18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

προμαχῶ. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. (ῃ. 20) Αἰνὴν δὲδηϊοτῆτα λέγει οὐ μόνον πρὸς

διαστολὴν τῆς, ὡς ἐρρέθη, ἐν λόγῳ μάχης,ἀλλὰ καὶ καθόλου, καθὰ καὶ κακὴν ἔριν

φθάσας ἔφη τὴν μεταξὺ τῶν γεράνωνκαὶ τῶν Πυγμαίων. (ῃ. 22) Τὸ δέ «μακρὰ

βιβῶντα», ἤτοι βαίνοντα, ἔοικέ πωςπρὸς τὸ διαβαίνειν, ὃ καὶ παρ' Ὁμήρῳ κεῖται ἐν τῷ

«εὖ διαβάς», ἤγουν διαστήσαςτὰ σκέλη, καὶ παρὰ τῷ Κωμικῷ ἐν τῷ «τοσόνδε δ' αὐτοῦ

βῆμα διαβεβηκότος».(ῃ. 23–26) Ὅτι ἐχάρη Μενέλαος ἰδὼν τὸν Πάριν «ὥστε λέων ἐχάρη

μεγάλῳἐπὶ σώματι κύρσας», ὃ ἐφερμηνεύων ἐπάγει· «εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ

ἄγριοναἶγα πεινάων· μάλα γάρ τε κατεσθίει, εἴπερ ἂν αὐτὸν σεύωνται», ἤγουνδιώκωσι,

«ταχέες τε κύνες θαλεροί τ' αἰζῃοί». καὶ νῦν μὲν οὕτω χαίροντι λέοντιτὸν Μενέλαον

εἰκάζει, ἀφανισθέντος δὲ Ἀλεξάνδρου φοιτᾶν φησι τὸν αὐτὸν Μενέλαον ἀν' ὅμιλον

θηρὶ ἐοικότα, δηλαδὴ λέοντι ἄγραν ἀπολωλεκότι. (ῃ. 23) 1.594 Ἀμφιβολία δὲ ἐνταῦθα

τοῖς παλαιοῖς. ἢ γὰρ ἐπὶ ἐμψύχου λαμβάνει τὸ σῶμα,καὶ ποῦ ἡ πολλὴ παρατήρησις, ἡ

λέγουσα τὸ δέμας μὲν ἐπὶ ἐμψύχου τιθέναι τὸνὍμηρον, ἐπὶ ἀψύχου δὲ τὸ σῶμα; ἢ

ἄλλως ἐπὶ ἀψύχου εἴληπται νῦν τὸ σῶμα.καὶ μὴν οὐ θέμις, ὡς λόγος, νεκροῦ σώματος

ἅπτεσθαι λέοντα. καὶ τοιαύτη μὲνἡ τοῦ διλημμάτου διχόνοια. οἱ δὲ παλαιοὶ τὸ σῶμα ἐπὶ

ἀψύχου κἀνταῦθαλαμβάνοντες τὴν διαφωνίαν ἰῶνται διὰ τοῦ «πεινάων». παρανομεῖ

γάρ, φασί,λέων πεινῶν καὶ νεκριμαίου ἀήθως ἅπτεται καὶ μάλιστα τετοξευμένου

ὑπότινων, ὡς ἐνταῦθα φαίνεται. λέοντα γὰρ ἔοικε λέγειν ἐντυχεῖν τετοξευμένῳζῴῳ

καὶ διωκομένῳ. διὸ καὶ ἐπικύρσας ἔφη, ἤγουν συγκυρήσας, καὶ κατὰ συγκυρίαν ἤτοι

κατὰ τύχην εὑρὼν οἷά τι δηλαδὴ ἕρμαιον. ἄλλοι δὲ σῶμά φασι λέγεινὧδε, ὃ αὐτὸς

νεκρὸν ὁ λέων εἰργάσατο. Ὥστε πάνυ θαυμασίως ὁ μὲν Ἀλέξανδρος πτοιαλέοις εἴκασται

ζῴοις φεύγειν ἑτοίμοις καὶ τούτοις νεκροῖς, Μενέλαος δὲλέοντι, καὶ αὐτῷ πεινῶντι.

χαλεπὸς γάρ, φασί, λέων πεινῶν, ὅσον ἥμεροςβεβρωκώς. μήποτε δὲ οὐ μόνον διὰ τὸ

δειλὸν ἐλάφῳ τὸν Ἀλέξανδρον Ὅμηρος εἴκασεν, ἀλλὰ καὶ διὰ τὸ φιλῳδὸν τοῦ ἀνδρός.

τοιαῦται γὰρ καὶ αἱ ἔλαφοι,εἴπερ ἀληθὴς ἡ τοῦ Ἀριστοτέλους ἱστορία. αἳ συριττόντων,

φησί, καὶ ᾀδόντωνθηρεύονται κατακηλούμεναι ὑφ' ἡδονῆς. ὅτι δὲ καὶ Ἀλέξανδρος

φιλῳδός, δηλοῖκαὶ ἡ κιθάρα, ἣν αὐτῷ Ἕκτωρ ὀνειδίσει μετὰ μικρόν. καὶ ἄλλως δὲ

ἐλάφῳ μὲναὐτὸν εἰκάζει ὡς δειλόν, αἰγὶ δὲ ὡς ὀχευτικόν. τοιαῦτα γὰρ τὰ ζῷα. (ῃ.

24)Ἰστέον δὲ καί, ὅτι ἀορίστως εἰπών «μεγάλῳ σώματι ἐπικύρσας» ἐφερμηνεύειαὐτὸ διὰ

τοῦ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα. ἔστι δὲ κεραὸς ἔλαφος ὁ ἤδη τέλειοςκαὶ μηκέτι

νεβρός. Τὸ δέ «ἄγριον αἶγα» ἔστι καὶ θηλυκῶς λαβεῖν τὴν ἄγριον ἢκαί, ὡς ἑξῆς

φανήσεται, ἀρσενικῶς. Ἀττικὸς γὰρ ἀνὴρ τὸν αἶγα λέγει, ὥσπερκαὶ τὸν ἀηδόνα. (ῃ. 26)

Τὸ δέ «θαλεροὶ αἰζηοί» ἀντίκειται τῷ τοῦ Ἡσιόδουαἰζῃῷ. παρὰ γὰρ ἐκείνῳ

τεσσαρακονταετὴς αἰζῃός τις εἴρηται, ἤτοι ἁπλῶς ἀνήρ,ὃς οὐκ ἂν εἴη οὕτω θαλερός.

γίνεται δὲ αἰζῃός κατὰ τοὺς παλαιοὺς παρὰ τὸ αἰεὶζέειν, ὁ θερμὸς καὶ ὡς νεανίας

ἀκμάζων τῇ ἡλικίᾳ, ἢ παρὰ τὸ ˉα στερητικὸν καὶτὸ ἵζειν, οἱονεὶ ὁ ἀεικίνητος καὶ μὴ

εἰδὼς ἵζεσθαι, ὅ ἐστι καθῆσθαι καὶ ἀργεῖν.ὅθεν καὶ ἀκμαῖος ὁ αὐτός, ὁ ἀκάμας δηλαδή.

καὶ νέος δὲ παρὰ τὸ νέω, ὁ εὐκίνητος. 1.595 Ὅτι δὲ ἐπειράθησάν τινες προσγράφειν τὸ ˉι

ἐν τῇ παραληγούσῃ τοῦ αἰζηός διὰ τὸεὑρίσκεσθαι τετρασυλλάβως αἰζήϊος, καὶ ὅτι οὐκ

ἀκριβῶς ἐδόξασαν ἐκεῖνοι διὰτὸ χρῆναι εἶναι αἰζηός διὰ μόνου τοῦ ˉη, ὁμοίως τῷ πηός

καὶ τοῖς τοιούτοις,καὶ ὅτι ἀπορίας ἄξιον, πῶς μὴ ἐκ τοῦ αἰζήϊος συναιρέσεως γενομένης

καὶσυνελεύσεως ὀξείας καὶ βαρείας προπεριεσπάσθη ὁ αἰζηός, ἐν τοῖς τοῦ Ἡρωδιανοῦ

ἔστιν εὑρεῖν. (ῃ. 27) Ἀγαθὴ δὲ λέξις τὸ «ἐχάρη». διὸ καὶ δὶς αὐτὴν ὁποιητὴς εἶπε λόγῳ

ἐπιμονῆς. σημείωσαι δέ, ὅτι ἐχάρη μὲν εὕρηται ἰδοὺ παθητικῶς, ἐνεστὼς δὲ αὐτοῦ

παθητικὸς οὐκ ἂν εὑρεθείη παρά γε τοῖς ἑλληνίζουσι[καὶ μηδὲ παίζειν προελομένοις,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

367

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!