18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Περσῶν ἔργον. Σκοπὴν δὲ λέγει τὴν κοινῶς λεγομένην βίγλαν, ὅθεν κατοπτεύεται,

φησί, τὰ κύκλῳ πεδία. ῥεῖ δὲ ἀπὸ τοῦ ῥηθέντος Τμώλου ὁ Πακτωλὸςκαταφέρων, φησί,

τὸ παλαιόν, ψῆγμα χρυσοῦ πολύ, ἀφ' οὗ ὁ Κροίσου πλοῦτος.νῦν δ' ἐκλέλοιπε τὸ ψῆγμα,

ὥσπερ καὶ τὸ τῶν Ἀστύρων. Ἄστυρα γάρ, φησί, πόλις Ἀβυδηνῶν κατεσκαμμένη, χρυσία

ἔχουσά ποτε, ἃ νῦν ἐξηνάλωται ὡς καὶτὰ περὶ Πακτωλόν, ὃς καταφέρεται, φησίν, εἰς

τὸν Ἕρμον τὸν ἐκδιδόντα μὲνεἰς τὴν Φωκαίαν θάλασσαν, ἀρχόμενον δὲ ἀπὸ Μυσίας ἐξ

ὄρους ∆ινδυμήνης. οἱ δὲπροσθέμενοι τὸ προσεχῶς πρὸ βραχέων ῥηθὲν ἐπαναληπτικὸν

ἔπος τὸ «Τμώλῳὑπὸ νιφόεντι» καὶ ἑξῆς, παρεισήγαγον τὸν αὐτὸν στίχον, ὡς καὶ αὐτὸ

προεδηλώθη, καὶ μετὰ τὸ «εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς», ὡς Ἀριμαίου

καὶ τοῦ τοιούτου τόπου ὄντος. Ὅτι δὲ πλουσία ἡ κατὰ Σάρδεις Ὕδη καὶ ὅλως ἡ τῶν

Μῃόνων ἤτοι Λυδῶν γῆ, δηλοῖ μὲν καὶ ὁ εἰπὼν τραγικός «κερδαίνετε 1.578 τὸν πρὸς

Σάρδεων ἤλεκτρον», τὸν χρυσὸν οὕτω καλέσας ποιητικώτερον ἐν τῷλαβεῖν εἶδος ἀντὶ

εἴδους. δηλοῖ δὲ καὶ Ἡρόδοτος ἱστορήσας, ὅτι περί που τὰκατὰ Μαίανδρον Πύθιος ὁ

Ἄτυος, ἀνὴρ Λυδὸς παμπλούσιος, ἔχων ἀργυρίουμὲν τάλαντα δύο, χρυσοῦ δὲ στατήρων

∆αρεικῶν μυριάδας τετρακοσίας ἐπιδεούσας ἑπτὰ χιλιάδων. Συνεπιλογιστέον δὲ δίχα

πολλῶν ἄλλων καὶ τὰς τοῦ Λυδοῦ Κροίσου χρυσᾶς πλίνθους, ὧν ὤνιος ὁ ἀπατήσας

ἐκεῖνον χρησμός. οὐκ ἀφεκτέονδ' ἐνταῦθα οὐδὲ τοῦ Περιηγητοῦ. (ῃ. 867–75) Ὅτι

Ναύστης, μάλιστα δὲ κατὰτὰ πλείω καὶ ἀκριβέστερα τῶν ἀντιγράφων Νάστης δίχα τοῦ

ˉυ, «Καρῶνἡγήσατο βαρβαροφώνων, οἳ Μίλητον ἔχον, Φθιρῶν τ' ὄρος ἀκριτόφυλλον,

Μαιάνδρου τε ῥοὰς Μυκάλης τ' αἰπεινὰ κάρηνα». ἐπεὶ δὲ ἡγεμόνος ὁ ποιητὴςἐμνήσθη

ἑνός–ἦν δὲ οὐχ' οὕτω, δύο γὰρ ἦσαν Καρῶν ἡγήτορες–ἐπαναλαβών φησι· «τῶν μὲν

Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην», δόξαν δὲ τῷ ποιητῇπάλιν εὐθὺς

ἐπαναλαμβάνονται ἀμφότεροι. φησὶ γάρ· «Νάστης Ἀμφίμαχόςτε». τοῦτο δὲ ποιεῖ, ἵνα

καὶ τοῦ Ἀμφιμάχου τούτου μεμνώμεθα, ὡς καὶ τοῦ Ἀσίου. ἄφρων γὰρ καὶ οὗτος κατὰ

τὴν Ὁμήρου ἱστορίαν εἰπόντος «ὃς καὶ χρυσὸνἔχων πόλεμόνδε ἴεν», ἤτοι εἰς πόλεμον

ἐπορεύθη, «ἠΰτε κούρη νήπιος, οὐδέ τίοἱ τό γε ἐπήρκεσε λυγρὸν ὄλεθρον, ἀλλ' ἐδάμη

ὑπὸ χερσὶν Ἀχιλλέως ἐν ποταμῷ,χρυσὸν δ' Ἀχιλλεὺς ἐκόμισσε», μεταλλεύσας ὥσπερ ἐν

χρυσοφόρῳ ποταμῷτὸν τοῦ Ἀμφιμάχου χρυσόν. ἀστεῖον δὲ τὸ σκῶμμα τὸ κατὰ τοῦ

χρυσοστόλουτούτου στρατιώτου· ἤρχετο γάρ, φησίν, εἰς μάχην νήπιος, οὐ χαλκέῳ

Ἀρέϊμελπόμενος, ἀλλὰ χρυσὸν ἔχων, καθὰ κούρη, ἤτοι κόρη νέα, χρυσῇ

ἀνειμένηἈφροδίτῃ. γυναικίας οὖν ἦν τις καὶ μαλακὸς [καί, Ὁμηρικῶς εἰπεῖν, «γυναικὸς

ἄρ' ἀντιτέτυκται».] εἰ δὲ καὶ Εὔφορβος καὶ Γλαῦκος χρυσὸν εἶχον, ἀλλ'

οὗτοςκωμῳδεῖται, ἐπειδή, φασί, γυναικεῖα κόσμια ἔχει. ὅρα δὲ καὶ ἐνταῦθα

προαναφώνησιν κοσμοῦσαν τὸν Ἀχιλλέα. οὐδαμοῦ γὰρ ἡ Ὁμηρικὴ Μοῦσα ἐθέλει τοῦ

ἥρωος ἀπέχεσθαι. (ῃ. 867) Πολεμισταὶ δὲ οἱ Κᾶρες, ὧν τὸ ἐθνικὸν ὁμώνυμον,φασί, τῷ

οἰκιστῇ, τὸ δὲ θηλυκὸν αὐτῶν ἐθνικὸν κατὰ τέχνην Καῖρα καὶ ἐν διαλύσει Κάϊρα διὰ τοῦ

ˉι. ἡ δὲ χρῆσις τὴν ˉεˉι δίφθογγον ἔχει, ὡς καὶ παρ' Ὁμήρῳ»Μῃονὶς ἠὲ Κάειρα».

συνεξέδραμε γάρ, φασί, τῷ σώτειρα, ὀλέτειρα καὶ τοῖς 1.579 τοιούτοις. ἦν δὲ καὶ

Ἑλληνικός, φασί, Κάρ, υἱὸς Φορωνέως, ἀφ' οὗ Καρίαἐκαλεῖτο ἡ ἐν Μεγάροις ἀκρόπολις.

ἡ δὲ Καρία καὶ Καρίνη λέγεται καὶ Καρὶς δέ,φασίν, ὅθεν καὶ ἡ Κῶς Καρὶς ἐλέγετο κατὰ

τὸν ἐπιλέκτην τῶν Ἐθνικῶν.δοκοῦσι δὲ καὶ εἰς ὁπλισμὸν συνεισενεγκεῖν τι οἱ Κᾶρες. τὰ

γοῦν ὄχανα τῶνἀσπίδων Καρικὰ λέγεται καὶ οἱ λόφοι. φησὶ γοῦν Ἀνακρέων

«Καρικοεργέοςὀχάνου». καὶ Ἀλκαῖος «λόφον σείων Καρικόν». Ὁ δὲ Γεωγράφος

παρασημειοῦται, ὅτι ἐκ τοσούτων ἐθνῶν μόνους τοὺς Κᾶρας βαρβαροφώνους ὁ ποιητὴς

εἶπεν.αἰτιολογῶν δὲ αὐτὸς τὴν τοιαύτην κλῆσιν λέγει, ὡς ἐν ἐπιτόμῳ εἰπεῖν τὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

358

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!