18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

κιθάρα, καὶ ἔστιν ἴσως Αἰολικόν. διὸ καὶπροπαροξύνεται κατὰ τὸ ἑορτή ἔροτις. τοιοῦτόν

τι καὶ τὸ αὐλή αὖλις, ἔτι δὲ καὶτὸ χαρά χάρις. [Ὅτι δὲ τὸ σπουδαίως κιθαρίζειν ἐφιλεῖτο

τοῖς παλαιοῖς, δηλοῦσιμυρίοι καὶ τῶν μεθ' Ὅμηρον, μαρτυρεῖ δὲ καὶ ἡ κωμικὴ ποίησις,

ἔτι δὲ καὶ ἡτραγική, ἐν ᾗ προλάμπων Σοφοκλῆς περιᾴδεται οὐ μόνον δεινὸς εἶναι

σφαιρίσαι,ὡς ἡ κατ' αὐτὸν ἐδήλωσε δραματικὴ Ναυσικάα, καθὰ καὶ ἐν τοῖς εἰς

τὴνὈδύσσειαν δηλοῦται, ἀλλὰ καὶ κιθαρίζειν ἄκρος, οὕτω δὲ καὶ ὀρχεῖσθαι καὶ 1.602

χορεύειν.] Ἰστέον δέ, ὅτι τινὲς μὴ εὑρόντες Ἀλέξανδρον παρὰ τῷ ποιητῇ κιθαρίζοντα

μεταγράφουσι κίδαρις ἀντὶ τοῦ κίθαρις· ἔστι δὲ πίλου γένος ἡκίδαρις, ἅπαξ, φασί,

ῥηθεῖσα ἐνταῦθα τῷ ποιητῇ, λέγοντες καὶ ἄλλα εἶναι ἅπαξλεγόμενα παρ' Ὁμήρῳ τε καὶ

ἄλλοις. Ὀππιανὸς οὖν λατύσσεσθαι πτερυγίοις ἰχθύας φησὶ καὶ ἔλαφον πτώσσειν

ἠλέματον. Αἰσχύλος δὲ ὀβρίκαλά φησι τοὺςλεοντιδεῖς καὶ βαλῆνα τὸν βασιλέα ἐν τῷ

«βαλὴν ἀρχαῖος βαλήν». [γλώσσης δὲτοῦτο, ἐξ οὗ καὶ ὄρος Βαλιναῖον, ὅ ἐστι βασιλικὸν

παρὰ Πλουτάρχῳ ἐν τῷ Περὶποταμῶν.] Λυκόφρων δὲ σίγυμνον ἢ σίγυννον, ὡς ἐν

Βοιωτίᾳ ἐρρέθη, τὸὁλοσίδηρόν φησιν ἀκόντιον. Εὐριπίδης δὲ ἆπος οὐδετέρως τὸν

κάματον ἔφη καὶ»ἐπεζάρει Σφίγξ» ἀντὶ τοῦ ἐπεβάρει, καθ' ὁμοιότητα τοῦ

βέρεθρονζέρεθρον, καὶ κατακονάν ὀνοματικῶς τὴν διαφθορὰν ∆ωρικώτερον ἢ

κατακονᾶνῥηματικῶς τὸ καταθήγειν. καὶ «ῥόπτρον» δέ, φησί, «δίκης ἔπαισέ

τινα»,ἤγουν θεόθεν τιμωρία, ὡς ἀπὸ τοῦ ῥόπτρου, ὅπερ ἐστὶ κατὰ τοὺς παλαιοὺςπλῆγμα

ἢ ῥόπαλον ἢ καὶ ἄλλως πάγη, ῥομφαία, εἶδος ξίφους ἢ ἐπίσπαστρον.διὸ Λυσίας κρίκον

θύρας αὐτὸ εἶναι δηλοῖ ἐν τῷ «ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρουτοῦ ἱεροῦ», κατὰ

Ἀνδοκίδου ἐν τῷ Περὶ ἀσεβείας τοῦτο εἰπών. [λέγει δὲ καὶ Πίνδαρος ἐν Ὀλυμπιονίκαις

καινῶς αἶτος τὸ ἐνδιαίτημα, οἷον «∆ιὸς αἴτει πανδόκῳ».] Πολλαὶ δὲ καὶ ἄλλαι μονήρεις

λέξεις πολλαχοῦ σεσημείωνται,τυχὸν μὲν ἐπιτηδευόμεναι, ἴσως δὲ καὶ ἄλλως

ἀναγκαίως τιθέμεναι πρὸςμέτρου χρείαν ἢ πολυμαθείας ἔνδειξιν. (ῃ. 55) Ἰστέον δὲ καί,

ὅτι πολλαχοῦἔστιν ἐκ τῶν αὐτῶν καὶ ἔπαινον καὶ ψόγον σοφιστικῶς πορίζεσθαι, εἴγε

καὶ ἡκόμη σεμνύνει μὲν τούς, ὡς ἐρρέθη, καρηκομόωντας Ἕλληνας, εἰς ὕβριν δὲ

τῷἈλεξάνδρῳ ἐπανθεῖ. κομᾶν μὲν γὰρ οὐ γυναικεῖον οὐδ' ἐξ ἀνάγκης ἐπαφρόδιτον,ὅτι

μηδὲ λέων χαίτην τρέφων πρὸς μόνον κάλλος εὐθετίζεται, ἀλλὰ καὶ δι' αὐτῆςἐπαύξει τὸ

φοβερόν. κόμην δὲ ἔχειν καὶ εὔκομον εἶναι γυναικικώτερόν ἐστι.διὸ καὶ ὁ Πάρις

ὀνειδίζεται ὡς κόμην ἔχων οὐ κατὰ τοὺς καρηκομόωνταςἈχαιούς, οὐδὲ ὁποίαν ἔχοι ἂν

Ἀπόλλων ἀκερσεκόμης, ἀλλὰ ἠΰκομος γυνή. (ῃ. 46–8) Ἐν δὲ τοῖς γραφεῖσιν Ὁμηρικοῖς

ὅρα τὸ ῥηθὲν καίριον ἀσύνδετον1.603 σχῆμα θυμῷ καὶ ἀγωνίᾳ πρέπον καὶ πάνυ

σφοδρὸν κατά τε τὰς ἐννοίας καὶ τὰκομματικὰ σχήματα καὶ τὸν τῆς ἐρωτήσεως

ἔλεγχον, τὸ «ἆρα τοιόσδ' ἐὼν ἐνποντοπόροισι νέεσσι πόντον ἐπιπλώσας, ἑτάρους

ἐρίηρας ἀγείρας, μιχθεὶςἀλλοδαποῖσι, γυναῖκα εὐειδέα ἀνῆγες;» τέσσαρας γὰρ

ἀσυνδέτους ἔφη μετοχὰςγοργῶς τὸν λόγον μεταχειρισάμενος. οὕτω καὶ πρὸ ὀλίγου ἔφη

ἐν τῷ «μεγάλῳἐπὶ σώματι κύρσας εὑρὼν ἢ ἔλαφον ἢ αἶγα πεινάων». καὶ ἐκεῖ γὰρ τρεῖς

μετοχαὶ κεῖνται γοργότερον δίχα συνδέσμου συνεπιτρέχοντος οἷον τοῦ ποιητοῦ

τῇσπουδῇ τοῦ λέοντος. Σημείωσαι δὲ καί, ὅπως ἐν τοῖς ῥηθεῖσιν εἰς ταὐτὸν ἄγειτῇ

Ἑλένῃ τὸν Πάριν ὁ Ἕκτωρ. ἐκεῖνόν τε γὰρ εἶδος ἄριστον λέγει καὶ τὴν Ἑλένην δὲ

εὐειδέα καὶ ἐξ Ἀφροδίτης δὲ αὐτὸν ἔφη λαβεῖν τό τε εἶδος καὶ τὴν κόμην, ὃ καὶ τῇ

Ἑλένῃ ἂν πρέποι ῥηθῆναι, ἥτις δι' αὐτὸ καὶ εὔκομος λέγοιτ'ἄν. Ἕλληνες μέντοι οὐχ'

οὕτω καρηκομόωντες, ὡς καὶ προσεχῶς γέγραπται.(ῃ. 48) Σημείωσαι δὲ καί, ὅτι

διαφορὰν ἔχει τὸ εὐειδής καὶ τὸ θεοειδής,εἴπερ ἀνδράσι μὲν τὸ θεοειδές, γυναιξὶ δὲ τὸ

εὐειδές ἐπιλέγεται. [καὶ ὅτιδιαφέρετον κατὰ τοὺς παλαιοὺς εὔμορφος καὶ εὐειδής·

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

372

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!