18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τοῦσοφοῦ πολλά, ὅτι τὸ βάρβαρον ἐξεφωνήθη τὰς ἀρχὰς ἐπὶ τῶν δυσεκφόρως

καὶσκληρῶς καὶ τραχέως λαλούντων, ὡς καὶ τὸ βαταρίζειν καὶ τὸ τραυλίζειν.τῶν γοῦν

τραχυστομούντων ἐντεῦθεν βαρβάρων λεγομένων, ἐπειδὴ καθ'ὅλην οἱ Κᾶρες

ἐπλανήθησαν τὴν Ἑλλάδα μισθοῦ στρατεύοντες καὶ ἐγνωρίσθησαν, πυκνὸν ἦν ἐπ'

αὐτῶν τὸ βαρβαρόφωνον καὶ βαρβαρίζειν ἐκεῖθεν ἐλέγετο τὸοἷον καρίζειν. ἐντεῦθεν δέ,

φησί, κατεχρησάμεθα ἐθνικῷ κοινῷ ὀνόματι,ἀντιδιαιροῦντες βαρβάρους πρὸς Ἕλληνας

οὐκέτι διὰ παχυστομίαν ἢ τραχυστομίαν καὶ ἀφυΐαν φωνητικῶν ὀργάνων, ἀλλὰ κατὰ

διαλέκτων ἀνομοιότητα.πρώην δὲ οὐκ ἦν τοῦτο. Θουκυδίδης οὖν φησι μὴ λέγεσθαι

βαρβάρους διὰ τὸμηδὲ Ἕλληνάς πω εἰς ἓν ἀποκεκρίσθαι ἀντίπαλον ὄνομα. ταῦτα τὰ τοῦ

Γεωγράφου, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν. ὅτι δὲ μισθοφόροι οἱ Κᾶρες, καθωμίληται.

ῥηθήσεταιδὲ περὶ αὐτῶν καὶ ἐν τῷ «τίω δέ μιν ἐν Καρὸς αἴσῃ». Ἕτεροι δέ φασιν, ὅτι

μόνουςἐθνῶν τοὺς Κᾶρας οὕτως ἔσκωψεν ὁ ποιητὴς διὰ τὴν ἔχθραν τῶν Ἰώνων·Ἴων

μὲν γὰρ Ὅμηρος, Κᾶρες δὲ Ἴωσιν ἐχθροί. ἢ διότι, φασί, Κρητῶνἄποικοι ὄντες

ἠχρήστωσαν τὴν Ἑλλάδα φωνὴν ἢ ἐπειδὴ ἀγριόφωνοι ἦσαν καὶὅτι τὰ ἀρρενικὰ

θηλυκῶς ἔλεγον καὶ ἀνάπαλιν. τοῦτο δέ, φασίν, εἰ καὶ Ἕλλησισυνέβαινεν, ἀλλ' οὖν

σπανίοις καὶ οὐ κατ' ἄνδρα καὶ ἐν τῷ λεληθότι, Καρσὶ δὲσυνεχῶς καὶ διαδήλως, ἤδη

κατὰ πᾶσαν Ἑλλάδα μισθαρνοῦσιν. [Ἐπὶ τούτοις ἰστέον καί, ὅτι τοῦ βαρβαρίζειν καὶ τοῦ

σολοικίζειν διαφερόντων παρὰ τοῖςὕστερον, παρ' οἷς ὁ μὲν βαρβαρισμὸς ἁμαρτία ἐστὶ

προφορᾶς περὶ λέξεις ἢ 1.580 τόνους γινομένη, ὁ δὲ σολοικισμὸς περὶ σύνταξιν ἐννοίας

σῷον λόγον αἰκίζουσα,ὡς οἱ Ἐτυμολογοῦντές φασιν, ὅμως ἄλλως ταὐτίζοντες

ἀμφότερά τινες τοὺςβαρβάρους σολοίκους ἔλεγον. καὶ προφέρονται χρήσεις

Ἱππώνακτος μὲν τὸ»καὶ τοὺς σολοίκους, ἵν' ἐθέλουσι, περνᾶσιν». Ἀνακρέοντος δὲ τὸ

«σόλοικοςφθόγγος», ὅπερ ἐστὶ βαρβαρικός.] (ῃ. 868) Μίλητος δὲ ἡ Καρικὴ αὕτη

ἐμνημονεύθη μὲν πρὸ τούτου ἐν τῇ Κρητικῇ καὶ τοῖς τοῦ Περιηγητοῦ δὲ ἔγκειται,καθὰ

καὶ ὁ Μαίανδρος, Καρικὸς νῦν φαινόμενος ποταμός. εἰρήσεται δέ τι περὶαὐτῆς καὶ μετ'

ὀλίγα ἐν τῷ Λυκιακῷ καταλόγῳ. Φθιρῶν δὲ ὄρος ὀνομαστικῶςτὸ ἔχον πολλοὺς φθῖρας,

περὶ οὗ φησιν ὁ Γεωγράφος, ὅτι Φθιρῶν ὄρος παράλληλον ἑτέρῳ ὄρει, τῷ Λάτμῳ. ὁ δὲ

Ἐθνογράφος φησίν· «Φθίρ, ὄρος Καρίας. οἱκατοικοῦντες Φθῖρες». οἱ δὲ Σχολιασταὶ

οὕτω· «Φθιρῶν ὄρος Καρίας περὶ Μίλητον, πολλὰς ἔχον πίτυς, ὧν τὰ ἐξανθήματα οὕτω

καλεῖται ὡς ὅμοιαφθειρσίν». οἳ καὶ δίρκοι λέγονται, ὡς δηλοῖ Παυσανίας ἐν τῷ κατ'

αὐτὸν Λεξικῷ εἰπών· «δίρκοι οἱ φθεῖρες». ἡ δὲ γραφὴ τῆς παραληγούσης τῶν

Φθιρῶντούτων διάφορος κατὰ τὸν Χοιροβοσκόν. οἱ μὲν γὰρ πλείους διὰ

διφθόγγουγράφουσιν αὐτό, ὁ δὲ τεχνικός, φησί, διὰ τοῦ ˉι, τεχνικὸν λέγων τὸν

Ἡρωδιανόν.παρὰ τὸ Φθίρ γάρ, φησί, γέγονε κύριον, τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνος. ἡ

δὲδιὰ διφθόγγου γραφὴ παρὰ τὸ φθείρ, ὃ σημαίνει τὴν πίτυν ἢ τοὺς κώνους τῆς 1.581

πίτυος, οἱονεὶ τὸ ἔχον ὄρος τοιούτους φθεῖρας. εἰσὶ δέ τινες πίτυες φθεῖραςποιοῦσαι.

Ἄλλοι δὲ παρὰ τὸ φθείρ, ὃ σημαίνει τὸν φθαρτικὸν λῃστήν, ἵνα ᾖὄρος λῃστῶν. ἕτεροι δὲ

παρὰ τὸ φθείρ, ὅ ἐστι θήρ, ἵνα λέγῃ θηρῶν ὄρος.φθεῖρες γὰρ καὶ οἱ θῆρες παρὰ τὸ

φθείρειν. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Εἰ δὲ ἀπὸφθειρῶν πιτύων ὠνόμασται ὄρος, καινὸν

οὐδέν· μυρίοι γὰρ τόποι ἐκ φυτῶνὠνομάσθησαν, ὡς πολλαχοῦ φαίνεται. Ἀκριτόφυλλον

δὲ ὄρος τὸ πολύφυλλον.οὕτω καὶ Θερσίτης ἀκριτόμυθος, ὡς πολύμυθος. εἰ δὲ καὶ

ἀκριτόφυλλον ὄροςτὸ μὴ διακεκριμένον τὰ φύλλα, οὕτω καὶ Θερσίτης ἀκριτόμυθος ὁ

συγκεχυμένα λέγων καὶ ἀδιευκρίνητα. (ῃ. 869) Μυκάλη δὲ ὄρος Πριήνης ἀντικρὺ Σάμου.

φησὶ γοῦν καὶ ὁ Γεωγράφος, ὅτι μετὰ ἐκβολὰς Μαιάνδρου ὁ κατὰ Πριήνην αἰγιαλός,

ὑπὲρ αὐτοῦ δὲ ἡ Πριήνη καὶ Μυκάλη ὄρος εὔθηρον καὶεὔδενδρον ἐπικείμενον τῇ Σαμίᾳ.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

359

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!