Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

κατ' αἶσαν, πῇ δὲ ὑπὲρ αἶσαν, [ἵνα ἡλοιδορία μέσως δῆθεν ἔχῃ ὡς αἰσία καὶ μὴ αἰσία, κατὰ τὸ ἑκών ἀέκων καὶτὰ τοιαῦτα.] διὸ καὶ καταφατικῶς αὐτὸ καὶ ἀποφατικῶς ἐπῄνεσε. τὸ δὲ ὑπὲραἶσαν ἐξαίσιον ἀλλαχοῦ λέγει ὁ ποιητής. [Ἰστέον δέ, ὅτι τοῦ «κατ' αἶσαν οὐδ'ὑπὲρ αἶσαν» μίμημα παρὰ Σοφοκλεῖ τὸ «γνωτὰ κοὐκ' ἄγνωτά μοι»] (ῃ. 60– 3)Ὅτι τὴν Ἕκτορος καρδίαν διὰ τὸ γενναῖον καὶ ὡς εἰπεῖν ἀπότομον καὶ ἀεὶ πρὸς πόνους ἀνένδοτον καὶ ἀτάρβητον καὶ ὅτι καὶ ἄλλοις αὔξει τὴν εἰς πόλεμονὁρμήν, ὡς πέλεκυν ἀτειρῆ τινα εἶναι λέγει παραβολικῶς ὁ Ἀλέξανδρος,δυσπαθῆ λαβὼν εἰκόνα, οὐκ ἀργὸν σίδηρον, ἀλλὰ δρῶντά τι, ἤτοι τέμνονταξύλον νήϊον, ὃς καὶ ὀφέλλει ἀνδρὸς ἐρωήν, ὥσπερ τοὐναντίον ὁ μὴ τμητικὸς πέλεκυς ἀμβλύνει τὴν προθυμίαν τοῦ τέμνοντος. φησὶ γοῦν· «αἰεί τοι κραδίη πέλεκυςὥς ἐστιν ἀτειρής», ὃ καὶ πέλυξ παρὰ τοῖς ὕστερον, «ὅς τ' εἶσι διὰ δουρός»,ἤγουν ὅστις δίεισι ξύλου ὑπ' ἀνέρος, «ὅς ῥά τε τέχνῃ νήϊον ἐκτάμνῃσιν, ὀφέλλειδ' ἀνδρὸς ἐρωήν· ὥς τοι ἐν στήθεσσιν ἀτάρβητος νόος ἐστίν», ὡς ἐοικέναι τὸνἀτάρβητον νοῦν πελέκει ἀτειρεῖ κατά γε τὸ ἀνένδοτον ἢ δυσένδοτον. (ῃ. 61) Τὸ δὲ τέχνῃ πάνυ ἀσφαλῶς κεῖται. τῷ γὰρ κατὰ τέχνην τέμνοντι ὀφέλλει τὴνἐρωὴν ὁ ἀτειρὴς χαλκός, οὐ μὴν τῷ ἀτέχνως ξυλοκοποῦντι. (ῃ. 62) Νήϊον δὲὑπόκειται ξύλον τέμνεσθαι, ἤγουν ἐπιτήδειον εἰς νῆα, διὰ τὸ μάλιστα περὶτοῦτο τὴν τέχνην φαίνεσθαι τοῦ δεξιῶς τέμνοντος, ὡς τοῦ τοιούτου δεομένουσπουδαίας μεταχειρίσεως. καὶ τοῦτο μὲν εἰς ἔπαινον Ἕκτορος ὁ Ἀλέξανδρος λέγει ὁμολογήσας, ὡς ἐρρέθη, καί, ὅτι κατ' αἶσαν αὐτὸν ὁ ἀδελφός, οὐδ' ὑπὲραἶσαν ἐνείκεσεν, ἤγουν αἰσίως καὶ δικαίως, ὅπερ ἀλλαχοῦ κατὰ μοῖράν φησιν.(ῃ. 64–6) Ὅτε δὲ εἴπῃ «μή μοι δῶρ' ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης, οὔ τοι ἀπόβλητά ἐστι θεῶν ἐρικυδέα δῶρα, ὅσσα κεν αὐτοὶ δῶσιν, ἑκὼν δ' οὐκἄν τις ἕλοιτο» ἔμφασιν ἔχει πλαγίως ὕβρεως, διότι, ὥς φασί τινες, οὐκ εὖεἶχεν ὄψεως ὁ Ἕκτωρ, ὥστε οὐδὲ εἶχε κάλλους δῶρον θεόθεν. καὶ μὴνὁ Ὅμηρος καὶ τεθνεῶτα τὸν Ἕκτορα θαυμάζει τοῦ εἴδους. ὅτι δὲ καὶ τὸ κάλλος οὐκ ἀπόβλητον ἀλλὰ τίμιον ἦν, δηλοῖ οὐ μόνον τὰ τῶν ἐρώτων ἀγάλματα,οἷς ἐνέπρεπον οἱ Ἑλληνικοὶ γραφεῖς, ἀλλὰ καὶ τὰ τῶν καλῶν ἡρῷα. Φίλιπποςοὖν καθ' Ἡρόδοτον Κροτωνιάτης Ὀλυμπιονίκης, κάλλιστος ὤν, ἐτιμήθη ἐνΣικελίᾳ. ἡρῷόν τε γὰρ αὐτῷ ἵδρυτο καὶ θυσίαις αὐτὸν ἱλάσκοντο. (ῃ. 66) Τὸδέ «ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο» ἐλλιπῶς εἶπεν ὡς ἀγωνιῶν ὁ Πάρις καὶ μηδ' 1.606 αὐτὸς ἔχων λόγοις ἐνευκαιρεῖν, τὸ δὲ πλῆρες τοιοῦτον· οὐκ ἄν τις αὐτὸς ἑκὼνλάβοι δῶρα θεῖα, μὴ θεοῦ δηλονότι διδόντος. (ῃ. 64) Τὸ δὲ ἐρατά δηλοῖ μὲντὸ ἐρωτικά καὶ ἐράσμια. ἐπεὶ δὲ τὸ ἁπλῶς ἐρατὸν ἅπασι δοκεῖ ἐρατόν,λεληθότως πως ἅπτεται τοῦ ἀδελφοῦ ὡς καὶ αὐτοῦ ἐφιεμένου ἂν τοιούτουεἶναι, ἤγουν καλοῦ ὥσπερ τὰ εἰς ἀνδρείαν, οὕτω καὶ τὰ εἰς εἶδος. Χρήσιμον δὲτὸ ἐρατά εἰς τὸ «γνωτὰ κοὐκ ἄγνωτα» καὶ εἰς τὸ ἀλλόγνωτος καὶ γνωτός, ὁ ἀδελφός, καὶ εἰς τὰ ἐκ τοῦ ἀνυστοῦ, ὁποῖον τὸ ἀνήνυτος καὶ Ἄνυτος κύριον καὶδεσμός παρ' Εὐριπίδῃ δυσεξήνυτος, καὶ εἰς τὸ κτίται παρὰ τῷ αὐτῷ, ὅ ἐστικτίσται, καὶ εἰς τὸ «ἀσώτου Σισυφιδῶν γενεᾶς», τουτέστιν ἀσώστου, καὶ εἰς τὸβλῆτρον, ὃ ἄλλως ἐξήνεκται ἤπερ τὸ ἀμφίβληστρον, καὶ εἰς τὸ «σωτήριόν τετοῖς καλῶς κεκτημένοις» καὶ εἰς τὸ σωτήρ, ὧν τὴν τοῦ ˉσ ἔλλειψιν τὰ σῶστραδηλοῦσι. πολλὰ δὲ καὶ ἕτερα οὕτω τοῦ ˉσ ἐστέρηνται, ὥσπερ αὖ ἐν ἄλλοιςπλεονάζειν αὐτὸ οὐ πάνυ ἀναλόγως φαίνεται, ὁποῖον καὶ τὸ ὀρχῶ ὀρχήσωὀρχηστής, οὐ κατὰ τὸ ποιητής, καὶ χηρῶ χηρώσω χηρωστής, οὐ κατὰ τὸἑεδνωτής. Τὸ δέ «πρόφερε» ἀρχὴν ἐνδέδωκε τῆς τοῦ προφορικοῦ λόγου κλήσεως,ὡς καὶ τὸ «ὀνείδεά τε προφέρεις». τὸ μέντοι παρ' Ἡσιόδῳ «προφέρει μὲν ὁδοῦ,προφέρει δὲ καὶ ἔργου» ἑτέραν ἑρμηνείαν ἔχει. ἔστι δὲ καὶ ἕτερον προφέρειν,ἐξ οὗ ὁ προφερέστερος. Χρυσῆ δὲ Ἀφροδίτη ἡ χρυσοφόρος, ὡς καὶ χάλκεοςἌρης διὰ τὸ φόρημα, ἢ ἡ καλὴ ἤ, ὅτι Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 374

χρυσῷ καταπράττεται, ᾧ καὶ Ζεὺς τὴν ∆ανάην χειροῦται. [Καθὰ καὶ ἑτέρα τις γυνὴ διὰ ἵππον προὔδωκε τὸ κάλλος,ὡς ἡ τοῦ Πειριθόου μήτηρ, καί τις διὰ κύκνον, ὡς ἡ Λήδη ὑποπτεύεται, καὶἄλλη διὰ βοῦν, ὡς ἡ Εὐρώπη. καὶ κύων δὲ εὐγενὴς ὑπηγάγετό τινα εἰς ὅμοιονπάθος, ὁποία τις ἡ τοῦ Τρωϊκοῦ Φοινοδάμαντος, ἣν Κρημισσὸς ὁ ποταμὸςλέγεται ζεῦξαι λέκτροις «ἰνδαλθεὶς κυνί». καὶ τοιαῦτα μὲν καὶ ταῦτα.] Ἡ δὲγραμματικὴ Ἱστιαῖα πεδίον εἶναί φησι χρυσοῦν καλούμενον, ἐν ᾧ χρυσῆς 1.607 Ἀφροδίτης ἱερὸν καὶ τιμή. Θεόκριτος δὲ μεταλαβὼν τὸ νόημα χρυσῷ παίζουσανἈφροδίτην φησί. [(ῃ. 65) Τὸ δὲ ἀπόβλητον λέγοιτ' ἂν καὶ ἔκβλητον κατὰ τὸ»νέκυες κοπρίων ἐκβλητότεροι». ἔκβλητον δέ γε καὶ τὸ θαλάσσης ἔκβρασμαπαρ' Εὐριπίδῃ· καὶ βρέφος δὲ ἔκβλητον τὸ ἔκθετον, ὡς ἔξω που καὶ αὐτὸβαλλόμενον.] (ῃ. 60 ετ 63) Ἔτι ἰστέον καί, ὅτι τὸ «αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρής» καὶ τὸ «αἰεί τοι ἐν στήθεσσιν ἀτάρβητος», ἤτοι ἄφοβος,»νόος ἐστί» πρὸς ἀνδρεῖον καὶ ὑπομενετικὸν ἄνδρα ῥηθήσεται, πρὸς ὁποῖον δήτινά φησιν αὐτὰ καὶ Ἀλέξανδρος, οἷα, ὡς ἐφάνη, ὀνειδισθεὶς εἰς μαλακότητα καὶδιὰ τοῦτο κολακεύων καὶ μονονουχὶ λέγων, ὅτι οὐδεὶς ὅμοιός σοι οὐδ' ἔστι τινὰσυγκριθῆναί σοι. οὐ γὰρ κατ' ἄνθρωπον καὶ σοὶ ἡ καρδία, ἀλλὰ πελέκει ἀεὶἔοικεν ἀτειρεῖ καὶ τμητικῷ. διὸ οἱ μὲν ἄλλοι ταρβοῦμεν καὶ φεύγομέν ποτε, σοὶδὲ ἀτάρβητος ὁ νοῦς. σώφρων οὖν ὁ Ἀλέξανδρος, εἴγε τὴν προρρηθεῖσαν εἰςαὐτὸν ὕβριν ἐπαίνοις ἀμείβεται. δέδιε γὰρ τὸν Ἕκτορα τραχυνόμενον, ἐπεὶ παρ'ἐκείνῳ ἦν λῦσαι τὸν πόλεμον εἴτε καὶ μή. καὶ αὐτὸς ἦν Τρώων πρόμαχος. δῆλονδέ, ὡς μαλακτικὸν ὁ ἔπαινος. διὸ καὶ Ἕκτωρ ἐπαινεθεὶς ἱλαρύνεται καὶ ὁ νῦνθάνατον τῷ ἀδελφῷ ἐπαρώμενος ὅμως ἡττώμενον οὐ προδίδωσιν, ἀλλὰ φιλάδελφος δείκνυται. Ἰστέον δέ, ὅτι καὶ ἐν τοῖς ἑξῆς που κεῖταί τις κολακείαὁμοία τῇ κατὰ τὸν Πάριν, ἔνθα ὁ ∆ιομήδης ἐν τῷ ἀφυλάκτως ὑπνοῦν σκωφθεὶςὑπὸ Νέστορος ὕπεισιν ἐκεῖνον κολακευτικῶς, ἀμήχανον προσειπὼν καὶ πόνουοὔποτε λήγειν εἰδότα. Ἔτι ἰστέον καί, ὅτι τὸ «οὔ τοι ἀπόβλητά ἐστι θεοῦἐρικυδέα δῶρα, ὅσα κεν αὐτὸς δῷ» καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται, χρήσιμόν ἐστιτῷ ὀνειδιζομένῳ ἐπὶ θεοσδότῳ τινὶ ἀγαθῷ, ὥσπερ καὶ ἐνταῦθα Ἀλέξανδροςμέμφεται τὸν Ἕκτορα ὀνειδίζοντα τοῦτον ἐπὶ δώροις, οἷς θεὸς δέδωκεν. (ῃ.68–70) Ὅτι ἐν τῷ «ἄλλους μὲν κάθισον Ἀχαιούς τε Τρῶάς τε, αὐτὰρ ἔμ' ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον συμβάλετ' ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσιμάχεσθαι» τὸ μέν «κάθισον» μεταβατικὸν κεῖται ῥῆμα κατὰ τὸ πλούτισον καὶσωφρόνισον ἄλλον. ἔστι δὲ ὅτε καὶ ἀμετάβατόν ἐστιν, ὡς καὶ προδεδήλωται,οἷον καθίζω ἀντὶ τοῦ καθέζομαι. τὸ δέ «ἐν μέσῳ» τὸ στενὸν δηλοῖ τὸ μεταξὺτῶν δύο στρατευμάτων. καὶ ἐπιμένει τῇ τοιαύτῃ λέξει ὁ ποιητὴς διὰ τὸ μὴἔχειν ὄνομα καιριώτερον. τοῦτο δὲ οἱ μεθ' Ὅμηρον μεταίχμιόν φασιν, οἱονεὶμεσαίχμιόν τι ὄν, Ἀττικῇ τροπῇ τοῦ ˉσ εἰς ˉτ, ὡς καὶ μεσόριον, μεθόριον. ἀπ'αὐτοῦ δὲ καταχρηστικῶς μεταίχμιον καὶ τὸ ἁπλῶς μεταξὺ δύο τινῶν, ὡς εἴ τιςεἴποι ἐν μεταιχμίῳ δύο φροντίδων εἶναι. τὸ δὲ τοιοῦτον στενόν, ἤτοι μεταίχμιον, 1.608 καὶ οὕτω φράζει ὁ ποιητής· «ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα». Βαρβαρικὸν δὲ εἶναίφασιν οἱ παλαιοὶ τὸ μονομαχεῖν, ὅπερ Ὅμηρος περιφράζων οἴους μάχεσθαίφησιν. [(ῃ. 69) Ἀρηΐφιλον δὲ τὸν Μενέλαον ὁ Πάρις φησὶν ἢ κατειρωνευόμενοςἝκτορος οὕτω καλέσαντος τὸν Μενέλαον ἢ καὶ καταθέμενος ἀληθευτικῶςτοιοῦτον ἐκεῖνον εἶναι.] (ῃ. 70) Συμβαλεῖν δὲ μάχεσθαι λέγει τὸ συνάψαι εἰςπόλεμον, ἐξ οὗ καὶ ἡ πολεμικὴ συμβολή. ὅτι δὲ καὶ ἐπὶ ὑδάτων ἡ λέξις τοῦσυμβάλλειν τίθεται, φανήσεταί που ἐν τοῖς ἑξῆς. ἐνταῦθα δὲ σημείωσαι καί, ὅτιτὴν ἀμφί πρόθεσιν δοτικῇ συνέταξεν εἰπών· «ἀμφ' Ἑλένῃ καὶ κτήμασιν», ὡςεἴπερ εἶπεν ἐπὶ τῇ Ἑλένῃ καὶ τοῖς κτήμασιν, ἢ ἀντιπτωτικῶς περὶ Ἑλένης καὶ κτημάτων. Ἰστέον δὲ καί, ὅτι πολεμήσουσιν Ἀλέξανδρος καὶ Μενέλαος, ἵνα ὁ μὲν λάβῃ, ἃ ἀφῄρηται, καὶ κρατήσῃ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 375

χρυσῷ καταπράττεται, ᾧ καὶ Ζεὺς τὴν ∆ανάην χειροῦται. [Καθὰ καὶ ἑτέρα τις γυνὴ διὰ

ἵππον προὔδωκε τὸ κάλλος,ὡς ἡ τοῦ Πειριθόου μήτηρ, καί τις διὰ κύκνον, ὡς ἡ Λήδη

ὑποπτεύεται, καὶἄλλη διὰ βοῦν, ὡς ἡ Εὐρώπη. καὶ κύων δὲ εὐγενὴς ὑπηγάγετό τινα εἰς

ὅμοιονπάθος, ὁποία τις ἡ τοῦ Τρωϊκοῦ Φοινοδάμαντος, ἣν Κρημισσὸς ὁ ποταμὸςλέγεται

ζεῦξαι λέκτροις «ἰνδαλθεὶς κυνί». καὶ τοιαῦτα μὲν καὶ ταῦτα.] Ἡ δὲγραμματικὴ Ἱστιαῖα

πεδίον εἶναί φησι χρυσοῦν καλούμενον, ἐν ᾧ χρυσῆς 1.607 Ἀφροδίτης ἱερὸν καὶ τιμή.

Θεόκριτος δὲ μεταλαβὼν τὸ νόημα χρυσῷ παίζουσανἈφροδίτην φησί. [(ῃ. 65) Τὸ δὲ

ἀπόβλητον λέγοιτ' ἂν καὶ ἔκβλητον κατὰ τὸ»νέκυες κοπρίων ἐκβλητότεροι». ἔκβλητον

δέ γε καὶ τὸ θαλάσσης ἔκβρασμαπαρ' Εὐριπίδῃ· καὶ βρέφος δὲ ἔκβλητον τὸ ἔκθετον, ὡς

ἔξω που καὶ αὐτὸβαλλόμενον.] (ῃ. 60 ετ 63) Ἔτι ἰστέον καί, ὅτι τὸ «αἰεί τοι κραδίη

πέλεκυς ὥς ἐστιν ἀτειρής» καὶ τὸ «αἰεί τοι ἐν στήθεσσιν ἀτάρβητος», ἤτοι ἄφοβος,»νόος

ἐστί» πρὸς ἀνδρεῖον καὶ ὑπομενετικὸν ἄνδρα ῥηθήσεται, πρὸς ὁποῖον δήτινά φησιν

αὐτὰ καὶ Ἀλέξανδρος, οἷα, ὡς ἐφάνη, ὀνειδισθεὶς εἰς μαλακότητα καὶδιὰ τοῦτο

κολακεύων καὶ μονονουχὶ λέγων, ὅτι οὐδεὶς ὅμοιός σοι οὐδ' ἔστι τινὰσυγκριθῆναί σοι.

οὐ γὰρ κατ' ἄνθρωπον καὶ σοὶ ἡ καρδία, ἀλλὰ πελέκει ἀεὶἔοικεν ἀτειρεῖ καὶ τμητικῷ. διὸ

οἱ μὲν ἄλλοι ταρβοῦμεν καὶ φεύγομέν ποτε, σοὶδὲ ἀτάρβητος ὁ νοῦς. σώφρων οὖν ὁ

Ἀλέξανδρος, εἴγε τὴν προρρηθεῖσαν εἰςαὐτὸν ὕβριν ἐπαίνοις ἀμείβεται. δέδιε γὰρ τὸν

Ἕκτορα τραχυνόμενον, ἐπεὶ παρ'ἐκείνῳ ἦν λῦσαι τὸν πόλεμον εἴτε καὶ μή. καὶ αὐτὸς ἦν

Τρώων πρόμαχος. δῆλονδέ, ὡς μαλακτικὸν ὁ ἔπαινος. διὸ καὶ Ἕκτωρ ἐπαινεθεὶς

ἱλαρύνεται καὶ ὁ νῦνθάνατον τῷ ἀδελφῷ ἐπαρώμενος ὅμως ἡττώμενον οὐ προδίδωσιν,

ἀλλὰ φιλάδελφος δείκνυται. Ἰστέον δέ, ὅτι καὶ ἐν τοῖς ἑξῆς που κεῖταί τις

κολακείαὁμοία τῇ κατὰ τὸν Πάριν, ἔνθα ὁ ∆ιομήδης ἐν τῷ ἀφυλάκτως ὑπνοῦν

σκωφθεὶςὑπὸ Νέστορος ὕπεισιν ἐκεῖνον κολακευτικῶς, ἀμήχανον προσειπὼν καὶ

πόνουοὔποτε λήγειν εἰδότα. Ἔτι ἰστέον καί, ὅτι τὸ «οὔ τοι ἀπόβλητά ἐστι θεοῦἐρικυδέα

δῶρα, ὅσα κεν αὐτὸς δῷ» καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται, χρήσιμόν ἐστιτῷ ὀνειδιζομένῳ

ἐπὶ θεοσδότῳ τινὶ ἀγαθῷ, ὥσπερ καὶ ἐνταῦθα Ἀλέξανδροςμέμφεται τὸν Ἕκτορα

ὀνειδίζοντα τοῦτον ἐπὶ δώροις, οἷς θεὸς δέδωκεν. (ῃ.68–70) Ὅτι ἐν τῷ «ἄλλους μὲν

κάθισον Ἀχαιούς τε Τρῶάς τε, αὐτὰρ ἔμ' ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον συμβάλετ'

ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσιμάχεσθαι» τὸ μέν «κάθισον» μεταβατικὸν κεῖται ῥῆμα

κατὰ τὸ πλούτισον καὶσωφρόνισον ἄλλον. ἔστι δὲ ὅτε καὶ ἀμετάβατόν ἐστιν, ὡς καὶ

προδεδήλωται,οἷον καθίζω ἀντὶ τοῦ καθέζομαι. τὸ δέ «ἐν μέσῳ» τὸ στενὸν δηλοῖ τὸ

μεταξὺτῶν δύο στρατευμάτων. καὶ ἐπιμένει τῇ τοιαύτῃ λέξει ὁ ποιητὴς διὰ τὸ μὴἔχειν

ὄνομα καιριώτερον. τοῦτο δὲ οἱ μεθ' Ὅμηρον μεταίχμιόν φασιν, οἱονεὶμεσαίχμιόν τι ὄν,

Ἀττικῇ τροπῇ τοῦ ˉσ εἰς ˉτ, ὡς καὶ μεσόριον, μεθόριον. ἀπ'αὐτοῦ δὲ καταχρηστικῶς

μεταίχμιον καὶ τὸ ἁπλῶς μεταξὺ δύο τινῶν, ὡς εἴ τιςεἴποι ἐν μεταιχμίῳ δύο φροντίδων

εἶναι. τὸ δὲ τοιοῦτον στενόν, ἤτοι μεταίχμιον, 1.608 καὶ οὕτω φράζει ὁ ποιητής· «ὀλίγη

δ' ἦν ἀμφὶς ἄρουρα». Βαρβαρικὸν δὲ εἶναίφασιν οἱ παλαιοὶ τὸ μονομαχεῖν, ὅπερ Ὅμηρος

περιφράζων οἴους μάχεσθαίφησιν. [(ῃ. 69) Ἀρηΐφιλον δὲ τὸν Μενέλαον ὁ Πάρις φησὶν ἢ

κατειρωνευόμενοςἝκτορος οὕτω καλέσαντος τὸν Μενέλαον ἢ καὶ καταθέμενος

ἀληθευτικῶςτοιοῦτον ἐκεῖνον εἶναι.] (ῃ. 70) Συμβαλεῖν δὲ μάχεσθαι λέγει τὸ συνάψαι

εἰςπόλεμον, ἐξ οὗ καὶ ἡ πολεμικὴ συμβολή. ὅτι δὲ καὶ ἐπὶ ὑδάτων ἡ λέξις

τοῦσυμβάλλειν τίθεται, φανήσεταί που ἐν τοῖς ἑξῆς. ἐνταῦθα δὲ σημείωσαι καί, ὅτιτὴν

ἀμφί πρόθεσιν δοτικῇ συνέταξεν εἰπών· «ἀμφ' Ἑλένῃ καὶ κτήμασιν», ὡςεἴπερ εἶπεν ἐπὶ

τῇ Ἑλένῃ καὶ τοῖς κτήμασιν, ἢ ἀντιπτωτικῶς περὶ Ἑλένης καὶ κτημάτων. Ἰστέον δὲ καί,

ὅτι πολεμήσουσιν Ἀλέξανδρος καὶ Μενέλαος, ἵνα ὁ μὲν λάβῃ, ἃ ἀφῄρηται, καὶ κρατήσῃ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

375

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!