18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Πασιφάης υἱός. λέγεταιδὲ καὶ ἰχθὺς γλαῦκος λόγου ἄξιος.] (ῃ. 877) Τὸ δέ «τηλόθεν»

πρὸς διαστολὴνεἴρηται τῶν ἐγγυτάτω τῆς Τροίας Λυκίων, ὧν ἦρχε Πάνδαρος, οἳ καὶ

Τρῶες,ὡς ἐδηλώθη, ἐκαλοῦντο καὶ Ζελειῶται. Ξάνθος δὲ οὐ μόνον ποταμὸς

Λυκίας,ἀλλὰ καὶ πόλις, παρ' ᾗ Ξάνθος, φασίν, ἔξεισι ποταμός. ὠνομάσθη δὲ ἀπὸ Ξάνθου

Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἦν δὲ Ξάνθος, φασί, καὶ πόλις Λεσβία. 1.583 ὁμωνυμεῖ δὲ ὁ

Ξάνθος τῷ Τρωϊκῷ Ξάνθῳ, τῷ καὶ Σκαμάνδρῳ, περὶ οὗ πολλαχοῦῥηθήσεται. καὶ

κλήσεως δὲ αἰτίαν ἔχουσι τὴν αὐτήν. ∆ινήεις δὲ οὐ μόνον ὁ Ξάνθοςοὗτος, ἀλλὰ καὶ

ἕτεροι, ὅσοις ἐπισυμβαίνει μὴ ὀξύνουσι τὸ ῥεῦμα δίνας πάσχεινπερί τινας ἀγκάλας ἐξ

ἀντικρούσεως ὑδάτων. Ἰστέον δέ, ὅτι γράφουσιν οἱ παλαιοὶ τὸν ποιητὴν ὑπὲρ ποικιλίας

ἄλλῳ τόπῳ ἐᾶσαι τὸ τοῦ Σαρπηδόνος γένος,ἐνταῦθα δὲ ὥς τινος τῶν τυχόντων

μνησθῆναι αὐτοῦ. οἱ δὲ αὐτοὶ καὶ ἐν τῷ»Ξάνθου ἀπὸ δινήεντος» φασίν, ὅτι κατὰ

Ἀρίσταρχον πᾶσα πρόθεσις μεταξὺκειμένη κυρίου καὶ προσηγορικοῦ τῷ κυρίῳ ἕπεται,

ὥστε ἐνταῦθα οὕτωςἀναγνωστέον· «ἀπὸ Ξάνθου δινήεντος». Κατὰ δὲ Πτολεμαῖον ἡ

πρόθεσις τῷπροσηγορικωτέρῳ μέρει ἕπεται. βούλεται οὖν αὐτὸς οὕτως ἀναγνῶναι, ὡς

παρ'Ὁμήρῳ κεῖται. κατὰ δὲ Ἀπολλώνιον, φασί, πάντως ἀναστρέφεται ἡ πρόθεσις.

λέγουσι δὲ καί, ὅτι στικτέον εἰς τὸ «δινήεντος», ἐπειδὴ εἱρμός ἐστι τῶνἐφεξῆς, ἤτοι τῶν

τῆς γʹ ῥαψῳδίας. ἐπὶ μέντοι τοῦ τέλους τῶν ἄλλων ποιημάτωνοὐκ ἔστι, τὸ στίζειν

δηλαδή. σιωπὴ γάρ, φασίν, ἐκδέχεται. Ἰστέον δὲ καί, ὅτιὍμηρος μὲν οὕτω τὴν Βοιωτίαν

διῳκονομήσατο γενεαλογίαις καὶ λοιπαῖςἱστορίαις καταποικίλας αὐτήν, ἔτι δὲ καὶ

παρενθέσεσι μύθων συνήθως, οὓςἀπό τινων ἀεὶ ἐνάγει ἱστοριῶν, ὡς ὁ Στράβων φησί. Οἱ

δὲ μεθ' Ὅμηρον, ὡς ἐκβραχείας τινὸς κρόκης, τοῦ ἔργου τούτου, πολυτίμητον

ὑποδείξασθαι τῆς αὐτοῦποιήσεως πέπλον φιλοτιμησάμενοι, τάχα δὲ καὶ πρὸς χάριν

μιμήσασθαι, πολλὰμὲν ἐπονήσαντο, οἱ μὲν οὕτως, οἱ δ' ἄλλως, οὐδεὶς δὲ κρεῖττόν τι τῆς

τοιαύτηςὀλιγοστίχου Ὁμηρικῆς γραφῆς ἐπραγματεύσατο καὶ γλυκύτερον. 1.584 ΕΚ ΤΩΝ

ΤΗΣ ΓΑΜΜΑ ΡΑΨΩΙ∆ΙΑΣ(ῃ. 1) Ὅτι ἐπιγραφὴ τῆς γάμμα ῥαψῳδίας πεζὴ μέν· ὅρκοι καὶ

μονομαχίαἈλεξάνδρου καὶ Μενελάου, ἔμμετρος δὲ αὕτη· γάμμα δ' ἂρ ἀμφ' Ἑλένης οἴοις

μόθος ἐστὶν ἀκοίταις. Ἰστέον δέ, ὅτι τὸ γάμμα στοιχεῖον γέμμα φασὶνἼωνες καὶ μάλιστα

∆ημόκριτος, ὃς καὶ τὸ μῦ μῶ λέγει, ὡς ἐν ῥητορικῷεὕρηται Λεξικῷ. Ὅτι φιλέλλην ὁ

ποιητὴς ὤν, ὡς μυριαχοῦ φαίνεται, ἀνάπαλινπρὸς τοὺς Τρῶας διατίθεται. διὸ καὶ τὰ

πολλὰ οὐκ εὐλογεῖ τὰ Τρωϊκά. ἐνταῦθατοίνυν τὴν εἰς τὸν πόλεμον αὐτῶν

ἀπροβούλευτον, ὡς ἐδηλώθη, καὶ διὰ τοῦτοοὐκ εὔκοσμον πρόοδον ὑποδηλῶν μετὰ

κλαγγῆς, ἤτοι ἀνάρθρου θορύβου,προϊέναι εἰς μάχην φησὶν αὐτοὺς λέγων, ὅτι, ἐπεὶ τῶν

τε Τρώων τῶν τε Ἀχαιῶνκόσμηθεν ἕκαστοι, «Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ' ἴσαν ὄρνιθες

ὥς» καὶ τὰ ἑξῆς.καὶ ἔστι συντομωτάτη παραβολὴ τὸ «ὄρνιθες ὥς». ὀρνίθων δὲ τὸ

κλάζειν. λέγεται δέ ποτε καὶ ἐπὶ ἄλλων, ὡς προείρηται, διαφόρων. Ἰστέον δέ, ὅτι

τῷὀνόματι τῶν Τρώων καὶ τοὺς αὐτῶν ἐπικούρους δηλοῖ. Ἐνοπὴ δὲ οὐχ' ἁπλῶςἡ φωνή.

ἐκείνην γὰρ ὄπα λέγει εὔκοσμον οὖσαν, ὅπου γε καὶ ἡ Καλλιόπη ἐκ τῆςτοιαύτης ὀπὸς

παρωνόμασται· ἀλλ' ἔστιν ἐνοπὴ ἡ ταραχώδης βοή, ἥν ποτε καὶφύλοπιν ἂν εἴπῃ τις. τὸ

δέ «ἴσαν» πεζῷ μὲν λόγῳ οὐκ ἂν εὐχρηστηθείη, ποιηταῖςδὲ χρησιμεύει. ἔστι δὲ αὐτοῦ τὸ

θέμα ἴω, οὗ τὸ πληθυντικὸν ἴομεν πολλαχοῦ 1.585 εὕρηται παρὰ τῷ ποιητῇ. τοῦτο τὸ ἴω

πλεονασμῷ τοῦ ˉε γίνεται ἐΐω, καὶ συναιρέσει εἴω, ἐξ οὗ καὶ τὸ «ᾔομεν ἀνὰ δρυμά» ἐν

Ὀδυσσείᾳ, καὶ ὑπερσυντέλικοςᾔειν καὶ «ἤϊα γουνούμενος». εἰ δέ τις προϋπάρχειν μὲν

ἐρεῖ τὸ εἴω διὰ διφθόγγου,ἀπ' αὐτοῦ δὲ γενέσθαι τὸ διὰ τοῦ ἰῶτα γραφόμενον ἴω

ἀπελεύσει τοῦ ˉε,οὐκ ἂν λέγοι τι ἄδεκτον. [∆ηλοῖ δέ ποτε τὸ ἴσαν καὶ γνῶσίν τινα ὡς ἐν

τῷ»τάδ' οὐκ ἴσαν ὡς ἐτέτυκτο».] Τὸ δέ, «ἕκαστοι» ταὐτόν ἐστι τῷ οἱ καθέκαστα,οὓς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

361

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!