18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

στελλόμενοι χρῶνται Ἀπόλλωνι. ὁ δὲ ἀποφοιβάζει ἐκεῖσε καταμενεῖν αὐτοὺς καὶ στῆσαι

τὴν εἰς ἀποικίανὁδοιπορίαν, ἔνθα γηγενεῖς αὐτοῖς ἀντιπέσωσι. στέλλονται οὖν καὶ

διαπεραιωσάμενοι προσβαίνουσι τοῖς Τρωϊκοῖς τόποις. καὶ οἱ μὲν ἐναγωνίως εἶχον,

γηγενεῖςτινας καραδοκοῦντες ἄνδρας καὶ μεγάλην ἐκεῖθεν ἀντίταξιν. ὡς δὲ ὕπνοςεἶχεν

αὐτούς, ἐξέρπουσι γῆθεν μύες, οὓς αὐτοὶ σμίνθους ἐκάλουν κατὰγλῶσσαν ἐγχώριον, καὶ

κατατρώξαντες τοὺς τῶν ὅπλων ἀναφορεῖς ἤτοι τελαμῶνας καὶ πᾶν δέ, εἴ τι αὐτοῖς ἦν

ἐκ ζῴων ἀποδαρέντων, εἰς ἀχρηστίαν ὅπλων 1.57 αὐτοὺς περιέστησαν. ὡς οὖν

ἀφυπνίσθησαν καὶ οὔτε ὅπλοις εἶχον χρᾶσθαι καὶπολλὰ δὲ τῶν σκευῶν αὐτοῖς

ἀπηχρείωτο μέγα τε διενοοῦντο κακὸν παθεῖν καὶτοὺς μύας εἰς πολεμίους

ἐνεγράφοντο. κἀντεῦθεν τὸν χρησμὸν ὀψέ ποτε συνεβάλοντο καὶ τοῦτο νοεῖν ἐκεῖνον

σοφίζονται. καὶ αὐτόθι τε μένουσι καὶ πόλιντοῖς σμίνθοις παρώνυμον κτίζουσι καὶ

Σμινθέα τιμῶσιν Ἀπόλλωνα ἤγουν, ὡς ἂνεἴπῃ τις, διὰ σμίνθων χρήσαντα. ὃν καὶ

ἱδρύουσι μυὸς ἐπιβεβηκότα, ὡσανεὶπατάξαντα τὸ θηρίον, καθὰ προεκτέθειται. καὶ αὕτη

μὲν ἱστορία Τρωϊκὴ περὶὁπλοφάγων μυῶν. Ἡρόδοτος δὲ καὶ Αἰγυπτιακὴν ἐκτίθεται

ταύτην. ὅτιἈραβίων καὶ Ἀσσυρίων ἀφικομένων εἰς Αἴγυπτον ἐπιχυθέντες μύες

ἀρουραῖοι κατέφαγον μὲν τοὺς φαρετρεῶνας καὶ τὰ τόξα, πρὸς δέ γε τῶν ἀσπίδων

τὰὄχανα, ὥστε τῇ ὑστεραίᾳ φευγόντων αὐτῶν γυμνῶν ὅπλων πεσεῖν πολλούς.

καὶἕστηκεν ὁ τῆς Αἰγύπτου τότε βασιλεὺς ἔχων ἐπὶ τῆς χειρὸς μῦν. ὁ δὲ Γεωγράφοςλέγει

καὶ ὅτι Ἴδη, τὸ Τρωϊκὸν ὄρος, ἀπὸ τῆς ἐν Κρήτῃ παρωνόμασται ὑπὸτῶν ἐκ Κρήτης

ἀφιγμένων Τεύκρων, οἷς ἐπέθεντο οἱ ἀρουραῖοι μύες. Ἡρακλέωνδ' ὁ Ποντικὸς

πληθύοντάς φησι τοὺς παρὰ τὸ ἱερὸν μύας νομισθῆναι ἱεροὺςκαὶ τὸ ξόανον οὕτω

κατασκευασθῆναι βεβηκὸς ἐπὶ τῷ μυΐ. διάφοροι δέ, φησί,τόποι, ἐν οἷς τὸ τοῦ Σμινθέως

ὄνομα. [Ἰστέον δὲ ὅτι ἔοικεν ὁ Σμινθεὺς καὶ Σμίνθιος λέγεσθαι, ὡς δῆλον ἐκ τῶν

Σμινθιακῶν λόγων. ὡς γὰρ ἐκ τοῦ Σάμιος καὶ Ῥόδιος τὰ Σαμιακὰ καὶ τὰ Ῥοδιακά, οὕτω

φαίνεται καὶ ἐκ τοῦ Σμίνθιος εἶναι τὰ Σμινθιακά. Τοῖς δὲ ῥηθεῖσι προσεπιθετέον καὶ ὅτι

δεινόν τιτὸ τῶν μυῶν ἔθνος ἐπεισφρῆσαν κατὰ θεομηνίαν καὶ δυσαπάλλακτον, εἰ

μὴθεόθεν ἀπαχθείη. καὶ ἃ μὲν βραχὺς οὗτος χρόνος καὶ διέθετο τὴν τῶν

Μακεδόνωνὄκνος καὶ εἰπεῖν. πρεσβύτερος δέ τις χρόνος ἔδειξε νέφος μυῶν περί που τὸν

Μαρωνείτην ὄρειον ζυγόν, ἀνερειφθὲν εἰς ἀέρα καὶ τοίχοις οἰκημάτων βίᾳ

προσαραχθὲν καὶ οὕτως ἐξολωλός. οὐ μόνον δὲ κάτωθεν ἀναλαμβανόμενοι, ἀλλὰ

καὶἄνωθεν ἱστόρηνται μύες καταβρεχόμενοι. ὡς δὲ καὶ ἰχθύσιν ὗσεν ὁ θεὸς

πολλαχοῦ,Ἀθήναιος ἱστορεῖ. Φαινίας γοῦν ἐν Χερροννήσῳ φησὶν ἐπὶ τρεῖς ἡμέρας

ὗσαιτὸν θεὸν ἰχθύας. οὕτω δέ φασι καὶ βατράχους περὶ Παιονίαν καὶ ∆αρδανίαν,ὧν καὶ

τοσοῦτον ἦν πλῆθος, ὡς τὰς οἰκίας καὶ τὰς ὁδοὺς πληρῶσαι. ὡς δὲκτείνοντες καὶ

συγκλείοντες τὰς οἰκίας οὐδὲν ἤνυον, ἀλλὰ καὶ τὰ σκεύηἐπληροῦντο καὶ μετὰ τῶν

ἐδεσμάτων ἦσαν οἱ βάτραχοι συνεψόμενοι καὶ οὐδὲτοῖς ὕδασιν ἦν χρῆσθαι οὐδὲ τοὺς

πόδας ἐπὶ γῆν θεῖναι, οἷα συσσεσωρευμένωναὐτῶν–ὠχλοῦντο δὲ καὶ ὑπὸ τῆς τῶν

τετελευτηκότων ὀσμῆς–ἔφυγον,φασί, τὴν χώραν. τί ἂν οὖν θαυμάσῃ τις, εἴπερ ἢ θῆρες

ἐξερημοῦσι τόπουςπλεονάσαντες ἢ στοιχειακός τις ὄλεθρος, οἷος καὶ ὁ διὰ ποταμῶν, εἴ

γε καὶ ζῷαφαυλότατα δεινὰ ποιοῦσι κατὰ τόπων οἰκουμένων. λέγεται γοῦν ὡς καὶ τῇ

1.58 Ἀνάφῃ νήσῳ Ἀστυπαλαιέως τινὸς δύο πέρδικας ἐπαφέντος οὕτως εὐφόρησε

περδίκων ὁ τόπος, ὡς κινδυνεῦσαι ἀναστάτους γενέσθαι τοὺς νησιώτας.Ἀστυπάλαια δέ,

φασίν, αὖθις Ἀναφαίου τινὸς δύο λαγῳοὺς αὐτῇ ἐμβαλόντος οὕτω κακῶς ἔσχεν ὑπὸ

πλήθους λαγῶν, ὡς τοὺς Ἀστυπαλαιεῖς περὶ αὐτῶνμαντεύσασθαι καὶ τὴν Πυθίαν εἰπεῖν

κύνας τρέφειν καὶ κυνηγούς· ἁλῶναί τέφασιν ἐν ἐνιαυτῷ πλείους τῶν ἑξακισχιλίων.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

36

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!