18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γεράνους πέτεσθαι οὐρανόθι πρό φασιν οἱ παλαιοὶ οὐρανὸν ἐνταῦθα λέγεσθαι τὸν ὑπὸ

τὰ νέφητόπον, ὥστε τῷ λόγῳ τούτῳ τὰς τοῦ ὄρους Ὀλύμπου κορυφὰς καὶ ἄλλων

τινῶνμὴ νεφελουμένας οὐ μόνον ἐπουρανίους εἶναι, ἀλλὰ καὶ ὑπερουρανίους, ὡς

πρὸςτὸν τοιοῦτον οὐρανόν. [Ἰστέον δέ, ὅτι ἐν τῷ κλαγγή πλεονασμός ἐστι συνήθηςτοῦ

νῦ πρὸς ὄγκον φωνῆς, ὡς καὶ ἐπ' ἄλλων προδεδήλωται. φύσει μὲν γὰρ κλαγή,ὡς ἐρυγή,

ἐπενθέσει δὲ τοῦ ˉν κλαγγή κατὰ τὸ κλάζω, ἔκλαξα, ἔκλαγξα.] Ἔτιἰστέον καί, ὡς

κρουστικὴ τῷ τόνῳ ἡ τῆς προθέσεως φωνὴ ἐν τῷ οὐρανόθι πρό.αἴτιον δέ, ὅτι οὐ

κατασπᾷ βαρύνουσα συνέπεια. τὸ δ' ὅμοιον, ὡς καὶ ἀλλαχοῦφανεῖται, καὶ ἐπὶ ἑτέρων

γίνεται, οἷον «δράσω τε πρός» καὶ «μικρόν τι πρό» καὶ»Ἀρτέμιδι ξύν» καὶ «οὐδὲ κακῶν

ἔξ». Σημείωσαι δὲ καί, ὅτι μὴ ἔχων ἐπὶ τῆςγεράνων φωνῆς λέξιν καιριωτέραν τῆς

κλαγγῆς ἐνδιατρίβει τεχνικῶς αὐτῇ,ἐπιμείνας καὶ εἰς τρὶς τῇ λέξει χρησάμενος. δῆλον

δέ, ὅτι φωνητικὴ ἡ γέρανος.τοιαῦτα γὰρ φύσει τὰ δειλότερα τῶν ζῴων φωνητικώτερα

τῶν ἀνδρείων. ἔτι τεεὐαισθητότερον ἡ γέρανος ἔχει καὶ ῥᾷον τοῦ ψύχους

ἀντιλαμβάνεται καὶ τὸνχειμῶνα φεύγουσα, ἤτοι τὴν χειμερινὴν κατάστασιν ἢ τὰ τῆς

Θρᾴκης χειμέρια,εἴς τε ἄλλους τῶν θερμοτέρων τόπων ἐκδημεῖ καὶ εἰς Ὠκεανὸν δὲ

πέτεται τὸννότιον, περὶ ὃν μυθεύεται καὶ τοὺς Πυγμαίους εἶναι. κατὰ δὲ

Ἀριστοτέληνεἰπεῖν, αἱ γέρανοι μεταβάλλουσιν ἐκ τῶν ἐσχάτων εἰς τὰ ἔσχατα, ἤγουν ἐκ

τῶν Σκυθικῶν πεδίων εἰς τὰ ἕλη, ὅθεν ὁ Νεῖλος ῥέει. (ῃ. 5) Τὸ δέ «ἐπ' Ὠκεανοῖο1.588

ῥοάων» ἀντιπτωτικῶς εἴρηται ἀντὶ τοῦ «ἐπ' Ὠκεανοῖο ῥοάς». χρῶνται δὲ τῷσχήματι

τούτῳ μάλιστα καὶ οἱ συγγραφεῖς, οἷον· ἤλασεν ἐπὶ τῆς δεῖνα πόλεωςἢ ἀπῆλθεν ἢ εἴ τι

τοιοῦτον. (ῃ. 6) Ἰστέον δέ, ὅτι διὰ μὲν τῶν γεράνων τὸν Τρωϊκὸν ὁ ποιητὴς αὔξει θροῦν,

ὡς προείρηται, τῷ δὲ τῶν Πυγμαίων ἐπεισοδίῳδιὰ τὸ ξένον τῆς ἱστορίας ψυχαγωγεῖ τὸν

ἀκροατὴν τὸ σύνηθες ποιῶν. φιλοτιμεῖται γὰρ ἐν ταῖς παραβολαῖς πολλά, ὡς

προγέγραπται, τῷ ἀκροατῇ συντείνοντα πρὸς πολυμάθειαν. Λέγεται δέ, ὅτι οἱ Πυγμαῖοι

οὐδὲ πηχυαῖοι τὸ μέγεθόςεἰσι. παρωνομασμένοι γάρ εἰσι πυγόνι. πυγούσιον δέ ἐστι

διάστημα τὸ ἀπὸἀγκῶνος ἕως τοῦ μικροῦ δακτύλου ἢ καὶ τῶν δακτύλων

συνεσταλμένων. Ἱστορεῖται δὲ καί, ὅτι κέρατα περιτίθενται καὶ ἐν σχήματι κριῶν, ὡς

Ἑκαταῖός φησι,κρόταλα ψοφοῦσι καὶ οὕτω τὰς πυγμαιομάχους γεράνους ἀμύνονται

καταφρονούσας ἄλλως τοῦ μήκους. γεωργικοὶ δέ εἰσιν, ὥς φασιν. ὅτι δὲ καὶ

ἀξίνῃἐχρήσαντο ἐπὶ τὸν ἄσταχυν, γελοῖον μὲν καὶ οὐ πιθανόν, λέγεται δέ. ἀρέσκει δὲκαὶ

Ἀριστοτέλει μὴ μῦθον εἶναι τὰ κατὰ τοὺς Πυγμαίους. Λέγει γάρ, ὅτι περίπου τὰ ἕλη τὰ

ἄνω τῆς Αἰγύπτου, ὅθεν ὁ Νεῖλος ῥέει, ἔστι κατὰ ἀλήθειαν γόνοςτοιοῦτος, μικροὶ καὶ

αὐτοὶ καὶ οἱ ἵπποι. εἰσὶ δέ, φησί, τρωγλοδύται τὸν βίον. ὁδὲ Γεωγράφος πεντασπιθάμους

καὶ τρισπιθάμους ἀνθρώπους ἱστορῶν πόλεμονπρὸς τοὺς τρισπιθάμους εἶναι ταῖς

γεράνοις φησίν. Ἐν δὲ τοῖς τοῦ Ἀθηναίου κεῖται καί, ὅτι ἱστορεῖται, ὡς οἱ μικροὶ ἄνδρες

οἱ ταῖς γεράνοις διαπολεμοῦντεςπέρδιξιν ὀχήματι χρῶνται καὶ ὅτι οἱ Πυγμαῖοι πέρδιξι

καὶ γεράνοις πολεμοῦσιν.[Εἰ δὲ μὴ καθαρῶς ἐκ τῆς πυγόνος οἱ Πυγμαῖοι παρώνυμοι

ἀλλ' ἐκ τῆς πυγμῆς,καινὸν οὐδέν. διὰ γὰρ τὸ σαφὲς τῆς τῶν δακτύλων συστολῆς, οἷς

πρὸς πῆχυνμετροῦνται συνεσταλμένοις οὖσιν, οὐ Πυγόνιοι λέγονται ἤ τι τοιοῦτον,

ἀλλὰ Πυγμαῖοι. Ὅτι δὲ καὶ βόρειοι Πυγμαῖοι περί που τὰ τῆς Θούλης ἀντιπέραια, ἔνθα

τὰ Ἰγκλικά, βραχύσωμοι καὶ αὐτοὶ καὶ ὀλιγοχρόνιοι ἐς τὸ παντελές, βέλεσιχρώμενοι

λεπτυνομένοις ὡς εἰς βελόνην, περιᾴδεται. καί εἰσιν οἳ βεβαιοῦνταιἀνθρωπάρια

τοιαῦτα ἰδεῖν. αἱ μέντοι Πιθηκοῦσσαι νῆσοι οὐ τοιούσδε τινὰς 1.589 ἔχουσιν, ἀλλ'

ἑτεροῖαι περιφέρονται.] (ῃ. 7) Ἠέριαι δὲ τοῖς Πυγμαίοις αἱγέρανοι ἐπιτίθενται, ὅ ἐστι

πρωϊναὶ ἢ διὰ τοῦ ἀέρος πετόμεναι. ἡ δὲ λέξις κεῖταικαὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ. Ὅρα δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

363

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!