18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

φθάσας πληθὺν ἔφη ὁ ποιητὴς ἄλλην οὖσαν παρὰ τοὺς ἡγεμόνας. διὸ λέγει»ἅμ'

ἡγεμόνεσσιν ἕκαστοι», ἤγουν ἡ πληθὺς μετὰ τῶν ἡγεμόνων, κατ' ἐξοχὴνἰδίᾳ

ἐκφωνήσας τοὺς ἡγεμόνας. Οὐκ ἔστι δὲ ἐναντία τὸ ἐκοσμήθησαν καὶ τὸ»κλαγγῇ

ἐπορεύοντο». ἡ μὲν γὰρ ἄθροισις καὶ ἡ στάσις καὶ ἡ τῶν φύλωνδιάκρισις καὶ τοῖς

Τρωσὶν εὐκόσμως εἶχεν, ἡ δὲ κίνησις οὐκ ἀθορύβως ἐγίνετο.Ἰστέον δέ, ὅτι φιλοσόφως

ἰδίᾳ μὲν τέθειται τὸ ἡγεμόνεσσι κατ' ἐξοχήν τινα, ἰδίᾳδὲ τὸ ἕκαστοι. οἱ μὲν γὰρ ἡγεμόνες

ὡς θεῖοι καὶ θεοειδεῖς τῇ μονάδι καὶ τῷ ἑνὶἐγγίζουσιν, ἡ δὲ πληθὺς ἑκὰς ἤτοι πόρρω τοῦ

τοιούτου καλοῦ εἰσιν, ὡς καὶ ἡἐτυμολογία δηλοῖ. Ἀπὸ γὰρ τοῦ ῥηθέντος ἑκάς πρῶτα

μέν, [ὡς καὶ προδεδήλω1.586 ται σαφῶς,] γίνεται τὸ ἑκάτερος, ἐπὶ δύο τινῶν λεγόμενον,

ὅπερ ὡς οἷα τολμῆσανδιάστασιν ἐκ δυασμοῦ ἕκαθεν τῆς μονάδος ἐστί. ἐξέστη γὰρ καὶ

οἷον ἀποκεχώρηκε τοῦ μοναδικοῦ τὸ δυαδικόν. καὶ οὕτω μὲν τὸ ἑκάτερος ἑκάς ἐστί πως

τῆςμονάδος δυάδα δηλοῦν κατά τινα τύπον συγκριτικόν, τὸ δὲ ἕκαστος ὡς οἷά

τιὑπερθετικὸν ἐσχημάτισται, τεθὲν μὲν ἐπὶ τριάδος πυθμενικῶς, λεγόμενον δὲ καὶἐπὶ

τῶν ἑξῆς ἁπάντων ἀριθμῶν. καὶ ἔστι τρόπον τινὰ τὸ ἕκαστος ἀντὶ τοῦπορρώτατος, ὡς

λέγεσθαι τὸ ἑκάτερος καὶ ἕκαστος πρός τινα ὁμοιότητα τοῦἑκαστέρω καὶ ἑκαστάτω, ἤτοι

πορρωτέρω καὶ πορρωτάτω. ἕκαστοι οὖν ἡπληθύς, ὡς εἴρηται, ἡ μακρὰν καὶ τῆς

μονάδος ναὶ μὴν καὶ τῆς δυάδος, ἥτιςοὐδ' αὐτή ἐστι πληθύς. (ῃ. 2 ς.) Ὅτι ἀκύρως νῦν

τὴν κλαγγὴν ἐπὶ ἀνθρώπωνεἰπὼν παρεμυθήσατο τὴν τόλμαν τῇ τῶν γεράνων

παραβολῇ. εἰ γὰρ ἐκείναιςἐοίκασι τὴν κραυγήν, ἄρα καὶ κλάζουσι. τοῦτο δὲ καὶ ἐπὶ

ἄλλων λέξεωνποιήσει ἐν τοῖς ἑξῆς, ὡς γνωσόμεθα, τουτέστι τὰς τολμηρὰς λέξεις

θεραπεύσειπαραβολαῖς, ὡς κατὰ τόπους δηλωθήσεται. ἢ καὶ ἑτέρως. ἐπεὶ ἡ

προλαβοῦσασύντομος παραβολή, τὸ «ὄρνιθες ὥς» ἀορίστως εἶχεν–ἄδηλον γὰρ ἦν

περὶποίων ὀρνίθων λέγει διὰ τὸ γενικὴν λέξιν εἶναι τοὺς ὄρνις–διαρθροῖ ἐκείνηνκαὶ

μονονουχὶ λέγει, ὅτι ὄρνιθας τὰς γεράνους εἰδικῶς ἐνταυθοῖ νοητέον. (ῃ. 3–7) Οὕτω γὰρ

οἱ Τρῶες ἐχρῶντο κραυγῇ, καθά, φησί, «κλαγγὴ γεράνων πέλειοὐρανόθι πρό, αἵ τ' ἐπεὶ

οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον», ὅ ἐστι πάμπολυν,»ὄμβρον, κλαγγῇ ταί γε πέτονται

ἐπ' Ὠκεανοῖο ῥοάων ἀνδράσι Πυγμαίοισιφόνον καὶ κῆρα φέρουσαι· ἠέριαι δ' ἄρα ταί γε

κακὴν ἔριδα προφέρονται». καὶἄλλως δὲ τὴν ῥηθεῖσαν παραβολήν, τὸ «ὄρνιθες ὥς»,

σύντομον οὖσαν καὶἀσαφῆ, οὐ μόνον, ὡς εἴρηται, διὰ τὸ γενικὸν τῆς φωνῆς καὶ

ἀόριστον, ἀλλὰ καὶδιὰ τὸ ἄδηλον τοῦ τόπου, περὶ ὃν ἡ κλαγγή, διασαφεῖ ὁ ποιητὴς ἐν

στίχῳ ἑνὶδιὰ τοῦ ὡρισμένου εἴδους τοῦ τῶν κλαγκτικῶν γεράνων καὶ τῆς προσθήκης

τοῦτόπου, εἰπών· καθὰ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό. τὰ δὲ ἑξῆς

ἱστορικῶςκεῖνται κατὰ ἰδίαν ἐκφώνησιν, ὅπερ ἀλλαχοῦ Ὅμηρος οὐ ῥᾳδίως

εὕρηταιποιῶν. ἃ γὰρ παρενείρει ταῖς παραβολαῖς, οὐκ ἀπαρτᾷ ἰδίᾳ, παρεμπλέκει

δὲἐκεῖνα καὶ ἐπεμβλητικῶς πρὸ τῆς ἀποδόσεως τίθησιν. ἔστι δὲ ἀναπόδοτος ἡ

τῶνγεράνων παραβολὴ αὕτη. οὐ γὰρ ἐπάγει πρὸς τὸ «ἠΰτε κλαγγὴ γεράνων πέλει»τὸ

οὕτω καὶ οἱ Τρῶες ἔκλαζον. τοῦτο δὲ καὶ ἀλλαχοῦ πολλαχοῦ ποιεῖ καὶ ἔστισυντομίας ἡ

μέθοδος. Σημείωσαι δέ, ὅπως καὶ ἐπὶ τῆς Ἑλληνικῆς τάξεως πρὸταύτης τῆς ῥαψῳδίας

παραβολῇ οὐ μόνον ἀπὸ γεράνων ἀλλὰ καὶ ἄλλων ὀρνίθωνκλαζόντων χρησάμενος ἐπ'

ἐκείνων μὲν οὐδὲν εἶπε φορτικόν, ἐπὶ δὲ Τρώων 1.587 σκωπτικὰ τὰ τῆς παραβολῆς

ἔθετο. ἐπεὶ γὰρ αἱ γέρανοι καὶ ἀγεληδὸν πέτονταικαὶ μετὰ κλαγγῆς καὶ ποτὲ μὲν

ὑψηλαί, ποτὲ δὲ πρόσγειοι, τῷ μὲν τῆς προσγείουπτήσεως ἀγελαστικῷ τὴν τῶν

Ἑλλήνων εἴκασε φθάσας πορείαν, παρέλκον ἐκεῖθεὶς ἐπὶ τῶν ὀρνίθων τὸ κλαγγηδόν,

τὴν δὲ τῶν Τρώων ἄρτι κραυγὴν εἴκασε τῇκλαγγῇ, αὔξων τὸν θροῦν τῇ παραβολῇ, ὡς

οὐκ εὐκόσμως στελλομένων εἰςπόλεμον. (ῃ. 3) Ἰστέον δὲ καί, ὅτι Ὁμήρου εἰπόντος τὰς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

362

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!