18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εὔμορφος μὲν γὰρ ἡεὐπρόσωπος, εὐειδὴς δὲ ἡ κατὰ πᾶν τὸ ἐκτὸς καλὴ καί, ὡς εἰπεῖν, εὖ

ἔχουσαφυῆς, ὅπερ ἐστὶ περικαλλὴς ἐν συμμετρίᾳ μελῶν καὶ μερῶν.] Καὶ ὅτι

Ὅμηροςπρῶτος εἰς ταὐτὸν ἄγει τὸ εὖ καὶ τὸ ἄριστον εἰπὼν κατὰ σχῆμα πολυωνυμίας

εὐειδῆ μὲν τὴν Ἑλένην, ἄριστον δὲ εἶδος τὸν Ἀλέξανδρον. Ἰστέον δέ, ὅτιτὸ μέν «ἐν

ποντοπόροις ναυσίν» ἄκυρον ἔχει προσθήκην, περὶ ἧς ἐν τῇ ηʹῥαψῳδίᾳ ῥηθήσεται. τὸ δὲ

ἐπιπλώσας γίνεται μὲν ἐκ τοῦ πλώω, δισυλλάβουῥήματος, εὕρηται δὲ ἀλλαχοῦ ἐπιπλώς

κατὰ ἀποκοπήν. (ῃ. 46) Τὸ δέ «τοιόσδεἐών» ἀνεκφάντως καὶ οἷον μυστικῶς λεχθὲν διὰ

θυμικὴν γοργότητα πολλὴν καί,ὡς εἰπεῖν, ἄρρητον ἐμφαίνει τοῦ Πάριδος οὐθένειαν,

ὥσπερ τὸ «οἵου ἀνδρὸςἔχεις παράκοιτιν» πολλὴν ἐκ τοῦ ἐναντίου ὑποδηλοῖ τοῦ

Μενελάου καὶ ἀνέκφραστον περιφάνειαν. (ῃ. 47) Ἐρίηρες δὲ ἑταῖροι οἱ ἄγαν ἀρηρότες ἢ

ἐραστοί.(ῃ. 48) Περὶ δὲ τοῦ ἀνάγειν, ὅτι ἐπὶ τῶν ἀναπλεόντων λέγεται,

πολλαχοῦφαίνεται. (ῃ. 49) Ἀπία δὲ γῆ κἀνταῦθα, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ, ἡ

ἄποἀφεστῶσα καὶ ἀλλοδαπὴ καὶ, ὡς ἂν εἴποι τις Ὁμηρικός, τηλοῦ ἀπὸ Τροίας,κατὰ δὲ

ἄλλους φάναι ποιητάς, ἡ τηλουρός. οἱ μέντοι νεώτεροι τὴν Πελοπόννησόν φασιν ἀπό

τινος Ἄπιδος ἢ Ἄπεως, περὶ οὗ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται. Νυὸς δὲ ὄνομα

συγγενικόν, ὅ ἐστι νύμφη, δηλοῦν συμβολικῶς οὕτωμαχήσασθαι προθύμως τοὺς

Ἀχαιοὺς ὑπὲρ Ἑλένης, ὡς ἀδελφοὺς ὑπὲρ νύμφης, οἷα τῷ Μενελάῳ προσφερομένους

ἀδελφικῶς διὰ τὸ φιλάλληλον. [Ἰστέον δέ,ὡς, εἴ τις ἐρεῖ ἀπὸ τῆς λεχθείσης νυοῦ καὶ

νύμφην λέγεσθαι τὴν ἀναφανεῖσαν 1.604 νυόν, οὐκ ἂν εἴποι τι ψεκτόν.] Τὸ δέ «ἀνδρῶν

αἰχμητάων» καὶ τὰ ἑξῆς αὐξητικάεἰσι τοῦ παρόντος κακοῦ, πολυειδοῦς ὄντος, εἴγε δι'

αὐτὸ καὶ τὸν αὐτοῦ αἴτιον Πάριν μὴ μόνον αὐτὸς κατηφιᾷ τῶν δυσμενῶν χαιρόντων,

ἀλλὰ καὶ ὁ πατήρ, ὃνγηρωκομεῖν ὤφειλε, πῆμα ἔχει, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ μέγα, σὺν

αὐτῷ δὲ καὶ ἡπᾶσα βασιλικὴ συγγένεια, ἔτι δὲ καὶ ὁ δῆμος. τούτου γὰρ δηλωτικὸν εἶναι

δοκεῖτὸ ποληΐ τε παντί τε δήμῳ, ἵνα πανώλεθρον εἴη τὸ κακόν. (ῃ. 52 ς.) Ἐντούτοις δὲ

καὶ τὸ «τοιόσδε ἐών» ὑφερμηνεύων ὁ Ἕκτωρ ἐρωτᾷ σφοδρῶς τὸνἀδελφόν· «οὐκ ἂν δὴ

μείνειας ἀρηΐφιλον Μενέλαον», οἱονεὶ καταψηφιζόμενοςαὐτοῦ ἤδη τὴν ἧτταν. διὸ καὶ

ἐπάγει πρὸς πλείω σαφήνειαν ἀσυνδέτως πάλινκατὰ θυμόν· «γνοίης ἂν οἵου φωτὸς

ἔχεις θαλερὴν παράκοιτιν». Καὶ ὅρακἀνταῦθα τὸ «οἵου» ἀσαφῶς μὲν καὶ αὐτὸ ῥηθέν,

ἑρμηνευθὲν δὲ ὅμως διὰ τοῦ»ἀρηΐφιλον Μενέλαον», καὶ ἑξῆς δὲ διὰ τοῦ «οὐκ ἄν τοι

χραίσμῃ κίθαρις» καὶτὰ καὶ τά, ὡς μὴ χρεὼν ὂν τὸν τοῦ κιθαρίζειν ἀσκητὴν ἀρηϊφίλῳ

μάχεσθαι.(ῃ. 55) Τὸ δέ «ἐν κονίῃσι μιγείης» ἢ ἀντὶ τοῦ θάνῃς ἢ ἀντὶ τοῦ ὅτε

ἀντικαταστῇςεἰς μάχην τῷ Μενελάῳ. Κονίεσθαι γὰρ τὸ ἀγωνίζεσθαι, ὅθεν καὶ κονίστρα

[ἡκατὰ τὴν παλαίστραν μάλιστα παρὰ τοῖς ὕστερον, παρ' οἷς καί τις κόνις ἦνἐξαίρετος

τοῖς παλαίουσι. καὶ ἀλίζειν ἐλέγετο τὸ ἐν κόνει κυλίεσθαι, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ. ἢ

ἄλλως κόνει φύρεσθαι, ὅθεν καὶ ἀλινδήθρα παρ' αὐτοῖςκυρίως μὲν ἡ κατὰ πάλην

κονίστρα, τροπικῶς δὲ καὶ ἡ ἐν λόγοις, ὡς τὸ «ἀλινδήθρας ἐπῶν».] Ἰστέον δέ, ὡς

Ὅμηρος μὲν κονίην λέγει τὴν ἁπλῶς κόνιν, οἱ δὲ μεθ' Ὅμηρον τὴν τίτανον, ἐξ ἧς καὶ ἡ

ἐλαιοκονία σύγκειται [καὶ ῥῆμα γίνεταισυζυγίας δευτέρας κονιῶ κονιάσω, ἐξ οὗ καὶ

τάφος καὶ τοῖχος κεκονιαμένος,]καὶ ὅτι Πίνδαρος, ζηλώσας «νίκῃ μίγνυσθαι» λέγει τὸ

νικᾶν καὶ «ἔργῳ μίγνυσθαι» τὸ ἐργάζεσθαι καὶ ἕτερα τοιαῦτα. (ῃ. 59) Ὅτι συνετοῦ

ἀνδρὸς τὸ τὰςδικαίας ἐπιτιμήσεις ῥᾴδιον φέρειν. Ἀλέξανδρος οὖν ἐπιτιμηθεὶς ὑπὸ

τοῦἀδελφοῦ φησι· «Ἕκτορ, ἐπεί με κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν» καὶ 1.605

ἑξῆς. τοῦτο δὲ πᾶς ἂν εἴπῃ δικαίως πρός τινος ἐπιτιμώμενος. ἰδοὺ τοίνυνεὕρηται καὶ

ἑτέρα τις Ἀλεξάνδρου ἀρετή, ἡ σύνεσις, ὅτι κατ' Εὐριπίδην»σύνοιδε δεινὰ εἰργασμένος».

ἄκρως δὲ αἴσιον τὸ τοῦ ἀδελφοῦ σκῶμμα ὁ Πάριςεἶναι φιλαλήθως δηλοῖ, οὐ μὴν πῇ μὲν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

373

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!