18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐνταῦθα καὶ τὸ φέρειν ἐνεργητικῶς τε λεχθὲν ἅμακαὶ παθητικῶς ἐν τῷ «φέρουσαι» καὶ

«προφέρονται». καὶ ὅτι οὐδ' ὅλως οὐδ'ὑπόνοιαν βαστάγματος ἐμφαίνει ἐνταῦθα τὸ

φέρειν κατὰ τοὺς τοῦ ἄγειν καὶφέρειν παρατηρητάς, ὡς οὐδ' ἐν τῷ διαφέρειν καὶ

διαφέρεσθαι, ἀφ' ὧν ἡδιαφορὰ καὶ ὁ τῷ πατρὶ διάφορος ἤγουν ἐναντίος, οὐδ' ἐν τῷ

ἐμφέρειν, ὅθενἐμφέρεια, ἡ ὁμοιότης, οὐδ' ἐν τῷ συμφέρειν, ἐξ οὗ καὶ τὸ κοινῶς

συμφέρον,τὸ καὶ συνοῖσον, καὶ ἡ ξυμφορά, ἥ τε βαρεῖα καὶ ἡ ἁπλῶς κατὰ ἀπόβασιν,

οὐδ'ἐν τῷ περιφέρειν καὶ ἀποφέρειν καὶ ὑποφέρειν, ὧν γεννήματα ἡ κατὰ

κύκλονπεριφέρεια καὶ ἀποφορά, ἡ ὀδμή, καὶ ὑποφορὰ καὶ ἀνθυποφορά, αἱ

ῥητορικαί,οὐδ' ἐν τῷ προφέρειν καὶ ἐκφέρειν, ὧν τοῦ μὲν ἡ κατὰ λόγον προφορά, τοῦ

δὲτὸ «ὅτ' ἂν ἐκφέρῃ μέγα». ἡ μέντοι νεκρικὴ ἐκφορὰ καὶ ἡ ἐκφόρησις καὶ τὰ

τούτωνῥήματα, δῆλον, ὅτι δηλοῦσι βάσταγμα κατὰ τούς, ὡς ἐρρέθη,

παρατηρήσαντας.(ῃ. 8 ς.) Ὅτι ἐπαινῶν τὸ τῶν Ἀχαιῶν ὁ ποιητὴς ἐνταῦθα εὔκοσμόν

φησιν· «οἳ δ' ἂρ ἴσαν», ὅ ἐστιν ἐπορεύοντο, καθὰ πολλαχοῦ λέγεται, «μένεα

πνείοντεςἈχαιοὶ ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι». καὶ τῷ ὄντι ἐπαινετέοι

εἰσίν,οἳ τῶν Τρώων κλαζόντων αὐτοὶ σιγῇ ᾔεσαν, πλὴν οὐ κατεπτηχότες–ἐμποιεῖγάρ

ποτε καὶ τὸ δέος σιγήν–ἀλλὰ μένεα μὲν πνέοντες καὶ ἀλεξήσειν ἀλλήλοιςἐθέλοντες,

σιγῶντες δέ, ὡς ἂν ἐπιταττόντων ἔχοιεν ἀκούειν τῶν ἡγεμόνων. καὶὅρα τὸ «μένεα

πνέοντες», ἤγουν ζῶντες μένος καὶ ἀνδρία ὄντες αὐτόχρημα, ὡςοἷα σύστασιν καὶ πνοὴν

τὸ μένος ἔχοντες. ἐκ τούτου δὲ καὶ τὸ θυμοῦ πνέεινεἴληπται τοῖς μεθ' Ὅμηρον. ἢ καὶ

ἄλλως εἰπεῖν μένεα πνέοντες καὶ οὐ κατὰτοὺς Τρῶας ἐνοπὴν καὶ κλαγγήν,

ἁπλούστερον δὲ εἰπεῖν, ταὐτά εἰσι τὸ μένεαπνέοντες καὶ τὸ θυμῷ μεμαῶτες. ἐπεὶ γὰρ

μένος καὶ ἡ ψυχικὴ προθυμία, μένοςοἷον πνέει ὁ τῇ ψυχῇ προθυμούμενος. (ῃ. 10–4) Ὅτι

τὸν Νότον γεννητικὸνὁμίχλης φησὶ φυσικῶς λέγων, διαγράφει δὲ καὶ τὴν αὐτῆς

πύκνωσιν λέγωντοσοῦτον διϊκνεῖσθαι τὴν ὄψιν διὰ τοῦ πάνυ ὁμιχλώδους ἀέρος, εἰς

ὅσον ἂνἀφίκοιτο λίθου βολή. καὶ ταῦτα οὕτως φύσει εἰπών, εἶτα καὶ πραγματικά

τιναπροστίθησι διὰ πολυπειρίαν τῶν ἀκροωμένων λέγων τὴν ὁμίχλην ποιμέσι μὲν

οὐφίλην εἶναι, τῷ κλέπτῃ δὲ ἀμείνω καὶ τῆς νυκτός, διὰ τὸ μὴ πάνυ πεφυλάχθαιἡμέρας

τὰ βοσκήματα, ἀλλ' εὐεπιβούλευτα εἶναι κλέπταις διὰ τὸ σκεδάννυσθαιαὐτὰ ἐν τοιαύτῃ

ὁμίχλῃ. ᾗ καὶ ἀπεικάζει τὸν ἐν τῷ θέρει γῆθεν αἰρόμενον ἢ καὶ 1.590 ὀρνύμενον

κονίσαλον, προσφυῶς τῷ πράγματι διὰ τὴν ὁμοιότητα. ὁμίχλη γὰρκαὶ κονιορτὸς ὅμοιά

πως καὶ ὁμοίως ἐπιπροσθοῦντα τοῖς ὄμμασιν. οὕτω κριτὴςὁμοιοτήτων ἄριστος Ὅμηρος.

τάχα δέ τις ἀκινδύνως ἀντιστρέψας καὶ τὴνὁμίχλην ποτὲ τοιούτῳ ἂν κονισάλῳ ἐν

παραβολῇ ἀπεικάσειε δι' ὁμοιότητα.ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις αὕτη· «εὖτ'

ὄρεος κορυφῇσι Νότοςκατέχευεν ὁμίχλην ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς

ἀμείνω, τόσσοντίς τ' ἐπιλεύσσει», τουτέστι βλέπει, «ὅσον τ' ἐπὶ λᾶαν ἵησιν», ἤγουν

ἐφ'ὅσον διάστημα λίθον ἀφίησιν, «ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ'

ἀελλὴςἐρχομένων». (ῃ. 13) Γίνεται δὲ κονίσαλος ἐκ τοῦ κονίω κονίσω, ὡς ἵξω ἵξαλος,ἢ

ἐκ τοῦ τὴν κόνιν σεσαλεῦσθαι. Ἰστέον δὲ καί, ὅτι ὁ κονίσαλος καὶ πάτοςλέγεται, ὡς

δηλοῖ ὁ εἰπών, ὅτι ὁ ἱδρὼς τῶν γυμναζομένων μιχθεὶς τῷ πάτῳσυντελεῖ πρὸς

διαφόρησιν ὄγκων τῶν παρὰ φύσιν. κονίσαλον δέ, φησίν, ὀνομάζουσιν αὐτὸν ἔνιοι τῶν

περιέργως ἀττικιζόντων. καὶ μέμνησο τούτου καὶ εἰςτὸ «πάτον ἀνθρώπων ἀλεείνων».

[(ῃ. 11) Ἀμείνων δὲ νυκτὸς τῷ [τῶν ποιμνίων]κλέπτῃ ἡ, ὡς ἐρρέθη, βαθυτάτη ἐν ἡμέρᾳ

ὁμίχλη διὰ τὸ ἀφύλακτον. νυκτὸς μὲνγὰρ τάσσονται φυλακαί, οὐ μὴν δὲ οὕτω καὶ μεθ'

ἡμέραν.] (ῃ. 13) Τὸ δέ»κονίσαλος ὤρνυτο» ἡ ἁπλότης ἐστὶ τοῦ συνθέτου κονιορτοῦ. (ῃ.

11) Σκοπητέονδέ, εἴπερ ποιμένα ἐνταῦθα γενικῶς εἶπε καὶ τὸν αἰπόλον. ἐν γὰρ ὀμίχλῃ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

364

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!