18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πάσχοντα γυναιμανῆ λέγει ὁμοίωςτῷ ἱππομανής, χρυσομανής, ὧν πρὸς ὁμοιότητα καὶ ἡ

ἐρωμανία εἴρηται.[∆ῆλον δ' ὅτι ταὐτὸν γυναιμανῆ τινα καὶ θηλυδρίαν καὶ λάγνον καὶ

γύννιν προσειπεῖν. καθολικώτερον δὲ τὸ γυναιμανής τοῦ παρθενοπίπης, ὃς ἐν

ἄλλοιςκεῖται, ὡς καὶ τοῦ πυρροπίπης ὁ παιδοφίλης, οἳ σκώπτονται σφοδρότερον,καθὰ

καὶ ὑπὸ Πριάμου οἱ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων ἁρπακτῆρες. εἴη δ' ἂνὅμοιος τοῖς οὕτω

σκωπτομένοις, ἔνθα εὔξατο ἔχειν τι παιδὸς ἐφολκὸν καὶ Καλλίμαχος. γυνὴ δὲ ἀνδράσιν

ἐπιμαινομένη ἄλλως μὲν δριμέως φίλανδροςἐκλήθη σεμνότερον, ἡ δὲ κωμῳδία τὴν

τοιαύτην ἀνδρεράστριαν σκώπτει. ὡςδὲ οὐκ ἔστι τὸν γυναιμανῆ ἀπὸ τῆς γύναι κλητικῆς

συντεθεῖσθαι, ὅ τινες ᾠήθησαν,καὶ ἐπὶ τοῦ Βακχέβακχος καὶ Ἀργεϊφόντης καὶ τῶν

ὁμοίων ὁ Χοιροβοσκὸςδείκνυσι πρὸς ἀκρίβειαν.] (ῃ. 40) Τὸ δέ «ὄφελες ἄγονός τε εἶναι

καὶ ἄγαμοςἀπολέσθαι» οἰκεῖον μὲν ἐπιφώνημα ἀνθρώπῳ φαύλῳ καὶ ἐπὶ κακῷ κοινῷκαὶ

γεννηθέντι καὶ γεγαμηκότι. εὐχὴ δέ ἐστιν ἀδυνάτως ἔχουσα τελεσθῆναι,ὁποῖα πολλὰ

εὔχονται οἱ ὀργιζόμενοι. πῶς γὰρ οἷόν τε τὰ ἤδη γενόμενα μὴ γενέσθαι; οὕτω καὶ ἐν

τοῖς ἑξῆς ἡ Ἑλένη θανεῖν ὀφείλειν εἶπεν, ὅτε ἡρπάγη,λέγουσα «ὡς ὄφελε θάνατός μοι

ἀδεῖν» καὶ τὰ ἑξῆς. ταὐτὸν δὲ εἰπεῖν κοινῶςὤφειλες καὶ Ἰωνικῶς ὄφελες. [Ἐκτείνεται

δὲ ἡ λήγουσα τοῦ ὄφελες λόγῳ κοινῆς συλλαβῆς πρὸς θεραπείαν τῆς τοῦ στίχου

λαγαρότητος, ὥσπερ καὶ ἐντοῖς ἑξῆς τὸ ὁμηγερέες ἐν τῷ «πάντες ὁμηγηρέες» μακρὰν

ἔχει κατάληξιν.]Ἄγονος δὲ κοινότερον μὲν ὁ μὴ γεννῶν, νῦν δὲ ἄλλως ὁ μὴ γεννηθείς.

[ὁ δέ γεμὴ γεννῶν ἄσπερμος ἂν Ὁμηρικῶς ῥηθείη κατὰ τὸ «ἄσπερμος γενεή».] Τὸ

δὲἔμεναι νῦν μὲν ἁπλοῦν ἔχει τὸ ˉμ καὶ μετ' ὀλίγα ἐν τῷ «λώβην τ' ἔμεναι», κατωτέρω

δὲ διπλάζει αὐτὸ ἐν τῷ «πρόμον ἔμμεναι» καὶ ἔστι πλείων ἡ χρῆσις αὕτηπανταχοῦ.

Ἰστέον δὲ καί, ὅτι λέγεται ∆ιονύσιον τὸν σκυτοβραχίονα ἱστορεῖν ∆άρδανον παῖδα

Ἑλένης καὶ Παρίδος, ὅς, φασί, καὶ προφέρει μετὰ τὸ «ἄγαμός τ' ἀπολέσθαι» στίχον

τοῦτον· «μηδέ τι γούνασιν οἷσιν ἐφέσσασθαι φίλον υἱόν, ∆άρδανον», ὡς εἶναι ἴσως

οὕτως εὔλογον νοηθῆναι τὸ «ἄγονός τε εἶναι ἄγαμός 1.601 τ' ἀπολέσθαι» κατὰ σχῆμα

ὑστερολογίας ἤτοι πρωθύστερον, ἀντὶ τοῦ μήτε εἰςγάμον ἐλθεῖν μήτε παῖδα ἐκεῖθεν

σχεῖν τόν, ὡς ἐρρέθη, ∆άρδανον. (ῃ. 41) Τὸ δέ»καὶ βουλοίμην καὶ κέρδιον ἂν ἦν» πρὸς

διαστολὴν κεῖται τῶν βουλομένωνμέν τι, μὴ κερδαλέον δέ. (ῃ. 42) Ὁ δὲ ὑπόψιος ἢ τὸν

ἐπονείδιστον δηλοῖ καὶὕποπτον, ὅν τινες ὑποβλέπονται ὑπόδρα ὁρῶντες διὰ τὸ μῖσος, ἢ

τὸν τοὺςἄλλους ὑποβλεπόμενον διὰ δειλίαν. τινὲς δὲ γράφουσιν ἐπόψιον, τὸν ἐν

ὄψεσιπάντων ἀσχημόνως φυγόντα. κυρίως μέντοι ἐπόψιον ἐπὶ τόπου λέγεται

ὑψηλοῦ.(ῃ. 44) Τὸ δέ «φάντες» φίλη λέξις τοῖς ποιηταῖς. τὸ μέντοι φάμενοι καὶ

κοινόνἐστιν Ἀττικῶς. [ταύτης τῆς ἀκολουθίας καὶ τὸ ἔφη καὶ ἔφατο καὶ τὸ φῆ καὶφάτο.]

(ῃ. 45) Ἰστέον δὲ καί, ὅτι ἐπὶ εὐειδοῦς ἄφρονος καλὸν εἰπεῖν τὸ «καλὸνεἶδος, ἀλλ' οὐκ

ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή». βίαν δὲ φρενῶν τὴν φρόνησινλέγει. ὅτε μέντοι

συνθέτως ἐκ φρενῶν καὶ ἀλκῆς ὁ ἀλκίφρων ῥηθείη, τότε συντομίας λόγῳ ἡ λέξις τὸν

καὶ ἀνδρεῖον καὶ φρόνιμον ὑποδηλοῖ. ἐνταῦθα δὲ σημειωτέον καί, ὅτι πᾶν σωματικὸν

πλεονέκτημα δίχα ψυχικῆς ἀρετῆς ἀχρεῖόν ἐστι.τί οὖν ὄφελος Ἀλεξάνδρῳ, εἴπερ εἶδος

ἄριστος ὢν καὶ καλὸν εἶδος ἔχων καὶκόμην–Ἀφροδίτης δὴ ταῦτα δῶρα διὰ τὸ ἐν αὐτοῖς

ἐπαφρόδιτον–ἀχρεῖοςτἆλλά ἐστιν, οὔτε βίην ἔχων φρεσὶν οὔτε ἀλκήν; Βελλεροφόντῃ

μέντοι, κατ'ἄμφω καλῷ ὄντι, οὐκ Ἀφροδίτη ἀλλὰ θεοὶ κάλλος καὶ ἠνορέην ἔδωκαν, ὡς

ἐρεῖὁ ποιητὴς ἐν τοῖς ἑξῆς. (ῃ. 54) Καὶ κίθαρις δέ, ἡ μὲν τοῦ Πάριδος μωμητή, ἡδὲ τοῦ

Ἀχιλλέως ἐπαινετὴ ἀείδουσα κλέα ἀνδρῶν, ὡς καὶ ἡ Ὁμήρου ποίησις. καὶ αὐτὴ γὰρ

ἀνδρῶν ἀείδει κλέα. κίθαρις δὲ γίνεται μὲν παρὰ τὸ κινεῖν ἢκεύθειν ἔρωτας κατὰ τοὺς

παλαιούς. Κυθερείας γὰρ ὑπόκειται εἶναι δῶρον ὡςἀφροδίσιον, παρωνόμασται δὲ ἐκ τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

371

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!