18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

διὸ τόξα καὶ ξίφος καὶ δύοδόρατα ἔφερεν, ὡς ἂν ἔχοι τάχα φεύγειν ἐλαφρότερον. ἐν δὲ

τοῖς ἑξῆς καὶἄλλους ἥρωας εὑρήσομεν δορὰς ζῴων περικειμένους, τὸν μὲν λεοντῆν, τὸν

δὲλυκέην. ἔστι δὲ παρδαλέη δορὰ παρδάλεως, ὥσπερ καὶ λεοντέη ἡ τοῦλέοντος, κατὰ

ἔλλειψιν τοῦ δορά, καὶ λυκέη ἡ τοῦ λύκου καὶ τραγέη ἡ τοῦτράγου. Ἰστέον δέ, ὅτι παρ'

Ἡροδότῳ κεῖται καὶ ἀνθρωπείη, ἡ τοῦ ἀνθρώπου δορά, ἐν τῷ «σφάξας ἀπέδειρε πᾶσαν

τὴν ἀνθρωπείην». ἐντελῶς δὲ ἔφρασενἩρόδοτος ἀνθρωπείην εἰπών. τοιοῦτον δὲ καὶ ἡ

ταυρείη καὶ ἡ ἐν Ὀδυσσείᾳ αἰγείη κυνέη καὶ ὅσα τοιαῦτα, ἐν οἷς καὶ ἡ ἀπαθὴς παρδαλείη

καὶ λεοντείη καὶλυκείη καὶ τραγείη, ἃ ἐξωθήσαντα μὲν τὸ τῆς διφθόγγου ˉι παρδαλέη

γίνεται καὶλεοντέη καὶ λυκέη καὶ τραγέη καὶ τὰ ὅμοια κατὰ τὸ κυνέη καὶ κτιδέη,

κραθένταδὲ κατὰ τὸ συκέα συκῆ, γαλέα γαλῆ καὶ μυγαλῆ, νέα νῆ, σελήνη, ὡς ἐν

τοῖςἑξῆς που φανεῖται, ἀμυγδαλέα ἀμυγδαλῆ, ἀναγκαίως περισπῶνται κατὰ τὸ χαλκέα

χαλκῆ, χρυσέα χρυσῆ καὶ ὅσα τοιάδε. διὸ καὶ τὰς τραγᾶς ἀναλόγως περισπῶμεν. Ἰστέον

δὲ καί, ὅτι παροιμιωδῶς παρὰ τοῖς ὕστερον παρδαλέηνἐνεῖσθαι λέγεται ὁ ποικίλος τὸν

τρόπον καὶ οἷον πολύστικτος τὸ ἦθος κατὰτὴν πάρδαλιν, ὥσπερ καὶ ἀλωπεκῆν ὁ

κερδαλέος καὶ δόλιος κατὰ τὴν κερδὼ καὶλυκέην ὁ ὕπουλος ἅρπαξ. φορεῖν δὲ καὶ

νεβρίδα ῥηθείη ἂν ∆ιονυσιακῶς ὁδειλὸς καὶ μέθυσος, ἤδη δὲ καὶ ποικίλος καὶ

παλίμβουλος, ἐπεὶ στικτόν τι καὶἡ νεβρίς. οὐ μὴν καὶ λεοντῆν προσφυῶς πάνυ λεχθείη

ἐνάπτεσθαι ὁ ἀνδρεῖος κατὰτὸν πάλαι Ἡρακλῆν ἢ κατὰ τὸν ὕστερον Ζιήλαν τὸν παρὰ

τῷ Ἀρριανῷ. ἀχρειοῖ γὰρ τὸ ὄνομα τοῦτο ἡ κατὰ τὸν Αἰσώπειον ὄνον παροιμία, ὃς

περιεδύσατολεοντῆν, καθά που καὶ καλὸν κροκωτὸν ἡ ὁμοίως μυθευομένη γαλῆ. Τὸ

δὲκαμπύλα τόξα τρόπῳ ποιητικῷ πληθύνεται, καθὰ καὶ τὸ ἅρματα καὶ ὄχεα,

ὡςπολλαχοῦ φανήσεται. ὅθεν καὶ Εὐριπίδης λαβών φησιν ὀχήματα ἤγουν ἅρμα.

Καμπύλα δὲ κοινῶς πάντα τὰ τόξα. οὕτω δὲ καὶ ἀγκύλα καὶ ῥαιβὰ δέ, ὡς παρὰ

Λυκόφρονι, καὶ σκολιὰ καὶ παλίντονα δέ. τοῦτο δὲ δοκεῖ παρὰ τῷ Ἡροδότῳ σκέψιν

ἔχειν. λέγων γάρ, ὅτι τόξα παλίντονα Ἀράβιοι εἶχον, δίδωσιν ὑπονοεῖν, 1.593 ὡς οὐ πᾶν

τόξον ἁπλῶς παλίντονόν ἐστιν, ἀλλὰ τὸ εἰς πλέον ὀπίσω τῇ ἀνέσειῥαιβούμενον καὶ

οἷον καμαρούμενον, ὁποῖα πολλὰ ἐν τοῖς ἐθνικοῖς τόξοις φαίνεται εἰσέτι καὶ νῦν. (ῃ. 18)

∆όρυ δὲ ἁπλῶς μὲν ξύλον, ὡς τὸ «οὐ γάρ πω τοῖονἀνήλυθεν ἐκ δόρυ γαίης», ἤγουν

φυτὸν δέρμα ἔχον καὶ πεφυκὸς ἀποδέρεσθαι. τὸδὲ στρατιωτικὸν δόρυ λέγεται μὲν καὶ

αὐτὸ οὕτω διὰ τὸ ἐκδαρῆναι τοῦ φλοιοῦ,ἀπὸ μέρους δέ, τοῦ ξύλου δηλαδή, πολεμικὸν

ὅπλον δηλοῖ. ὅτε δέ τις εἴπῃ»δόρυ κεκορυθμένον χαλκῷ», τηνικαῦτα μάλιστα ἐξ ὀρθοῦ

τὸ πολεμιστήριοντεῦχος δηλοῖ. ὥσπερ γὰρ ἀνὴρ κεκορυθμένος ἤτοι κορυστής, ὁ κόρυν

ἔχων περὶτὴν κεφαλήν, οὕτω καὶ δόρυ πολεμικόν, τὸ ἔχον ἄνω οἷα κόρυν χαλκῆν, τὴν

ἀπὸσιδήρου ἐπιδορατίδα καταφράσσουσαν τὸ ξύλον ἀσφαλῶς, ὡς καὶ ἡ κόρυς

τὸνμαχητήν, ἥτις καὶ αἰχμὴ κυρίως λέγεται. τροπὴ δὲ τοῦ ˉσ εἰς ˉθ ἐστιν ἐν

τῷκεκορυθμένος, ὥσπερ καὶ ἐν τῷ μηνιθμός καὶ ἐν ἄλλοις πολλοῖς. (ῃ. 19) ∆ύω δὲδοῦρε

πάλλων Ἀλέξανδρος Ἀργείων προκαλίζετο πάντας ἀρίστους, ὡς ἢ τῇ φωνῇ

προκαλούμενος καὶ κλάζων καὶ αὐτὸς ἢ τῷ βλέμματι μόνῳ καὶ τῷσχήματι, ὃ καὶ

κάλλιον. μετ' ὀλίγα γοῦν φησιν, ὅτι ἔφασαν Ἕλληνες πρόμονεἶναι αὐτόν, οὕνεκα

καλὸν εἶδος αὐτῷ. οὕτω καὶ σίδηρος ἐφέλκεται ἄνδραςθυμουμένους, οὐ τῇ φωνῇ, ἀλλὰ

βλεπόμενος. (ῃ. 20) Προεκαλεῖτο δέ, φησίν,ὁ Πάρις τοὺς ἀρίστους μαχέσασθαι ἐν αἰνῇ

δηϊοτῆτι, τουτέστιν ἐν τῷ διὰχειρῶν πολέμῳ, οὐ μὴν λόγοις, καθὰ μαχέσατο Ἀχιλλεὺς

καὶ Ἀγαμέμνων εἵνεκα κούρης. (ῃ. 18) Τὸ δέ «δύο δόρατα πάλλειν» καὶ ἀμφοτεροδέξιον

τὸνἈλέξανδρον ὑποβάλλει νοεῖν, ὁποῖός που καὶ ὁ Ἀστεροπαῖος ἱστορηθήσεται. (ῃ. 19)

Τὸ δὲ προκαλίζετο ἐκ τοῦ προκαλῶ παρῆκται, ὡς καὶ ἀνωτέρω τὸπρομάχιζεν ἐκ τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

366

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!