Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ὁποῖος εἴη ἂν ὁ ἴσως ἐρῶν «ἥδομαι καὶχαίρομαι».] (ῃ. 28) Ὅτι τὸ «ὀφθαλμοῖσιν ἰδών», Μενέλαος δηλαδὴ τὸν Πάριν,πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως κατὰ νοῦν καὶ φαντασίαν ἐκεῖνον τῷ Μενελάῳ βλέπεσθαι. τὸ δὲ ὀφθαλμοῖς ἰδεῖν καὶ νοῆσαι εἶπεν ἐν τῷ «ὡς οὖνἐνόησεν», ἐπειδὴ νοῦς ὁρᾷ, ὥσπερ καὶ ἀκούει. (ῃ. 30 ς.) Ἰστέον δὲ καί, ὅτι τὸ»τὸν δ' ὡς οὖν ἐνόησεν ὁ δεῖνα ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ»ἐπὶ παντὸς ἂν λέγοιτο ὑπεξισταμένου διὰ φόβον τῷ κρείττονι. (ῃ. 29) Ὅτι τὸἆλτο, καθὰ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται, κατὰ μὲν τὸν καόνα τῶν ῥημάτωνδασύνεσθαι ὤφειλεν, ὃς τὰ πνεύματα τῆς ἀρχούσης τοῦ ἐνεστῶτος καὶ ἐν τοῖςἐφεξῆς χρόνοις φυλάσσει, διὰ δὲ τὴν ἐπιφορὰν τοῦ ˉτ ψιλοῦται κατὰ κανόναἕτερον τὸν ἐκεῖ ῥηθέντα. καὶ τὸ μὲν ἆλτο ἐκ τοῦ ˉα ἀρχόμενον διὰ τὸν ῥηθένταλόγον ψιλοῦται κατὰ τοὺς παλαιοὺς ἐκ τοῦ ἧλτο μεταβληθέν. αὐτὸ δὲ τὸ ἧλτοοὐκ ἂν ἔχοι λόγον μὴ δασύνεσθαι, εἰ μὴ ἄρα τις Αἰολεὺς ἢ καὶ Ἴων καινοτομήσεικαὶ αὐτὸ ψιλωτικοὶ ὄντες. Ὅτι τὰ ἀπὸ ὀνομάτων εἰς ˉζˉε λήγοντα ἐπιρρήματατρίτην ἀπὸ τέλους ἔχουσι τὴν ὀξεῖαν, ἔραζε, Ἀθήναζε, θύραζε. τὸ δὲ χαμᾶζεὡς ἀπὸ ἐπιρρήματος τοῦ χαμαί οὔτε συστέλλει τὸ ˉα, ὥς φασιν οἱ παλαιοί, κατ'ἐκεῖνα, καὶ πρὸ μιᾶς δὲ ἔχει τόνον περισπώμενον, ὡς ἀπὸ τοῦ χαμαί φύσειμακροκαταλήκτου γενόμενον. φασὶ δὲ καὶ μέταζε εἶναι χρονικὸν ἐπίρρημα ἀπὸτῆς ˉμˉεˉτˉα προθέσεως. Ἰστέον δέ, ὅτι ἐν τῷ Ἀθήναζε, Θήβαζε, χαμᾶζε καὶ τοῖς ὁμοίοις ἡ τελευταία συλλαβὴ τροπὴν ἔπαθε τοῦ ˉδ εἰς ˉζ κατὰ συγγένειαν, ὥςπου προγέγραπται. ὡς γὰρ οἴκαδε, οὕτως ἔοικε καὶ Ἀθήναδε εἶναι καὶ Θήβαδεκαὶ χαμᾶδε, ἡ δὲ τροπὴ τὸ ˉδ εἰς ˉζ μετήγαγεν. (ῃ. 32) Ὅτι τὸ «ἂψ δ' εἰς ἔθνοςἑτάρων ἐχάζετο» μικρὸν ὑποκαταβὰς παραφράζει ἐν τῷ «αὖθις» ἤ «αὖτις καθ' 1.596 ὅμιλον ἔδυ Τρώων ἀγερώχων», ἵνα τὸ μὲν ἄψ ταὐτὸν εἴη τῷ αὖτις, ἤγουνὀπίσω, τὸ δὲ ἑτάρων ταὐτὸν τῷ Τρώων. μυριαχοῦ δὲ καὶ ἐν Ἰλιάδι καὶ ἐνὈδυσσείᾳ δὲ τὰ ἑαυτοῦ φιλοτιμεῖται παραφράζειν ὁ ποιητής, ὡς καὶ κατωτέρωεἰπών «παλίνορσος ἀπέστη», παρακατιὼν λέγει· «ἂψ δ' ἀνεχώρησε». ταὐτὸνγὰρ εἰπεῖν «ἀπέστη παλίνορσος» καὶ «ἂψ ἀνεχώρησεν», ὥσπερ καὶ τὸ παλίνορσος καὶ ἄψορρος. οὕτω δὲ καὶ τὸ προμάχιζε παραφράζων, ἔτι δὲ καὶ περιφράζων,ἔφη· «προκαλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι». τὸδ' αὐτὸ καὶ ἔρχεσθαι προπάροιθεν ὁμίλου εἶπε μετ' ὀλίγα, εἶτα καὶ ἐν προμάχοιςφανῆναι καὶ πρόμον εἶναι. (ῃ. 33–7) Ὅτι τό, ὡς εἴρηται, θρασύδειλον ὑπογράφων καὶ εἰσέτι τοῦ Ἀλεξάνδρου παραβολικῶς δι' ἐνάργειαν ὁ ποιητὴς ἀνδρὶαὐτὸν εἰκάζει, ὃς ἐν βήσσαις ὄρους βαδίζων τέως μὲν ὁδῷ πρόεισιν, αἴφνης δέπως δράκοντα ἰδὼν ἀναχωρεῖ. φησὶ γοῦν· «ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃσιν, ὑπό τε τρόμος ἔλλαβε γυῖα· ἂψ δ' ἀνεχώρησεν ὦχρός τέ μιν εἷλε παρειάς» καὶ ἑξῆς. ταῦτα δὲ καὶ ἐπὶ παντὸς δειλιῶντοςῥηθείη ἂν, ὅτε ὁ φόβος τινὰ εἰς τοιαύτην περιαγάγοι κατάστασιν. καλῶς δὲ ὁποιητὴς οὐ πεδιάδα παρέλαβεν ἐν τῇ παραβολῇ, ἀλλὰ βήσσας ὄρους. ἐν μὲν γὰρπεδίῳ πόρρωθεν ἰδών τις δράκοντα οὐκ ἂν τόσον πάθοι φόβον, ἐν δὲ βήσσαιςπάνυ ἂν πτοηθείη πρὸς αὐτῷ τῷ δράκοντι γεγονώς. οὐ γὰρ μακρόθεν ἔστιπροϊδεῖν αὐτὸν ἐν ταῖς βήσσαις. (ῃ. 33) Ἰστέον δέ, ὅτι ὁ μὲν δράκων ἐκ τοῦδέρκω, τὸ βλέπω, οὗ δεύτερος ἀόριστος ἔδαρκον, γίνεται, κατὰ μετάθεσιν τοῦˉρ, οἷα σμερδαλέος καὶ τῇ ὄψει καταπληκτικός. Τὸ δὲ παλίνορσος, ὡς προγέγραπται, ταὐτόν ἐστι τῷ ἄψορρος. ὀρούω μὲν γὰρ τὸ ὁρμῶ, πάλιν δὲ καὶ ἂψτὸ ὀπίσω. (ῃ. 35) Τὸ δέ «ὦχρός τέ μιν εἷλε παρειάς» ταὐτόν ἐστι κατὰ σχῆματῷ «περὶ γὰρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν». καὶ εἴρηται ἱκανῶς ἐκεῖπερὶ τοῦ τοιούτου σχήματος. Ἀρίσταρχος δέ, φασίν, ἀντὶ τοῦ «ὦχρός τέ μινεἷλε παρειάς» γράφει παρειά οὐδετέρως καὶ ὀξυτόνως, λέγων καὶ κανόνατοιοῦτον· τὰ ἀπὸ ὀξυτόνου θηλυκοῦ μεταποιούμενα εἰς οὐδέτερα τοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 368

αὐτοῦσημαινομένου μένοντος τὸν αὐτὸν φυλάσσει τόνον, οἷον πλευραί πλευρά, πυραίπυρά. οὕτως οὖν, φησί, καὶ παρειαί παρειά, κατὰ μεταπλασμόν. οὐκ ἀντίκειται τὸνευραί καὶ νεῦρα, διάφορα γὰρ αἱ τοιαῦται λέξεις σημαίνουσι. βαρύνεται δὲ ὁὦχρος ἢ εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ–τὸ γὰρ ἐπίθετον ὠχρός ἐστιν ὀξυτόνως– 1.597 ἢ ὡς ὑπερτεθὲν καὶ συναιρεθὲν ἐκ τοῦ ἄχροος, ἢ διότι τὰ εἰς ˉοˉς δισύλλαβαμονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ˉω μὴ προσκειμένου τοῦ ˉι βαρύνεται· ὦρος,ὦμος, ὦνος. τὸ ᾠδός ὀξύνεται, διότι τὸ ˉι προσγράφεται εἰς τὴν ἄρχουσαν. ὅτιδὲ καὶ εἶδός τι ὀσπρίου ὁ ὦχρος, δηλοῦσιν οἱ παλαιοί. (ῃ. 36) Ὅτι ἀγερώχουςλέγει τοὺς Τρῶας, ὃ ταὐτόν ἐστι τῷ ὑπερηφάνους καὶ ἀξιοῦντας ἄγαν γέραςἔχειν, ἵνα εἴη ἀγεράοχος καὶ ἐν συναιρέσει ἀγέρωχος προπαροξυτόνως διὰ τὴνσύνθεσιν. φησὶ γοῦν· «καθ' ὅμιλον ἔδυ Τρώων ἀγερώχων δείσας Ἀλέξανδροςθεοειδής». [(ῃ. 37) Ὅτι δὲ ὁ θεοειδὴς καὶ θεουδής λέγεται κράσει μὲν τοῦ ˉε καὶˉο εἰς τὴν ˉοˉυ δίφθογγον, ἐξωθήσει δὲ τοῦ ˉι, ἐκφανεῖ που Ὅμηρος. ὁ δὲ γράψαςἐν στοιχειακῇ τάξει λέξεων λέγεσθαι θεαιδέστατον διὰ τῆς ˉαˉι διφθόγγου προπαραληγούσης τὸν θεοῦ ἰδέαν ἔχοντα, καὶ παραθεὶς χρῆσιν Ἀντιφῶντος τὸ «ἄνθρωπος, ὅς φησι πάντων θηρίων θεαιδέστατος γενέσθαι» καινὸν μέν τι γράφει,πιστεύεται δὲ ὡς λόγου πολλοῦ ἄξιος.] (ῃ. 38–51) Ὅτι σκοπὸν ἐνταῦθαθέμενος Ὅμηρος καὶ σκῶψαί τι τὸν οὐκ ἀγαθὸν Ἀλέξανδρον αὐτὸς μὲν οὐ ποιεῖ αὐτόθεν τοῦτο ἀγαθολογεῖν εἰωθώς, ὡς προείρηται, καὶ μὴ θέλων σιλλογραφεῖν καὶ ἅμα, ἵνα μὴ καὶ ὡς φιλέλλην αὐτόθεν ὑποπτεύηται, Ἕκτορι δὲ τῷγνησίῳ ἀδελφῷ τὰ τῆς ὕβρεως ἀνατίθησιν, ὃς καὶ εἶχε παρρησιάζεσθαι κατὰ τοῦ Πάριδος. φησὶν οὖν· «τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι· ∆ύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά» καὶ τὰ ἑξῆς. Ἰστέον δέ, ὅτι πολὺ τὸ γοργὸν καὶ σφοδρὸν ἐνταῦθα λαλοῦντι τῷ Ἕκτορι καὶ τῷ ὄντι ἔμψυχος αὐτῷ ἡὁμιλία πᾶσα κατὰ ἐνδιάθετον σφοδρότητα. πάνυ τε γάρ ἐστι πολυσχήμων καὶσυχνά, τὰ πολλὰ δὲ καὶ κατὰ κόμμα, μεταβαίνει ἀπὸ νοήματος ἄλλου εἰς ἄλλο,διά τε ὀργὴν καί, ὅτι οὐδὲ ἔχει καιρὸν ἀποτάδην λαλεῖν. (ῃ. 40–2) Καὶ ἔξεστιναὐτὰ ἐκ τῶν τοῦ ποιητοῦ ἀναλέγεσθαι, ἐν οἷς δύσπαριν αὐτὸν καλέσας καὶ τὰἑξῆς, ὡς εἴρηται, εἶτα καὶ ἐπαρᾶται εἰπών· «Αἴθ' ὄφελες ἄγονός τ' ἔμεναιἄγαμός τ' ἀπολέσθαι», ἤγουν ἔδει μὴ γενέσθαι σε ὅλως, ἐπεὶ δὲ ἐγεννήθης,ὤφελες μὴ εἰς γάμον ἐλάσαι. ἵνα δὲ μὴ δόξῃ ἀνεύλογα τὰ τῆς ἀρᾶς, ἐπάγει»καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον ἦν». οὐ γάρ, φησίν, ἁπλῶς διά τι μῖσοςἤθελον τοῦτο, ἀλλὰ πολὺ κέρδιον ἦεν «ἤπερ οὕτω λώβην τ' ἔμεναι καὶ ὑπόψιονἄλλων». (ῃ. 50 ς.) Προϊὼν δὲ κομματικῶς ἑρμηνεύσει αὐτὸς τὰ τῆς τοιαύτηςλώβης, ἐν οἷς ἐρεῖ «πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, δυσμενέεσσι μὲν χάρμα, κατηφείην δέ σοι αὐτῷ». (ῃ. 43–9) οἷς ἐπιφέρει στοχαστικῶς καὶτὸ «ἦ που καγχαλόωσι καρηκομόωντες Ἀχαιοὶ φάντες ἀριστῆα πρόμονἔμμεναι, οὕνεκα καλὸν εἶδος ἔπι», ἤγουν ἔπεστί σοι, «ἀλλ' οὐκ ἔστι βίη φρεσὶν 1.598 οὐδέ τις ἀλκή». εἶτα καὶ ἐρωτᾷ ἐλεγκτικῶς οὕτω· «ἦ», τουτέστι ἆρα, «τοιόσδεἐὼν πόντον ἐπιπλώσας», ἤγουν ἐπιπλεύσας, «ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶςἀλλοδαποῖσι γυναῖκα εὐειδέα ἀνῆγες ἐξ ἀπίης γαίης, νυὸν ἀνδρῶν αἰχμητάων,πατρί τε σῷ μέγα πῆμα» καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται. ἐπὶ δὲ τούτοις καὶσυγκρίνων τὸν ἀδελφὸν τῷ Μενελάῳ γοργῶς, διόπερ οὐδὲ ὡρισμένον τινὰἔπαινον ἐκφωνεῖ, λέγει κατὰ δευτέραν συντομωτέραν ἐρώτησιν· (ῃ. 52) «οὐκἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;» (ῃ. 53–5) κἀνταῦθα στήσας τὴν ἐρώτησινδιὰ τὴν ἐκ θυμοῦ ἐγκοπὴν ἐπάγει ἐλλειπτικῶς διὰ τὴν αὐτὴν αἰτίαν τάδε·»γνοίης κεν, οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν». λέγει δὲ καί, ὡς»οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ' Ἀφροδίτης ἥ τε κόμη τό τε εἶδος, ὅτεἐν κονίῃσι μιγείης» (ῃ. 56 ς.) Καὶ ἐπὶ πᾶσιν ἐκ τῆς τῶν Τρώων ἐπιεικείας μεγεθύνων τὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 369

ὁποῖος εἴη ἂν ὁ ἴσως ἐρῶν «ἥδομαι καὶχαίρομαι».] (ῃ. 28) Ὅτι τὸ «ὀφθαλμοῖσιν ἰδών»,

Μενέλαος δηλαδὴ τὸν Πάριν,πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως κατὰ νοῦν καὶ

φαντασίαν ἐκεῖνον τῷ Μενελάῳ βλέπεσθαι. τὸ δὲ ὀφθαλμοῖς ἰδεῖν καὶ νοῆσαι εἶπεν ἐν

τῷ «ὡς οὖνἐνόησεν», ἐπειδὴ νοῦς ὁρᾷ, ὥσπερ καὶ ἀκούει. (ῃ. 30 ς.) Ἰστέον δὲ καί, ὅτι

τὸ»τὸν δ' ὡς οὖν ἐνόησεν ὁ δεῖνα ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ»ἐπὶ

παντὸς ἂν λέγοιτο ὑπεξισταμένου διὰ φόβον τῷ κρείττονι. (ῃ. 29) Ὅτι τὸἆλτο, καθὰ καὶ

ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται, κατὰ μὲν τὸν καόνα τῶν ῥημάτωνδασύνεσθαι ὤφειλεν, ὃς τὰ

πνεύματα τῆς ἀρχούσης τοῦ ἐνεστῶτος καὶ ἐν τοῖςἐφεξῆς χρόνοις φυλάσσει, διὰ δὲ τὴν

ἐπιφορὰν τοῦ ˉτ ψιλοῦται κατὰ κανόναἕτερον τὸν ἐκεῖ ῥηθέντα. καὶ τὸ μὲν ἆλτο ἐκ τοῦ

ˉα ἀρχόμενον διὰ τὸν ῥηθένταλόγον ψιλοῦται κατὰ τοὺς παλαιοὺς ἐκ τοῦ ἧλτο

μεταβληθέν. αὐτὸ δὲ τὸ ἧλτοοὐκ ἂν ἔχοι λόγον μὴ δασύνεσθαι, εἰ μὴ ἄρα τις Αἰολεὺς ἢ

καὶ Ἴων καινοτομήσεικαὶ αὐτὸ ψιλωτικοὶ ὄντες. Ὅτι τὰ ἀπὸ ὀνομάτων εἰς ˉζˉε

λήγοντα ἐπιρρήματατρίτην ἀπὸ τέλους ἔχουσι τὴν ὀξεῖαν, ἔραζε, Ἀθήναζε, θύραζε. τὸ δὲ

χαμᾶζεὡς ἀπὸ ἐπιρρήματος τοῦ χαμαί οὔτε συστέλλει τὸ ˉα, ὥς φασιν οἱ παλαιοί,

κατ'ἐκεῖνα, καὶ πρὸ μιᾶς δὲ ἔχει τόνον περισπώμενον, ὡς ἀπὸ τοῦ χαμαί

φύσειμακροκαταλήκτου γενόμενον. φασὶ δὲ καὶ μέταζε εἶναι χρονικὸν ἐπίρρημα ἀπὸτῆς

ˉμˉεˉτˉα προθέσεως. Ἰστέον δέ, ὅτι ἐν τῷ Ἀθήναζε, Θήβαζε, χαμᾶζε καὶ τοῖς ὁμοίοις ἡ

τελευταία συλλαβὴ τροπὴν ἔπαθε τοῦ ˉδ εἰς ˉζ κατὰ συγγένειαν, ὥςπου προγέγραπται.

ὡς γὰρ οἴκαδε, οὕτως ἔοικε καὶ Ἀθήναδε εἶναι καὶ Θήβαδεκαὶ χαμᾶδε, ἡ δὲ τροπὴ τὸ ˉδ

εἰς ˉζ μετήγαγεν. (ῃ. 32) Ὅτι τὸ «ἂψ δ' εἰς ἔθνοςἑτάρων ἐχάζετο» μικρὸν ὑποκαταβὰς

παραφράζει ἐν τῷ «αὖθις» ἤ «αὖτις καθ' 1.596 ὅμιλον ἔδυ Τρώων ἀγερώχων», ἵνα τὸ

μὲν ἄψ ταὐτὸν εἴη τῷ αὖτις, ἤγουνὀπίσω, τὸ δὲ ἑτάρων ταὐτὸν τῷ Τρώων. μυριαχοῦ δὲ

καὶ ἐν Ἰλιάδι καὶ ἐνὈδυσσείᾳ δὲ τὰ ἑαυτοῦ φιλοτιμεῖται παραφράζειν ὁ ποιητής, ὡς καὶ

κατωτέρωεἰπών «παλίνορσος ἀπέστη», παρακατιὼν λέγει· «ἂψ δ' ἀνεχώρησε».

ταὐτὸνγὰρ εἰπεῖν «ἀπέστη παλίνορσος» καὶ «ἂψ ἀνεχώρησεν», ὥσπερ καὶ τὸ

παλίνορσος καὶ ἄψορρος. οὕτω δὲ καὶ τὸ προμάχιζε παραφράζων, ἔτι δὲ καὶ

περιφράζων,ἔφη· «προκαλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ

δηϊοτῆτι». τὸδ' αὐτὸ καὶ ἔρχεσθαι προπάροιθεν ὁμίλου εἶπε μετ' ὀλίγα, εἶτα καὶ ἐν

προμάχοιςφανῆναι καὶ πρόμον εἶναι. (ῃ. 33–7) Ὅτι τό, ὡς εἴρηται, θρασύδειλον

ὑπογράφων καὶ εἰσέτι τοῦ Ἀλεξάνδρου παραβολικῶς δι' ἐνάργειαν ὁ ποιητὴς

ἀνδρὶαὐτὸν εἰκάζει, ὃς ἐν βήσσαις ὄρους βαδίζων τέως μὲν ὁδῷ πρόεισιν, αἴφνης δέπως

δράκοντα ἰδὼν ἀναχωρεῖ. φησὶ γοῦν· «ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος

ἀπέστη οὔρεος ἐν βήσσῃσιν, ὑπό τε τρόμος ἔλλαβε γυῖα· ἂψ δ' ἀνεχώρησεν ὦχρός τέ μιν

εἷλε παρειάς» καὶ ἑξῆς. ταῦτα δὲ καὶ ἐπὶ παντὸς δειλιῶντοςῥηθείη ἂν, ὅτε ὁ φόβος τινὰ

εἰς τοιαύτην περιαγάγοι κατάστασιν. καλῶς δὲ ὁποιητὴς οὐ πεδιάδα παρέλαβεν ἐν τῇ

παραβολῇ, ἀλλὰ βήσσας ὄρους. ἐν μὲν γὰρπεδίῳ πόρρωθεν ἰδών τις δράκοντα οὐκ ἂν

τόσον πάθοι φόβον, ἐν δὲ βήσσαιςπάνυ ἂν πτοηθείη πρὸς αὐτῷ τῷ δράκοντι γεγονώς.

οὐ γὰρ μακρόθεν ἔστιπροϊδεῖν αὐτὸν ἐν ταῖς βήσσαις. (ῃ. 33) Ἰστέον δέ, ὅτι ὁ μὲν

δράκων ἐκ τοῦδέρκω, τὸ βλέπω, οὗ δεύτερος ἀόριστος ἔδαρκον, γίνεται, κατὰ μετάθεσιν

τοῦˉρ, οἷα σμερδαλέος καὶ τῇ ὄψει καταπληκτικός. Τὸ δὲ παλίνορσος, ὡς προγέγραπται,

ταὐτόν ἐστι τῷ ἄψορρος. ὀρούω μὲν γὰρ τὸ ὁρμῶ, πάλιν δὲ καὶ ἂψτὸ ὀπίσω. (ῃ. 35) Τὸ δέ

«ὦχρός τέ μιν εἷλε παρειάς» ταὐτόν ἐστι κατὰ σχῆματῷ «περὶ γὰρ ῥά ἑ χαλκὸς ἔλεψε

φύλλα τε καὶ φλοιόν». καὶ εἴρηται ἱκανῶς ἐκεῖπερὶ τοῦ τοιούτου σχήματος. Ἀρίσταρχος

δέ, φασίν, ἀντὶ τοῦ «ὦχρός τέ μινεἷλε παρειάς» γράφει παρειά οὐδετέρως καὶ ὀξυτόνως,

λέγων καὶ κανόνατοιοῦτον· τὰ ἀπὸ ὀξυτόνου θηλυκοῦ μεταποιούμενα εἰς οὐδέτερα τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

368

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!