18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

αὐτοῦσημαινομένου μένοντος τὸν αὐτὸν φυλάσσει τόνον, οἷον πλευραί πλευρά,

πυραίπυρά. οὕτως οὖν, φησί, καὶ παρειαί παρειά, κατὰ μεταπλασμόν. οὐκ ἀντίκειται

τὸνευραί καὶ νεῦρα, διάφορα γὰρ αἱ τοιαῦται λέξεις σημαίνουσι. βαρύνεται δὲ ὁὦχρος ἢ

εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ–τὸ γὰρ ἐπίθετον ὠχρός ἐστιν ὀξυτόνως– 1.597 ἢ ὡς

ὑπερτεθὲν καὶ συναιρεθὲν ἐκ τοῦ ἄχροος, ἢ διότι τὰ εἰς ˉοˉς δισύλλαβαμονογενῆ

ἀρχόμενα ἀπὸ τοῦ ˉω μὴ προσκειμένου τοῦ ˉι βαρύνεται· ὦρος,ὦμος, ὦνος. τὸ ᾠδός

ὀξύνεται, διότι τὸ ˉι προσγράφεται εἰς τὴν ἄρχουσαν. ὅτιδὲ καὶ εἶδός τι ὀσπρίου ὁ

ὦχρος, δηλοῦσιν οἱ παλαιοί. (ῃ. 36) Ὅτι ἀγερώχουςλέγει τοὺς Τρῶας, ὃ ταὐτόν ἐστι τῷ

ὑπερηφάνους καὶ ἀξιοῦντας ἄγαν γέραςἔχειν, ἵνα εἴη ἀγεράοχος καὶ ἐν συναιρέσει

ἀγέρωχος προπαροξυτόνως διὰ τὴνσύνθεσιν. φησὶ γοῦν· «καθ' ὅμιλον ἔδυ Τρώων

ἀγερώχων δείσας Ἀλέξανδροςθεοειδής». [(ῃ. 37) Ὅτι δὲ ὁ θεοειδὴς καὶ θεουδής λέγεται

κράσει μὲν τοῦ ˉε καὶˉο εἰς τὴν ˉοˉυ δίφθογγον, ἐξωθήσει δὲ τοῦ ˉι, ἐκφανεῖ που

Ὅμηρος. ὁ δὲ γράψαςἐν στοιχειακῇ τάξει λέξεων λέγεσθαι θεαιδέστατον διὰ τῆς ˉαˉι

διφθόγγου προπαραληγούσης τὸν θεοῦ ἰδέαν ἔχοντα, καὶ παραθεὶς χρῆσιν Ἀντιφῶντος

τὸ «ἄνθρωπος, ὅς φησι πάντων θηρίων θεαιδέστατος γενέσθαι» καινὸν μέν τι

γράφει,πιστεύεται δὲ ὡς λόγου πολλοῦ ἄξιος.] (ῃ. 38–51) Ὅτι σκοπὸν ἐνταῦθαθέμενος

Ὅμηρος καὶ σκῶψαί τι τὸν οὐκ ἀγαθὸν Ἀλέξανδρον αὐτὸς μὲν οὐ ποιεῖ αὐτόθεν τοῦτο

ἀγαθολογεῖν εἰωθώς, ὡς προείρηται, καὶ μὴ θέλων σιλλογραφεῖν καὶ ἅμα, ἵνα μὴ καὶ ὡς

φιλέλλην αὐτόθεν ὑποπτεύηται, Ἕκτορι δὲ τῷγνησίῳ ἀδελφῷ τὰ τῆς ὕβρεως

ἀνατίθησιν, ὃς καὶ εἶχε παρρησιάζεσθαι κατὰ τοῦ Πάριδος. φησὶν οὖν· «τὸν δ' Ἕκτωρ

νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι· ∆ύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά» καὶ

τὰ ἑξῆς. Ἰστέον δέ, ὅτι πολὺ τὸ γοργὸν καὶ σφοδρὸν ἐνταῦθα λαλοῦντι τῷ Ἕκτορι καὶ

τῷ ὄντι ἔμψυχος αὐτῷ ἡὁμιλία πᾶσα κατὰ ἐνδιάθετον σφοδρότητα. πάνυ τε γάρ ἐστι

πολυσχήμων καὶσυχνά, τὰ πολλὰ δὲ καὶ κατὰ κόμμα, μεταβαίνει ἀπὸ νοήματος ἄλλου

εἰς ἄλλο,διά τε ὀργὴν καί, ὅτι οὐδὲ ἔχει καιρὸν ἀποτάδην λαλεῖν. (ῃ. 40–2) Καὶ

ἔξεστιναὐτὰ ἐκ τῶν τοῦ ποιητοῦ ἀναλέγεσθαι, ἐν οἷς δύσπαριν αὐτὸν καλέσας καὶ

τὰἑξῆς, ὡς εἴρηται, εἶτα καὶ ἐπαρᾶται εἰπών· «Αἴθ' ὄφελες ἄγονός τ' ἔμεναιἄγαμός τ'

ἀπολέσθαι», ἤγουν ἔδει μὴ γενέσθαι σε ὅλως, ἐπεὶ δὲ ἐγεννήθης,ὤφελες μὴ εἰς γάμον

ἐλάσαι. ἵνα δὲ μὴ δόξῃ ἀνεύλογα τὰ τῆς ἀρᾶς, ἐπάγει»καί κε τὸ βουλοίμην καί κεν πολὺ

κέρδιον ἦν». οὐ γάρ, φησίν, ἁπλῶς διά τι μῖσοςἤθελον τοῦτο, ἀλλὰ πολὺ κέρδιον ἦεν

«ἤπερ οὕτω λώβην τ' ἔμεναι καὶ ὑπόψιονἄλλων». (ῃ. 50 ς.) Προϊὼν δὲ κομματικῶς

ἑρμηνεύσει αὐτὸς τὰ τῆς τοιαύτηςλώβης, ἐν οἷς ἐρεῖ «πατρί τε σῷ μέγα πῆμα πόληΐ τε

παντί τε δήμῳ, δυσμενέεσσι μὲν χάρμα, κατηφείην δέ σοι αὐτῷ». (ῃ. 43–9) οἷς ἐπιφέρει

στοχαστικῶς καὶτὸ «ἦ που καγχαλόωσι καρηκομόωντες Ἀχαιοὶ φάντες ἀριστῆα

πρόμονἔμμεναι, οὕνεκα καλὸν εἶδος ἔπι», ἤγουν ἔπεστί σοι, «ἀλλ' οὐκ ἔστι βίη φρεσὶν

1.598 οὐδέ τις ἀλκή». εἶτα καὶ ἐρωτᾷ ἐλεγκτικῶς οὕτω· «ἦ», τουτέστι ἆρα, «τοιόσδεἐὼν

πόντον ἐπιπλώσας», ἤγουν ἐπιπλεύσας, «ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶςἀλλοδαποῖσι

γυναῖκα εὐειδέα ἀνῆγες ἐξ ἀπίης γαίης, νυὸν ἀνδρῶν αἰχμητάων,πατρί τε σῷ μέγα

πῆμα» καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται. ἐπὶ δὲ τούτοις καὶσυγκρίνων τὸν ἀδελφὸν τῷ

Μενελάῳ γοργῶς, διόπερ οὐδὲ ὡρισμένον τινὰἔπαινον ἐκφωνεῖ, λέγει κατὰ δευτέραν

συντομωτέραν ἐρώτησιν· (ῃ. 52) «οὐκἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;» (ῃ. 53–5)

κἀνταῦθα στήσας τὴν ἐρώτησινδιὰ τὴν ἐκ θυμοῦ ἐγκοπὴν ἐπάγει ἐλλειπτικῶς διὰ τὴν

αὐτὴν αἰτίαν τάδε·»γνοίης κεν, οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν». λέγει δὲ καί,

ὡς»οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ' Ἀφροδίτης ἥ τε κόμη τό τε εἶδος, ὅτεἐν

κονίῃσι μιγείης» (ῃ. 56 ς.) Καὶ ἐπὶ πᾶσιν ἐκ τῆς τῶν Τρώων ἐπιεικείας μεγεθύνων τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

369

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!