18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πάντωςεὐεπιβούλευτον οὐδὲν ἧττον ποιμνίου τὸ αἰπόλιον, ᾧ καὶ μάλιστα προσφυεῖς

αἱπερὶ τὰς τῶν ὀρῶν κορυφὰς νομαί. [Ὡς δὲ τὸ αἰπόλιον ῥᾷόν ἐστι τηνικαῦτα

κλέπτεσθαι διὰ τὸ πλατὺ νέμεσθαι καὶ οὕτως ἐσκεδάσθαι, οὐκ ἄδηλόν ἐστιν.] (ῃ.

13)Ἀελλὴς δὲ κονίσαλος ὁ συνεστραμμένος δίκην ἀέλλης. Ἕτερον δὲ τούτου τὸ ἀολλέες

παρ' Ὁμήρῳ καὶ τὸ ἀλέες παρ' Ἡροδότῳ ἐν τῷ «εἰσέπεσον ἀλέες εἰς τοὺς Πέρσας».

δύναται δὲ ἄλλως τὸ ἀελλής χρήσιμον εἶναι καὶ εἰς ἐτυμολογίαντοῦ κονισάλου, ἵνα ᾖ

κονίσαλος κόνις ἀελλής. [(ῃ. 10) Ἰστέον δὲ καί, ὅτι τὸ «κατέχευεν ὁμίχλην» τὸ τῆς

ὁμίχλης ὑλικὸν αἴτιον δηλοῖ. ἐξ ὑγρότητος γὰρ καί, ὡςεἰπεῖν, ἀπέπτου δρόσου ἐστὶ καὶ

αὐτή, καθὰ καὶ ἡ πάχνη.] (ῃ. 14) Ὅτι κυρίωςδιαπρήσσειν ἐπὶ θαλάσσης τὸ διαπερᾶν, ὡς

πολλαχοῦ φαίνεται, νῦν δὲ καταχρηστικῶς φησι τὸ «διέπρησσαν πεδίοιο», ἤγουν διὰ

τῆς πεδιάδος ἤρχοντο οἱἈχαιοί. (ῃ. 15–22) Ὅτι θρασύδειλον τὸν Θερσίτην φθάσας

ὑπετυπώσατο, ὃς1.591 ἐξ οὕτω πολλοῦ καὶ ἀσχέτου θράσους κατὰ γυναῖκα ἐδάκρυε, καὶ

τὸν Ἀλέξανδρον δὲ τοιοῦτον ὧδε καθυπογράφει φάμενος· «οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν

ἐπ'ἀλλήλοισιν», ἤγουν κατ' ἀλλήλων, «ἰόντες, τοῖσιν μὲν προμάχιζεν

Ἀλέξανδροςθεοειδής». εἶτα καὶ τὸν ὁπλισμὸν αὐτοῦ φράζων Ὅμηρος ἐπάγει·

«παρδαλέηνὤμοισιν ἔχων καὶ καμπύλα τόξα καὶ ξίφος· αὐτὰρ ὃ δοῦρε δύω

κεκορυθμέναχαλκῷ πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους» εἰς μάχην, οἳ

ἑώρωναὐτόν «ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβῶντα». καὶ νῦν μὲν

οὕτωθρασὺς ὁ Πάρις. (ῃ. 30–7) Νοήσας δὲ Μενέλαον ἐν προμάχοισι φανέντα

«κατεπλήγη φίλον ἦτορ, ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων»,

φυγὼνἀγεννῶς παλίνορσος, ὥσπερ τις δράκοντα ἰδὼν ἐν ὄρει καὶ εἰς ὦχρον

μεταχρωσθεὶς καὶ τρόμον παθών, καθάπερ ὁ ποιητὴς ἐρεῖ προϊών. (ῃ. 31) Ἐντούτοις δὲ

ὅρα τὸ κατεπλήγη, οὕτως εἰπεῖν ἀρέσαν τῷ ποιητῇ. ἄλλως γὰρπληγῆναι μέν φασιν ἐπὶ

σώματος, καταπλαγῆναι δὲ ἐπὶ ψυχῆς, ὥσπερ καὶἐκπλαγῆναι, οἷον· «ἔρωτι θυμὸν

ἐκπλαγεῖσα» παρ' Εὐριπίδῃ, ὅθεν καὶ ἔκπλαγος,ὡς προγέγραπται, καὶ κατὰ μετάθεσιν

ἔκπαγλος, ὁ ἐκπλήττειν δυνάμενος. Σημείωσαι δὲ καί, ὡς θαυμασίως Ὅμηρος, ἐν οἷς

δοκεῖ ἐπαινεῖν τὸν Ἀλέξανδρον, πλαγίως πως ψέγει αὐτόν. (ῃ. 16) Τὸ γοῦν θεοειδής, ὃ

πεντάκις ἐν τοῖςἄρτι ἐπιλέγει τῷ Ἀλεξάνδρῳ, ἔστι μὲν ταὐτόν, ὡς εἴπερ εἴποι αὐτὸν

θεοῖς ἐοικότα τὸ εἶδος ἤτοι περικαλλῆ. ὅτι δὲ ἐπὶ ψόγου λέγει αὐτό, δῆλον ἐν οἷς

μετ'ὀλίγα ὁ Ἕκτωρ ὀνειδίζων ἐρεῖ· «∆ύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά».

τὸ γὰρ εἶδος ἄριστε ταὐτόν πώς ἐστι τῷ θεοειδές. καὶ μετ' ὀλίγα·»οὕνεκα καλὸν μέν σοι

εἶδος, οὐκέτι δὲ βίη φρεσὶν οὐδέ τις ἀλκή». οὕτω καὶ ἐνὈδυσσείᾳ λέγει περὶ Ἀντινόου

«οὐκ ἄρα σοί γ' ἐπ' εἴδει καὶ φρένες ἦσαν». καὶ τῷ ὄντι ὄνειδος εἶδος καλὸν οὐχ'

ὁμοιούμενον ψυχῇ. τινὲς δὲ τὸ θεοειδής ἀντὶτοῦ θεοῖς εἰδόμενος, κατὰ τὸ εὐγενὲς

δηλαδὴ καὶ τὸ τοῦ τοξεύειν ἐπιστημονικόν.ὅτι δὲ οὐδ' οὕτω ἐξ ὀρθοῦ ἐπὶ ἐπαίνου

καθαροῦ λαμβάνει Ὅμηρος τὸ θεοειδές,δηλοῖ εἰπών, ὡς καθ' ὅμιλον ἔδυ Τρώων δείσας

Ἀλέξανδρος θεοειδής, ὃταὐτόν ἐστι τῷ «ἂψ εἰς ἑτάρους ἐχάζετο». αἰσχύνει γὰρ τὸ

θεοειδὲς ὁ φεύγων.εἰ δέ γε καὶ ἀληθῶς ἐπὶ ἐπαίνου εἴρηται, σημείωσαι, ὡς οὐ

σκωπτικὸς ὁποιητής, ἀλλ' αὐτὸς μὲν ἐπαινῶν θεοειδῆ τὸν Ἀλέξανδρον λέγει, ἀφ' ὧν

ἔχεικαλῶν, τὰ δὲ ψογερά, τὸ «∆ύσπαρι, εἶδος ἄριστε» καὶ τὰ ἑξῆς, οὐχ' ὁ ποιητὴςἀλλ' ὁ

Ἕκτωρ τοῦ ἀδελφοῦ κατέλεξεν. Ἔοικε δὲ καὶ ἀντιθετικῷ σχήματι τὸ «∆ύσπαρι, εἶδος

ἄριστε». οἱονεὶ γάρ φησιν, ὅτι ὁ Πάρις κακὸς μὲν ἄνθρωπόςἐστι, τὸ δὲ εἶδος ἄριστος,

ἤτοι καλὸς τὸ εἶδος, ὅπερ γυναικῶν μάλιστα ἔπαινος.διόπερ ἐν τοῖς ἑξῆς εὐειδέα τὴν

Ἑλένην ἐρεῖ. ἐπιτείνει δὲ τὸν ἔπαινον τοῦτονμάλιστα τῷ Πάριδι, ὅτε εἴπῃ αὐτὸν κάλλει

στίλβειν. (ῃ. 17) Παρδαλέην δὲ 1.592 ὤμοις Ἀλέξανδρος ἔχει, ἐπεὶ μὴ ἦν βριθὺς ὁπλίτης.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

365

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!