Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

κακὸν τοῦ Πάριδος καὶ ἅμα καταδημαγωγῶν τοὺς ἀκροατὰς πολίταςφησίν· «ἀλλὰ μάλα Τρῶες δειδήμονες», ἤτοι εὐλαβεῖς τὸ ἦθος, «ἦ τέ κεν ἤδηλάϊνον ἕσσο χιτῶνα», ἤγουν λίθινον ἂν ἐνεδέδυσο ἱμάτιον, λίθοις δηλονότιχωσθείς, «κακῶν ἕνεκα», φησίν, «ὅσα ἔοργας». πάνυ οὖν αὐστηρὸς ὁ λόγοςἐνταῦθα τῷ Ἕκτορι ὕβρεις ἔχων κατὰ τοῦ ἀδελφοῦ, ἀράς, ἐλέγχους, καταφοράς.(ῃ. 51) Τὸ δέ «δυσμενέεσσι μὲν χάρμα» ἀποδεικνύει βαρὺ εἶναι τὸ ἐφ' ᾧχαίρουσιν οἱ ἐχθροί. τοῦτο δὲ δηλοῦται καὶ ἐν τῷ «ἦ που καγχαλόωσιν οἱἝλληνες», ὡς προερρέθη, καὶ ἐν τῷ «ἦ κεν γηθήσαι Πρίαμος», ὡς ἐν τῇ αʹῥαψῳδίᾳ εἴρηται. (ῃ. 57) Ἰστέον δέ, ὅτι συμβολικῶς καὶ ὡς ἐν αἰνίγματι εἶπετὸ «λάϊνον ἕσσο χιτῶνα». τὸν γὰρ λιθασθέντα ὥσπερ τι ἱμάτιον ἀμπέχει ὁ τῶν λίθων σωρός. μήποτε δὲ ἄρα ἐντεῦθεν ἔλαβεν ἀφορμὴν ἀστείου λόγου καὶ ὁ εἰπὼντὸ τεῖχος ἱμάτιον πόλεως, καὶ τὸ «ἠέρα δὲ ἕσσασθαι», ἤτοι ἐνδύσασθαι, τὸἩσιόδειον, ἅπερ ὁμοιότητά τινα ἔχει πρὸς τοῦτο τὸ Ὁμηρικόν, καὶ τὸ ταφῆναι δέ τινα γῆν ἂν ἐνδύσασθαι εἴποι τις. οὕτω καὶ ὕδωρ ἀμφιέσασθαι τὸ γενέσθαιὅλον ἐντὸς αὐτοῦ. ὁμοίως καὶ ὕδατα περιβαλέσθαι ποταμοῦ καὶ φῶς ἀναβαλέσθαιἱματίου δίκην καὶ ἄλλα δὲ ὅμοια. Ἰστέον δέ, ὅτι ῥηθήσεταί ποτε ἀστείωςλάϊνον χιτῶνα φορεῖν καὶ ὁ τὰ περιμάργαρα φορῶν καὶ λίθοις τιμίοις κατάπαστος.(ῃ. 56) Ὅρα δὲ καί, ὡς ἐν τῷ «Τρῶες δειδήμονες» Ὅμηρος νοήματα μετεποίησεν οἰκεῖα φθάσαντα ῥηθῆναι. τὸ γὰρ οὐτιδανοῖς ἀνάσσειν τὸν Ἀτρείδην καὶ τὸμεθήμονα καὶ ἄχολον εἶναι τὸν Ἀχιλλέα καὶ τὸ δειδήμονας εἶναι τοὺς Τρῶας 1.599 μιᾶς ἐννοίας συγκροτοῦσιν ὁμοιότητα. εἰ μὴ γὰρ οὐτιδανοὶ οἱ Ἀχαιοὶ καὶ εἰμὴ μεθήμων ὁ Ἀχιλλεὺς καὶ εἰ μὴ δειδήμονες οἱ Τρῶες, οὐκ ἂν τάδε τινὰκακὰ ἐγένοντο. Ὅρα δὲ καί, ὡς τοὺς μὲν Ἕλληνας, εἰ λειποτακτήσαιεν, θανάτῳ ἐτιμῶντο οἱ βασιλεῖς, Ἕκτωρ δὲ τὸν ἀδελφὸν Ἀλέξανδρον λιπόντα τὴν τάξιν σκώμμασι μόνοις ἀναγκαίως ἐδικαίωσεν. (ῃ. 38) Ἰστέον δέ, ὅτι αἰσχρὰἔπη συνήθως οἱ ὀνειδιστικοί, ὅ ἐστι ψεκτικοὶ λόγοι, ὥσπερ ἀνάπαλιν καλὰ ἔπηκαὶ ὡς εἰπεῖν εὐειδῆ τὰ ἐγκωμιαστικά. (ῃ. 39) Τὸ δέ «∆ύσπαρι, εἶδος ἄριστε»,ὅπερ Εὐριπίδης αἰνόπαρίν φησιν, ὡς καὶ τὴν Ἑλένην δυσελένην διὰ τοῦἐξαγγέλου Φρυγός, ἀφορμὴν ἐνδέδωκε τῷ Ἀλκμᾶνι μίξαντι ἀμφότερα εἰπεῖν»δύσπαρις, αἰνόπαρις, κακὸν Ἑλλάδι βωτιανείρῃ». [ὅθεν ἀρχῆς ἐνδοθείσης καὶαἰνελένην ἕτερός τις ἔφη ἀντὶ τοῦ αἰνὴν Ἑλένην.] Καὶ σημείωσαι, ὅτι σύνηθεςτοῖς παθαινομένοις καὶ κατὰ κυρίων ὀνομάτων χωρεῖν, κἂν μὴ εἶεν δυσώνυμα.τί γὰρ χρήσιμον εἰς ψόγον ἄλλως τὸ ∆ύσπαρις, εἰ μὴ ὅτι ἐπὶ κακῷ καὶ ἐγεννήθηκαὶ ἐκλήθη Πάρις. οὕτω καὶ Ἑλένη τὴν Ἴλιον Κακοΐλιον καλεῖ, οὐχ' ὅτι δύσφημον ἢ δυσοιώνιστον τοὔνομα, ἀλλ' ὅτι, φησίν, ἐμοὶ οὐκ ὀνομαστέα.ἀφελεῖς δὲ καὶ γλυκεῖαι καὶ σώφρονες αἱ τοιαῦται ὕβρεις καὶ οὐ πάνυ πικραί.ὁποῖον καὶ τὸ «ἡ Σιδηρώ». γυνὴ δὲ αὕτη θρασεῖα τὸ οἰκεῖον ὄνομα φορεῖ. ἔχειδέ τι καὶ ἀντιθετικὸν τὸ ∆ύσπαρι μετὰ τοῦ εἶδος ἄριστε. μονονουχὶ γάρ φησιν,ὡς ἄλλως μὲν κακέ, καλὲ δὲ ἰδεῖν, οἷα καὶ θεοειδὴς ὤν. τὸ δέ «εἶδος ἄριστε»ὑφ' ἕν τινες ἀναγινώσκουσι μετὰ τοῦ γυναιμανές, ἵνα λέγῃ, ὅτι εἶδος ἄριστεἐπὶ ἔρωτι καὶ ἀπάτῃ γυναικῶν. διὸ καὶ ἐπάγει τὸ «ἠπεροπευτά», ὅ ἐστινἀπατεών, ὅπερ κατὰ τοὺς παλαιοὺς γίνεται ἐκ τοῦ ἥμερος καὶ τοῦ ὄψ ὀπός, ἡφωνή, ἵνα ᾖ ἠπεροπευτὴς οἱονεὶ ἡμεροπευτής, ὁ διὰ ἡμέρου ὀπὸς ὑπαγόμενόςτινα [αἱμυλώτερον, ὃ καὶ τὴν μαστροπὸν παράγει ∆ωρικώτερον. δῆλον γάρ,ὅτι γυνὴ μαστροπὸς πλεονασμῷ τοῦ ἐν μέσῳ σίγμα ἡ ματέρος ὄπα σοφιζομένηἐν τῷ αἱμύλα κωτίλλειν καθ' Ἡσίοδον, ἵνα ᾖ τὸ ἐντελὲς ματεροπός, ὅθενμαστροπός, ἡ καὶ ματρύλλα δι' αὐτό, ἀφ' οὗ καὶ ματρυλλεῖον τὸ πορνεῖον.] Ὁδὲ γυναιμανής ἢ ἐκ τοῦ γυναικομανής συγκέκοπται ἢ ἐκ τοῦ γυνομανής γίνεται 1.600 ὁμοίως τῷ μεσαιπόλιος, περὶ οὗ ἐν τοῖς ἐφεξῆς που δηλωθήσεται. ∆ῆλον δέ, ὅτιὁ ἄκρατος ἔρως μανίᾳ ἔοικε. διὸ τὸν τοῦτο Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 370

πάσχοντα γυναιμανῆ λέγει ὁμοίωςτῷ ἱππομανής, χρυσομανής, ὧν πρὸς ὁμοιότητα καὶ ἡ ἐρωμανία εἴρηται.[∆ῆλον δ' ὅτι ταὐτὸν γυναιμανῆ τινα καὶ θηλυδρίαν καὶ λάγνον καὶ γύννιν προσειπεῖν. καθολικώτερον δὲ τὸ γυναιμανής τοῦ παρθενοπίπης, ὃς ἐν ἄλλοιςκεῖται, ὡς καὶ τοῦ πυρροπίπης ὁ παιδοφίλης, οἳ σκώπτονται σφοδρότερον,καθὰ καὶ ὑπὸ Πριάμου οἱ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων ἁρπακτῆρες. εἴη δ' ἂνὅμοιος τοῖς οὕτω σκωπτομένοις, ἔνθα εὔξατο ἔχειν τι παιδὸς ἐφολκὸν καὶ Καλλίμαχος. γυνὴ δὲ ἀνδράσιν ἐπιμαινομένη ἄλλως μὲν δριμέως φίλανδροςἐκλήθη σεμνότερον, ἡ δὲ κωμῳδία τὴν τοιαύτην ἀνδρεράστριαν σκώπτει. ὡςδὲ οὐκ ἔστι τὸν γυναιμανῆ ἀπὸ τῆς γύναι κλητικῆς συντεθεῖσθαι, ὅ τινες ᾠήθησαν,καὶ ἐπὶ τοῦ Βακχέβακχος καὶ Ἀργεϊφόντης καὶ τῶν ὁμοίων ὁ Χοιροβοσκὸςδείκνυσι πρὸς ἀκρίβειαν.] (ῃ. 40) Τὸ δέ «ὄφελες ἄγονός τε εἶναι καὶ ἄγαμοςἀπολέσθαι» οἰκεῖον μὲν ἐπιφώνημα ἀνθρώπῳ φαύλῳ καὶ ἐπὶ κακῷ κοινῷκαὶ γεννηθέντι καὶ γεγαμηκότι. εὐχὴ δέ ἐστιν ἀδυνάτως ἔχουσα τελεσθῆναι,ὁποῖα πολλὰ εὔχονται οἱ ὀργιζόμενοι. πῶς γὰρ οἷόν τε τὰ ἤδη γενόμενα μὴ γενέσθαι; οὕτω καὶ ἐν τοῖς ἑξῆς ἡ Ἑλένη θανεῖν ὀφείλειν εἶπεν, ὅτε ἡρπάγη,λέγουσα «ὡς ὄφελε θάνατός μοι ἀδεῖν» καὶ τὰ ἑξῆς. ταὐτὸν δὲ εἰπεῖν κοινῶςὤφειλες καὶ Ἰωνικῶς ὄφελες. [Ἐκτείνεται δὲ ἡ λήγουσα τοῦ ὄφελες λόγῳ κοινῆς συλλαβῆς πρὸς θεραπείαν τῆς τοῦ στίχου λαγαρότητος, ὥσπερ καὶ ἐντοῖς ἑξῆς τὸ ὁμηγερέες ἐν τῷ «πάντες ὁμηγηρέες» μακρὰν ἔχει κατάληξιν.]Ἄγονος δὲ κοινότερον μὲν ὁ μὴ γεννῶν, νῦν δὲ ἄλλως ὁ μὴ γεννηθείς. [ὁ δέ γεμὴ γεννῶν ἄσπερμος ἂν Ὁμηρικῶς ῥηθείη κατὰ τὸ «ἄσπερμος γενεή».] Τὸ δὲἔμεναι νῦν μὲν ἁπλοῦν ἔχει τὸ ˉμ καὶ μετ' ὀλίγα ἐν τῷ «λώβην τ' ἔμεναι», κατωτέρω δὲ διπλάζει αὐτὸ ἐν τῷ «πρόμον ἔμμεναι» καὶ ἔστι πλείων ἡ χρῆσις αὕτηπανταχοῦ. Ἰστέον δὲ καί, ὅτι λέγεται ∆ιονύσιον τὸν σκυτοβραχίονα ἱστορεῖν ∆άρδανον παῖδα Ἑλένης καὶ Παρίδος, ὅς, φασί, καὶ προφέρει μετὰ τὸ «ἄγαμός τ' ἀπολέσθαι» στίχον τοῦτον· «μηδέ τι γούνασιν οἷσιν ἐφέσσασθαι φίλον υἱόν, ∆άρδανον», ὡς εἶναι ἴσως οὕτως εὔλογον νοηθῆναι τὸ «ἄγονός τε εἶναι ἄγαμός 1.601 τ' ἀπολέσθαι» κατὰ σχῆμα ὑστερολογίας ἤτοι πρωθύστερον, ἀντὶ τοῦ μήτε εἰςγάμον ἐλθεῖν μήτε παῖδα ἐκεῖθεν σχεῖν τόν, ὡς ἐρρέθη, ∆άρδανον. (ῃ. 41) Τὸ δέ»καὶ βουλοίμην καὶ κέρδιον ἂν ἦν» πρὸς διαστολὴν κεῖται τῶν βουλομένωνμέν τι, μὴ κερδαλέον δέ. (ῃ. 42) Ὁ δὲ ὑπόψιος ἢ τὸν ἐπονείδιστον δηλοῖ καὶὕποπτον, ὅν τινες ὑποβλέπονται ὑπόδρα ὁρῶντες διὰ τὸ μῖσος, ἢ τὸν τοὺςἄλλους ὑποβλεπόμενον διὰ δειλίαν. τινὲς δὲ γράφουσιν ἐπόψιον, τὸν ἐν ὄψεσιπάντων ἀσχημόνως φυγόντα. κυρίως μέντοι ἐπόψιον ἐπὶ τόπου λέγεται ὑψηλοῦ.(ῃ. 44) Τὸ δέ «φάντες» φίλη λέξις τοῖς ποιηταῖς. τὸ μέντοι φάμενοι καὶ κοινόνἐστιν Ἀττικῶς. [ταύτης τῆς ἀκολουθίας καὶ τὸ ἔφη καὶ ἔφατο καὶ τὸ φῆ καὶφάτο.] (ῃ. 45) Ἰστέον δὲ καί, ὅτι ἐπὶ εὐειδοῦς ἄφρονος καλὸν εἰπεῖν τὸ «καλὸνεἶδος, ἀλλ' οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή». βίαν δὲ φρενῶν τὴν φρόνησινλέγει. ὅτε μέντοι συνθέτως ἐκ φρενῶν καὶ ἀλκῆς ὁ ἀλκίφρων ῥηθείη, τότε συντομίας λόγῳ ἡ λέξις τὸν καὶ ἀνδρεῖον καὶ φρόνιμον ὑποδηλοῖ. ἐνταῦθα δὲ σημειωτέον καί, ὅτι πᾶν σωματικὸν πλεονέκτημα δίχα ψυχικῆς ἀρετῆς ἀχρεῖόν ἐστι.τί οὖν ὄφελος Ἀλεξάνδρῳ, εἴπερ εἶδος ἄριστος ὢν καὶ καλὸν εἶδος ἔχων καὶκόμην–Ἀφροδίτης δὴ ταῦτα δῶρα διὰ τὸ ἐν αὐτοῖς ἐπαφρόδιτον–ἀχρεῖοςτἆλλά ἐστιν, οὔτε βίην ἔχων φρεσὶν οὔτε ἀλκήν; Βελλεροφόντῃ μέντοι, κατ'ἄμφω καλῷ ὄντι, οὐκ Ἀφροδίτη ἀλλὰ θεοὶ κάλλος καὶ ἠνορέην ἔδωκαν, ὡς ἐρεῖὁ ποιητὴς ἐν τοῖς ἑξῆς. (ῃ. 54) Καὶ κίθαρις δέ, ἡ μὲν τοῦ Πάριδος μωμητή, ἡδὲ τοῦ Ἀχιλλέως ἐπαινετὴ ἀείδουσα κλέα ἀνδρῶν, ὡς καὶ ἡ Ὁμήρου ποίησις. καὶ αὐτὴ γὰρ ἀνδρῶν ἀείδει κλέα. κίθαρις δὲ γίνεται μὲν παρὰ τὸ κινεῖν ἢκεύθειν ἔρωτας κατὰ τοὺς παλαιούς. Κυθερείας γὰρ ὑπόκειται εἶναι δῶρον ὡςἀφροδίσιον, παρωνόμασται δὲ ἐκ τοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 371

κακὸν τοῦ Πάριδος καὶ ἅμα καταδημαγωγῶν τοὺς ἀκροατὰς πολίταςφησίν· «ἀλλὰ μάλα

Τρῶες δειδήμονες», ἤτοι εὐλαβεῖς τὸ ἦθος, «ἦ τέ κεν ἤδηλάϊνον ἕσσο χιτῶνα», ἤγουν

λίθινον ἂν ἐνεδέδυσο ἱμάτιον, λίθοις δηλονότιχωσθείς, «κακῶν ἕνεκα», φησίν, «ὅσα

ἔοργας». πάνυ οὖν αὐστηρὸς ὁ λόγοςἐνταῦθα τῷ Ἕκτορι ὕβρεις ἔχων κατὰ τοῦ

ἀδελφοῦ, ἀράς, ἐλέγχους, καταφοράς.(ῃ. 51) Τὸ δέ «δυσμενέεσσι μὲν χάρμα»

ἀποδεικνύει βαρὺ εἶναι τὸ ἐφ' ᾧχαίρουσιν οἱ ἐχθροί. τοῦτο δὲ δηλοῦται καὶ ἐν τῷ «ἦ

που καγχαλόωσιν οἱἝλληνες», ὡς προερρέθη, καὶ ἐν τῷ «ἦ κεν γηθήσαι Πρίαμος», ὡς

ἐν τῇ αʹῥαψῳδίᾳ εἴρηται. (ῃ. 57) Ἰστέον δέ, ὅτι συμβολικῶς καὶ ὡς ἐν αἰνίγματι εἶπετὸ

«λάϊνον ἕσσο χιτῶνα». τὸν γὰρ λιθασθέντα ὥσπερ τι ἱμάτιον ἀμπέχει ὁ τῶν

λίθων σωρός. μήποτε δὲ ἄρα ἐντεῦθεν ἔλαβεν ἀφορμὴν ἀστείου λόγου καὶ ὁ εἰπὼντὸ

τεῖχος ἱμάτιον πόλεως, καὶ τὸ «ἠέρα δὲ ἕσσασθαι», ἤτοι ἐνδύσασθαι, τὸἩσιόδειον, ἅπερ

ὁμοιότητά τινα ἔχει πρὸς τοῦτο τὸ Ὁμηρικόν, καὶ τὸ ταφῆναι δέ τινα γῆν ἂν ἐνδύσασθαι

εἴποι τις. οὕτω καὶ ὕδωρ ἀμφιέσασθαι τὸ γενέσθαιὅλον ἐντὸς αὐτοῦ. ὁμοίως καὶ ὕδατα

περιβαλέσθαι ποταμοῦ καὶ φῶς ἀναβαλέσθαιἱματίου δίκην καὶ ἄλλα δὲ ὅμοια. Ἰστέον

δέ, ὅτι ῥηθήσεταί ποτε ἀστείωςλάϊνον χιτῶνα φορεῖν καὶ ὁ τὰ περιμάργαρα φορῶν καὶ

λίθοις τιμίοις κατάπαστος.(ῃ. 56) Ὅρα δὲ καί, ὡς ἐν τῷ «Τρῶες δειδήμονες» Ὅμηρος

νοήματα μετεποίησεν οἰκεῖα φθάσαντα ῥηθῆναι. τὸ γὰρ οὐτιδανοῖς ἀνάσσειν τὸν

Ἀτρείδην καὶ τὸμεθήμονα καὶ ἄχολον εἶναι τὸν Ἀχιλλέα καὶ τὸ δειδήμονας εἶναι τοὺς

Τρῶας 1.599 μιᾶς ἐννοίας συγκροτοῦσιν ὁμοιότητα. εἰ μὴ γὰρ οὐτιδανοὶ οἱ Ἀχαιοὶ καὶ

εἰμὴ μεθήμων ὁ Ἀχιλλεὺς καὶ εἰ μὴ δειδήμονες οἱ Τρῶες, οὐκ ἂν τάδε τινὰκακὰ

ἐγένοντο. Ὅρα δὲ καί, ὡς τοὺς μὲν Ἕλληνας, εἰ λειποτακτήσαιεν, θανάτῳ ἐτιμῶντο οἱ

βασιλεῖς, Ἕκτωρ δὲ τὸν ἀδελφὸν Ἀλέξανδρον λιπόντα τὴν τάξιν σκώμμασι μόνοις

ἀναγκαίως ἐδικαίωσεν. (ῃ. 38) Ἰστέον δέ, ὅτι αἰσχρὰἔπη συνήθως οἱ ὀνειδιστικοί, ὅ ἐστι

ψεκτικοὶ λόγοι, ὥσπερ ἀνάπαλιν καλὰ ἔπηκαὶ ὡς εἰπεῖν εὐειδῆ τὰ ἐγκωμιαστικά. (ῃ. 39)

Τὸ δέ «∆ύσπαρι, εἶδος ἄριστε»,ὅπερ Εὐριπίδης αἰνόπαρίν φησιν, ὡς καὶ τὴν Ἑλένην

δυσελένην διὰ τοῦἐξαγγέλου Φρυγός, ἀφορμὴν ἐνδέδωκε τῷ Ἀλκμᾶνι μίξαντι

ἀμφότερα εἰπεῖν»δύσπαρις, αἰνόπαρις, κακὸν Ἑλλάδι βωτιανείρῃ». [ὅθεν ἀρχῆς

ἐνδοθείσης καὶαἰνελένην ἕτερός τις ἔφη ἀντὶ τοῦ αἰνὴν Ἑλένην.] Καὶ σημείωσαι, ὅτι

σύνηθεςτοῖς παθαινομένοις καὶ κατὰ κυρίων ὀνομάτων χωρεῖν, κἂν μὴ εἶεν

δυσώνυμα.τί γὰρ χρήσιμον εἰς ψόγον ἄλλως τὸ ∆ύσπαρις, εἰ μὴ ὅτι ἐπὶ κακῷ καὶ

ἐγεννήθηκαὶ ἐκλήθη Πάρις. οὕτω καὶ Ἑλένη τὴν Ἴλιον Κακοΐλιον καλεῖ, οὐχ' ὅτι

δύσφημον ἢ δυσοιώνιστον τοὔνομα, ἀλλ' ὅτι, φησίν, ἐμοὶ οὐκ ὀνομαστέα.ἀφελεῖς δὲ καὶ

γλυκεῖαι καὶ σώφρονες αἱ τοιαῦται ὕβρεις καὶ οὐ πάνυ πικραί.ὁποῖον καὶ τὸ «ἡ Σιδηρώ».

γυνὴ δὲ αὕτη θρασεῖα τὸ οἰκεῖον ὄνομα φορεῖ. ἔχειδέ τι καὶ ἀντιθετικὸν τὸ ∆ύσπαρι

μετὰ τοῦ εἶδος ἄριστε. μονονουχὶ γάρ φησιν,ὡς ἄλλως μὲν κακέ, καλὲ δὲ ἰδεῖν, οἷα καὶ

θεοειδὴς ὤν. τὸ δέ «εἶδος ἄριστε»ὑφ' ἕν τινες ἀναγινώσκουσι μετὰ τοῦ γυναιμανές, ἵνα

λέγῃ, ὅτι εἶδος ἄριστεἐπὶ ἔρωτι καὶ ἀπάτῃ γυναικῶν. διὸ καὶ ἐπάγει τὸ «ἠπεροπευτά», ὅ

ἐστινἀπατεών, ὅπερ κατὰ τοὺς παλαιοὺς γίνεται ἐκ τοῦ ἥμερος καὶ τοῦ ὄψ ὀπός, ἡφωνή,

ἵνα ᾖ ἠπεροπευτὴς οἱονεὶ ἡμεροπευτής, ὁ διὰ ἡμέρου ὀπὸς ὑπαγόμενόςτινα

[αἱμυλώτερον, ὃ καὶ τὴν μαστροπὸν παράγει ∆ωρικώτερον. δῆλον γάρ,ὅτι γυνὴ

μαστροπὸς πλεονασμῷ τοῦ ἐν μέσῳ σίγμα ἡ ματέρος ὄπα σοφιζομένηἐν τῷ αἱμύλα

κωτίλλειν καθ' Ἡσίοδον, ἵνα ᾖ τὸ ἐντελὲς ματεροπός, ὅθενμαστροπός, ἡ καὶ ματρύλλα

δι' αὐτό, ἀφ' οὗ καὶ ματρυλλεῖον τὸ πορνεῖον.] Ὁδὲ γυναιμανής ἢ ἐκ τοῦ γυναικομανής

συγκέκοπται ἢ ἐκ τοῦ γυνομανής γίνεται 1.600 ὁμοίως τῷ μεσαιπόλιος, περὶ οὗ ἐν τοῖς

ἐφεξῆς που δηλωθήσεται. ∆ῆλον δέ, ὅτιὁ ἄκρατος ἔρως μανίᾳ ἔοικε. διὸ τὸν τοῦτο

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

370

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!