18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τούτοις δὲ ὅμοια παθεῖν καὶ τοὺςπερὶ Κάρπαθον οἶδε παροιμία ἡ λέγουσα ὁ Καρπάθιος

τὸν λαγῳόν, περὶἧς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. εἰ δὲ καὶ ἀκρίδες ἢ ὄφεις ἢ

λαγιδεῖς τόπουςτινὰς ἠρήμωσαν, ἔστιν ἐξ ἱστοριῶν ἀναλέγεσθαι.] Ὅτι ἐν οἷς Ὅμηρος

ποιεῖ τὸνΧρύσην ἀναμιμνῄσκοντα, ὡς τόν τε ναὸν ἤρεψέ ποτε τῷ Ἀπόλλωνι καὶ πίονα

μηρία ταύρων καὶ αἰγῶν ἔκηε, καὶ αὐτὸν μὲν ἀντὶ τούτων ζητοῦντα χάριν,τὸν δὲ

Ἀπόλλωνα ὑπακούοντα καὶ χαριζόμενον καὶ τιμωρίαν ἐκ τῶν Ἑλλήνων ὑπὲρ αὐτοῦ

λαμβάνοντα, παιδεύει τοὺς ἀκροατὰς μεμνῆσθαι χαρίτων, εἴ γε καὶὁ Ἀπόλλων εὖ

παθὼν ἀντευποιεῖ. οὕτω καὶ ἐν τοῖς μυθώδεσι παιδευτικὸςὍμηρος καὶ διὰ τοῦτο

φιλοσοφία τις πρώτη ἐδόκει τοῖς πάλαι ἡ ποίησιςεἰσάγουσα, φασίν, εἰς τὸν βίον ἐκ νέων

καὶ διδάσκουσα ἤθη καὶ πάθη καὶπράξεις μεθ' ἡδονῆς. καὶ διὰ τοῦτο τοὺς παῖδας διὰ

ποιητικῆς ἐπαίδευον σωφρονιστὰς τοὺς ἀοιδοὺς οἰόμενοι, ὡς καὶ τὸν τῆς

Κλυταιμνήστρας φύλακα, καὶ τὸνἽππαρχον παρατρέχοντες, ὃς ᾐτιᾶτο τοὺς

φιλοτιμουμένους Ὁμήρῳ περιποιεῖν πᾶν μάθημα καὶ πᾶσαν τέχνην ὡς ἐὰν καί τις

κατηγοροίη, φησί, τῆς Ἀττικῆςεἰρεσιώνης καὶ ἃ μὴ δύναται φέρειν μῆλα καὶ ὄγχνας,

ποιητὴν ἔλεγον εἶναι τὸνσοφόν. τοῦτο δὲ πάντως διὰ τὸ τῇ ποιήσει πᾶν μάθημα καὶ

τέχνην ἅπασανἐμφαντάζεσθαι. Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον τοῦ Ὁμήρου πλάσμα

πιθανὰ καὶτὰ κατὰ τὸν Ἀχιλλέα ποιεῖ. εἰ γὰρ ἐνταῦθα ὁ Χρύσης διὰ τὴν

θυγατέραλιταζόμενος τὸν Ἀπόλλωνα ἀνύει τὴν τῶν Ἑλλήνων κάκωσιν, πολλῷ πλέον

ἐν τοῖς ἑξῆς ἡ Θέτις, μείζων οὖσα τοῦ Χρύσου καὶ μείζονα τὸν ∆ία ἱκετεύουσαὑπὲρ τοῦ

υἱοῦ, πλέον τι ποιήσει κακόν.

(ῃ. 39 ς.) Ἰστέον δὲ καὶ ὅτι τὸ ἔρεψασημαίνει μὲν τὸ ὠρόφωσα, παράγει δὲ ὄνομα

ῥηματικὸν τὸν ὄροφον, ἐξ οὗ καὶὄροφος ὁμωνύμως δόναξ ποτάμιος, ἐπιτήδειος εἰς τὸ

ἐρέφειν. πίονα δὲ μηρίακαίειν λέγει τῷ Ἀπόλλωνι, διότι αὐτὰ ὡλοκαυτοῦντο μόνα ἐν

ταῖς θυσίαις,τῶν δὲ λοιπῶν τοῦ ζῴου μελῶν ἐξῆν μετέχειν τοῖς θύουσιν, ὡς ἐν τοῖς

ἐπιοῦσιφανήσεται. πίονα δὲ τὰ μηρία ἢ διὰ τὸ εὐλιπῆ ζῷα θύεσθαι ἢ διὰ τὸ λίπος

τῆςκνίσσης, ὑφ' ἧς ἐκαλύπτοντο οἱ μηροί, καθάπερ μετ' ὀλίγα φησὶν ὁ ποιητής. [τοῦδὲ

ἔκηα ἐνεστὼς οὐ τὸ καίω κοινῶς, ἀλλὰ τὸ κάω Ἀττικῶς. ἰστέον γὰρ ὡς 1.59 τριῶν

τούτων, τοῦ καίω διὰ διφθόγγου καὶ τοῦ κάω καὶ τοῦ κέω διὰ τοῦ ˉεψιλοῦ, ὃ πολλαχοῦ

φανεῖται, ἀπὸ μὲν τοῦ καίω τὸ καύσω γίνεται τροπῇσυνήθει τοῦ ˉι εἰς ˉυ κατὰ τὸ κλαίω

κλαύσω, ἀπὸ δὲ τοῦ κάω τὸ ἔκηα, ἐκ δὲ τοῦψιλογραφομένου κέω τὸ «πυρὰ πολλὰ

κειάμενοι» καὶ ἕτερα τοιαῦτα. εἰ δὲ δόξεικαὶ ἀπὸ τοῦ κάω εἶναι ὁ καύσω μέλλων, οὐδέν

τι καινοπραγεῖται. κάω γάρ, καὶπλεονασμῷ τοῦ ˉυ καύω, ὡς λάω λαύω καὶ ἀπολαύω.

ὡς οὖν ἀπολαύω ἀπολαύσω,οὕτω καύω καύσω καί, ὡς εἰκός, κλαύω κλαύσω. τοῦ γάρ

τοι καίω ὁ μέλλωνἦν ἂν καίσω κατὰ τὸ παλαίω παλαίσω, παίω παίσω, ἐξ οὗ καὶ ποὺς

ἀνάπαιστοςκαὶ πόλις Παισὸς καὶ συμπαίστωρ, ἔτι δὲ καὶ κατὰ τὸ πταίω πταίσω.] (ῃ. 41)

Ταύρους δὲ καὶ αἶγας ὁ Χρύσης τῷ Ἡλίῳ Ἀπόλλωνι θύει· τοὺς μὲν ἤτοι τοὺςταύρους ὡς

ἐργατικοὺς τῆς γῆς καὶ Ἡλίῳ συμπράττοντας εἰς τὸ ζῳογόνον καὶἀναδοτικὸν τῶν

καρπῶν, αἶγας δὲ διά τε τὸ ὁρμητικὸν τοῦ ζῴου καὶ εἰς ὕψοςἁλτικόν, ὅγε καὶ ἀπὸ τοῦ

ἀΐσσειν ὀνομάζεται, ἀλλὰ καὶ διὰ τὸ τὰ ἐξ αἰγῶνκέρατα εὔθετα εἶναι εἰς τόξου ποίησιν.

τοξότης δὲ καὶ ὁ Ἀπόλλων, ὡς προϊὼνἐρεῖ ὁ ποιητής. ὅθεν καὶ οἱ μνηστῆρες ἐν

Ὀδυσσείᾳ τοῦ τόξου πειρώμενοιαἶγας ἐβουλεύσαντο θῦσαι τῷ κλυτοτόξῳ Ἀπόλλωνι.

ὅτι δὲ ἄθυρμα οἱ βόεςτῷ Ἀπόλλωνι, δηλοῦσι καὶ αἱ Σικελικαὶ ἀγέλαι τῶν βοῶν, ὧν οἱ

φίλοι τοῦὈδυσσέως ἔφαγον. ὅτι δὲ καὶ ἄρνες αὐτῷ ἐθύοντο, δηλώσει Ἀχιλλεὺς

οἰόμενος ἀρνῶν καὶ αἰγῶν κνίσσῃ θεραπευθήσεσθαι τὸν Ἀπόλλωνα. καὶ Πάνδαρος

δὲἄρνας πρωτογόνους θύσειν αὐτῷ εὔχεται, καὶ ἐν ταῖς σπονδαῖς δὲ ἄρνα λευκὸν Τρῶες

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

37

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!