀλλὰ Ἀλεξάνδρου». οἶδε

γὰρ ὡς οὐ δίκαια ἐρεῖ. διὸ οὐχ' ἑαυτοῦ, ἀλλὰ τοῦ Ἀλεξάνδρου λόγον λέγεινφησί. (ῃ. 71–

5) Ὅτι τὴν τοῦ Πάριδος ἀρέσκειαν οὕτω φράζει ὁ ποιητὴς τὴνπερί τε αὐτοῦ καὶ τοῦ

Μενελάου· «ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθ' ἑλὼν εὖ πάντα

γυναῖκά τε οἴκαδ' ἀγέσθω, οἱ δ' ἄλλοι φιλότητακαὶ ὅρκια πιστὰ ταμόντες ναίοιτε

Τροίην» καὶ τὰ ἑξῆς. καὶ τοίνυν καὶ ὁ Ἕκτωρμετ' ὀλίγα οὕτω λαλεῖ ἐν μεταιχμίῳ τοὺς

λόγους τοῦ ἀδελφοῦ, στήσας αὐτοὺςεἰς τὸ «ὅρκια πιστὰ τάμωμεν», οἷα περιττὰ

λογισάμενος τὰ καθεξῆς. ὁ μέντοιβασιλεὺς Ἀγαμέμνων ἐν τοῖς μετὰ ταῦτα ἐκφωνήσει τι

καὶ περὶ τιμῆς, ἤγουνποινῆς, ἐν τῷ τῶν ὅρκων καιρῷ. (ῃ. 71) Ὅρα δὲ καὶ ἐν τούτοις τὸ

κρείσσωνἀντὶ τοῦ ἐπικρατέστερος συντελοῦν εἰς τὸ «κρείσσων γὰρ βασιλεύς, ὅτε

χώσεται»καὶ ἑξῆς. περίφρασις δὲ τοῦ νικήσῃ τὸ «κρείσσων τε γένηται». [Κτήματα

δὲπάντα λέγει τὰ τῇ Ἑλένῃ συναρπαγέντα ἐξ Ἑλλάδος. εἰ δὲ μὴ ἐθέλει καὶ οἴκοθεν ἄλλ'

ἐπιδοῦναι, γλισχρότητος ὁ ἀνὴρ ἁλίσκεται.] (ῃ. 73) Τὸ δὲ ὅρκιονοὐχ' ὑποκοριστικὸν

ἀλλὰ παράγωγον ὡς τὸ ἴχνιον. Τὸ δέ «φιλότητα καὶ ὅρκιαταμεῖν» ἀντὶ τοῦ φιλίαν καὶ

ὅρκους ποιῆσαι διὰ ἐντόμων ἤγουν θυσιῶν. καὶ οὐκἐθέλει ὁ ποιητὴς ἄλλως τοῦτο

φράζειν. διὸ καὶ ἀλλαχοῦ λέγει «ὄφρα ὅρκιατάμνῃ αὐτός» καὶ «ὅρκια τάμωμεν» καὶ

«ὅρκια ἔταμον». Ἴωνες δὲ οὕτωλαλοῦσι. διὸ καὶ Ἡρόδοτος, ὡς προδεδήλωται, συχνὰ

οὕτω λέγει. (ῃ. 74)Ἰστέον δέ, ὅτι ἐριβώλακα μὲν τὴν Τροίαν, ἱππόβοτον δὲ τὸ Ἄργος, ὅ

ἐστι1.609 τὴν Πελοπόννησον, καλλιγύναικα δὲ τὴν Ἀχαιΐδα καλεῖ ὁ παρ' Ὁμήρῳ

Ἀλέξανδρος, παρὰ δὲ Ἡσιόδῳ ἔστι καὶ τὴν Τροίαν εὑρεῖν καλλιγύναικα. [Εἴη δὲ ἂν

πάντως ἡ ἐριβῶλαξ καὶ εὔπωλος, ὅπερ ἐστὶ καλλιβῶλαξ, διὰ τὸεὐβωλοστρόφητον.

τοῦτο δὲ καὶ λιπαρὰν σημαίνει γῆν καὶ εἴκουσαν ἀρότρῳἐν τῷ πωλεῖσθαι.] (ῃ. 75) Φησὶ

δὲ Ἑλλάνικος παῖδας τρεῖς Φορωνέως γενέσθαι,οἳ τοῦ πατρὸς θανόντος διενείμαντο τὴν

Ἀργείαν. καὶ ἡ μὲν πρὸς Ἐρασίνῳ τῷ ποταμῷ Πελασγῷ ἔλαχε τῷ καὶ τὴν ἐκεῖ Λάρισσαν

κτίσαντι, Ἰάσῳ δὲ τὰπρὸς Ἦλιν, Ἀγήνωρ δὲ ἀναλωθείσης τῆς γῆς τὴν πατρικὴν εἴληφεν

ἵππον, ὅθεν ἐν ταὐτῷ χρόνῳ ὠνομάσθη τὸ Ἄργος τριχῶς, Ἴασον, ὡς καὶ ἡ

Ὀδύσσειαδηλοῖ, Πελασγικὸν καὶ ἱππόβοτον. τινὲς δὲ μετὰ θάνατον τῶν δύο

ἀδελφῶνἐπιστρατεῦσαί φασι τὸν Ἀγήνορα πολλὴν ἐπαγόμενον ἵππον, ἀφ' ἧς

κληθῆναιτὸ Ἄργος ἱππόβοτον. τισὶ δὲ τῶν παλαιῶν ἀρέσκει Ἄργος ἱππόβοτον ἐνταῦθα

τὴν Θεσσαλίαν νοεῖν, Ἀχαιΐδα δὲ πᾶσαν τὴν τῶν Ἑλλήνων χώραν. Σημείωσαι δ' ἐν

τούτοις καί, ὡς ἐνεργόν τι καὶ δραστικὸν ὁ λόγος, καθὰ ἐν μυρίοις φαίνεται.ὁ γοῦν τοῦ

Ἕκτορος λόγος οὕτως ἤνυσε παρὰ Ἀλεξάνδρῳ, ὥστε ὁ δειλὸς καί, ὡς ἄν τις εἴπῃ, τρεσᾶς

μένει τὸν Μενέλαον κατὰ τὴν παραίνεσιν καὶ μονομαχῆσαι θέλει πρὸς αὐτὸν, ὃν πρὸ

τοῦ λόγου ἔφευγε. τοιαῦτα ὁ λόγος δύναται.τοιοῦτον ἡ ἱστορία καὶ τὸν Τυρταῖον οἶδε

ῥήτορα, οἷον ἐρεθίζειν προθύμωςἀποκινδυνεύειν εἰς πόλεμον, καὶ ὁ ἐντυχὼν ἔπεσιν

ἐκείνου εἴσεται, ὅπωςἐνθουσιᾷ τῷ εἰς μάχην ἐγερτικῷ. (ῃ. 76) Ὅτι οὐχ' ἁπλῶς ἀλλὰ

μέγα χαίρει ὁἝκτωρ ἐπὶ τῇ τοῦ ἀδελφοῦ μονομαχίᾳ· «Ἕκτωρ γὰρ ἐχάρη», φησί, «μέγα

μῦθον ἀκούσας». αἴτιον δέ, ὅτι ἢ νικᾷ τὸν Μενέλαον ὁ Πάρις ἢ πίπτει καὶἀμφοτέρως

πέρας ἔσχε τὰ τοῦ πολέμου. καὶ ἄλλως δέ, εἰ μὲν νικήσει Ἀλέξανδρος, σεμνὸν τὸ

πρᾶγμα. εἰ δὲ πέσῃ, ἀκλεοῦς ὁ Ἕκτωρ ἀπαλλάττεται ἀδελφοῦ.καὶ Ἀχαιοὶ δὲ καὶ Τρῶες

ἐχάρησαν ἐλπόμενοι παύσεσθαι πολέμου. καίριον δὲἐνταῦθα καὶ τοῦ Ἡροδότου τό·

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

376

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!