Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τῶν οἰωνῶν τὴν κῆρα, ἀλλὰ τὴν ἀνάγκην τῆς πεπρωμένης δηλοῖ. οὐκἐφυλάξατο δέ, φασί, τὸν θάνατον ὁ Ἔννομος ἢ ὡς μὴ ἐπιστήσας ἢ ὡς μὴ προγνούς. (ῃ. 860) Ὅρα δὲ καί, ὅτι τὴν ˉὑˉπˉο πρόθεσιν καὶ νῦν δοτικῇ συνέταξεν ἐντῷ «ὑπὸ χερσὶν Ἀχιλλέως». τὸ δὲ κεράϊζεν ἀντὶ τοῦ ἔκειρε δίκην ληΐου τινός,ὅτε δηλαδὴ ἐν τῷ ποταμῷ τοὺς παραπίπτοντας ἔτυπτεν ἐπιστροφάδην, ὡς ὁποιητὴς ἐρεῖ ἐν καιρῷ· νῦν γὰρ προαναφωνεῖ. (ῃ. 861) Ὅτι δὲ τὸ κεραΐζειν καὶἐπὶ τοῦ ἁπλῶς φθείρειν ἢ ληΐζεσθαι καὶ ὡς εἰπεῖν κείρειν λέγεται, δηλοῖ καὶ 1.574 Ἡρόδοτος, ποτὲ μὲν λέγων «κεραΐσας τὰ οἰκία τοῦ ξένου». καὶ κλέπταςκεραΐζοντας χρήματα. καὶ «τὸ πλῆθος τῶν νεῶν ἐν τῇ Σαλαμῖνι ἐκεραΐζετο»,ποτὲ δέ, ὅτι πάντα ἐπέφλεγον καὶ ἔκειρον καὶ ἔκειρε τοὺς χώρους καὶ ἐκείρετοἡ Ἀττική, ὅ ἐστιν ἐλαφυραγωγεῖτο. ἴσως δὲ ἐκ τοῦ ῥηθέντος κεραΐζεινἀκέραιος ὁ ἁπλοῦς καὶ πραΰθυμος καὶ μήτινα κεραΐζων. [Τὸ δέ «καὶ ἄλλους»μόνους τοὺς Τρωϊκοὺς δηλοῖ ἐπικούρους· οἱ ∆άρδανοι γὰρ τοῖς Τρωσὶ προσλογίζονται.] (ῃ. 862 ς.) Ὅτι Φρύγας ἦγε Φόρκυς καὶ «Ἀσκάνιος θεοειδὴς τῆλ' ἐξ Ἀσκανίας, μέμασαν δ' ὑσμῖνι μάχεσθαι». (ῃ. 862) Περὶ δὲ Φρυγῶνζητητέον καὶ εἰς τὰ τοῦ Περιηγητοῦ· εὖ γὰρ καὶ περὶ αὐτῶν ἐκεῖ εἴρηται. τῆςμικρᾶς δέ, φασί, Φρυγίας ἦσαν οὗτοι, οὐ μὴν τῆς μεγάλης τῆς παρὰ τῷ Σαγγαρίῳ, φασί, ποταμῷ κειμένης, ὅθεν ἦν Ἄσιος μήτρως Ἕκτορος ἱπποδάμοιο. φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι Ὅμηρος μὲν διαστέλλει Φρύγας καὶ Τρῶας, Αἰσχύλος δὲ καὶ οἱ νεώτεροι συγχέουσιν, ὅθεν ἴσως καὶ παροιμία ἡ περὶ τοῦ»δύσγνωστα τὰ Μυσῶν καὶ Φρυγῶν εἶναι ὅρια». Ὅρα δὲ τὸ Φόρκυς κύριονδιὰ τοῦ ˉσ λεχθέν, οὐ διὰ τοῦ ˉν, οὗπερ ἡ γενικὴ Φόρκυος ἂν εἴη. τὸ δὲ ἐν Ὀδυσσείᾳ «Φόρκυνος θυγάτηρ» ἀπὸ τοῦ Φόρκυν κλίνεται. [(ῃ. 863) Τὸ δέ «τῆλε»ἀντὶ τοῦ τηλόθεν ἐνταῦθα κεῖται.] Ἀσκανία δὲ κατὰ μὲν τὸν Ἐθνικογράφον πόλις Τρωϊκή, οὗ πρῶτόν φασι κρόμυα γενέσθαι. ταύτην κτίσαι λέγεται ὁ Αἰνείου παῖς Ἀσκάνιος. ὁ Γεωγράφος δὲ Φρυγιακὴν ἐνταῦθα νοεῖ Ἀσκανίαν·τὸ γάρ «τῆλε ἐξ Ἀσκανίας» εἴρηται, φησίν, ὡς οὔσης ἐγγυτέρω ἄλλης Ἀσκανίας τῆς Μυσιακῆς, τῆς πρὸς τῇ νῦν Νικαίᾳ, ἧς μέμνηται ὁ ποιητὴς ὅταν εἴπῃ·»Πάλμυν Ἀσκάνιόν τε Μόρυν τε Μυσῶν ἡγήτορας, οἳ ἐξ Ἀσκανίας ἐριβώλακος ἦλθον». καὶ ὅρα ὁμωνυμίαν Ἀσκανίων τε ἀνδρῶν τούτων Ὁμηρικῶν καὶ λιμνῶν Ἀσκανιῶν δύο. Ἀσκανία δὲ λίμνη τε καὶ χώρα–ὁμωνυμοῦσι γὰρ καὶ αὗται. πολλὴ γάρ, φησίν, ὁμωνυμία παρὰ τῷ ποιητῇ–πόλις δέ, φησί, Βιθυνίας ἡῥηθεῖσα Νίκαια, κτίσμα πάλαι μὲν Ἀντιγόνου, ὅθεν καὶ Ἀντιγόνεια ἐκλήθη, εἶτα Λυσιμάχου, ὃς ἀπὸ τῆς γυναικὸς μετωνόμασε Νίκαιαν. Τὸ δέ «μέμασανὑσμῖνι μάχεσθαι» ἐντελῶς ἔχει, καθάπερ καὶ τὸ «Ἄβαντες μεμαῶτες μελίαιςθώρηκας ῥήξειν». ἀνομοίως δὲ ἔχει πρὸς τὸ «θωρήσσοντο μεμαότες ἐγχείαις». 1.575 ἐκεῖ γὰρ ἐνδεὴς ἡ σύνταξις. λείπει γὰρ τὸ μάχεσθαι ἤ τι τοιοῦτον, ὡς καὶπροείρηται. τὸ δέ «ὑσμῖνι» ὤφειλε μὲν διὰ τοῦ ˉη ἔχειν τὴν λήγουσαν. εὐθεῖα γὰρἡ ὑσμίνη. μετεπλάσθη δὲ ὡς καὶ τὸ «∆ωδῶνι», καὶ «ἀλκὶ πεποιθώς» καὶ τὰτοιαῦτα. ὅτι δέ τισι δοκεῖ ἐν τῷ «τῆλ' ἐξ Ἀσκανίης» ἀκύρως κεῖσθαι τὸ τῆλε,ῥηθήσεται ἀλλαχοῦ, ἔνθα καὶ ἕτερα ὅμοια κείσεται. (ῃ. 864–6) Ὅτι Μῄοσινἡγησάσθην, τουτέστιν τῶν Μῃόνων ἡγοῦντο, Μέσθλης καὶ Ἄντιφος, υἱοὶ Ταλαιμένους, τώ, ἤγουν οὕς, Γυγαίη τέκε λίμνη. (ῃ. 866) Εἶτα σαφηνίζων τὸ»Μῄοσιν ἡγησάσθην», ἅμα δὲ καὶ ἑρμηνεύων σαφῶς, ποῦ ποτε γῆς οἱ Μῄονεςοὗτοι κεῖνται, φησὶν ἐπαναληπτικῶς· «οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳγεγαῶτας», ἤτοι ὄντας. Εἶναι γάρ φασι τὸ γενέσθαι παρὰ τοῖς Ἴωσιν, ὅθεν καὶθεοὶ αἰειγενέται οἱ ἀεὶ ὄντες. Καὶ ἐνταῦθα δὲ πάλιν ἡ ˉὑˉπˉο πρόθεσις τῇ δοτικῇφιληδεῖ ἐν τῷ «ὑπὸ Τμώλῳ», οὗ φυλάσσεται καὶ εἰσέτι τοὔνομα βραχύ τιὑποβαρβαριζόμενον· Τίμωλον γὰρ αὐτὸν ἡ πολλὴ γλῶσσα τῶν ἐγχώρων καλεῖ.Ὅρα δὲ καὶ τὴν ἐνταῦθα ἐπανάληψιν, ὅτι οὐχ' οὕτω Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 356

διὰ σαφήνειαν ἐσχημάτισται,ἀλλὰ διὰ ἐπεισαγωγὴν ἱστορίας, ἵνα ἡ τοῦ Τμώλου μνήμη εὐκαίρως παραπλακῇ.ἄλλως γὰρ ἡ ἐπανάληψις ἀναγκαία οὐκ ἦν. (ῃ. 864) Μῄονες δὲ λέγονται ἀπότινος Μῄονος ἢ Μαίονος τραπέντος μὲν τοῦ ˉα εἰς ˉη, τοῦ δὲ ˉι μένοντος ἀνεκφωνήτου. λέγονται δέ ποτε καὶ τετρασυλλάβως Μηΐονες ἐκφωνηθέντος τοῦ προσγραφομένου ˉι. Ἡρακλείδης δέ, φασίν, ἄνευ τοῦ ˉι γράφει τοὺς ἀπὸ τοῦ Μαίονοςκληθέντας Μήονας λέγων Βοιωτίαν εἶναι τὴν τοιαύτην μεταβολήν, ὡς τῶν Βοιωτῶν τὴν ὅλην ˉαˉι δίφθογγον εἰς ˉη κατὰ μόνας μεταβαλλόντων, ὥς που καὶὁ Χοιροβοσκὸς παρασημειοῦται, ἐν οἷς ἐξηγεῖται τὸν Ἡρωδιανόν, λέγων καί,ὅτι τὰς θηλυκὰς πληθυντικὰς εὐθείας τῶν παθητικῶν ἐνεστώτων, τὸ ποιούμεναικαὶ λεγόμεναι καὶ τὰ τοιαῦτα, ποιούμενη, λεγόμενη, ἐκεῖνοί φασι, οὕτω δὲ καὶτὰ ὅμοια. Ὁ δὲ Γεωγράφος φησίν, ὅτι τοὺς Λυδοὺς Μῄονας ὁ ποιητής φησιν,οἱ δὲ ὕστερον Μαίονας, καὶ ὅτι οἴονταί τινες τὴν Μῃονίαν Ἀσίαν λέγεσθαι,καθὰ εἴρηκεν ὁ ποιητής· «Ἀσίῳ ἐν λειμῶνι». καὶ ὅτι οἱ μὲν τοὺς αὐτοὺς τοῖς Λυδοῖς, οἱ δὲ ἑτέρους ἀποφαίνονται. ἄμεινον δὲ λέγειν τοὺς αὐτούς. λέγει οὖνκαὶ Ἡρόδοτος, ὅτι Μῄονες πρότερον καλούμενοι Λυδοὶ ὕστερον ἐκλήθησαν ἀπὸ 1.576 Λύδου, υἱοῦ Ἄτυος. περὶ δὲ Λυδῶν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται.σημείωσαι δέ, ὅτι εἰ καί, ὡς νῦν εἴρηται, ταὐτίζει τοὺς Λυδοὺς καὶ τοὺς Μῄονας ὁ Γεωγράφος, ἀλλ' ἐν ἄλλοις φησίν, ὅτι, ὥσπερ ἔργον, ἤγουν δύσκολον,διορίσαι χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὅρια, οὕτω καὶ Λυδοὶ καὶ Μαίονες, οἱ καθ'Ὅμηρον Μῄονες, ἐν συγχύσει πώς εἰσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους.[(ῃ. 865) Ὁ δὲ Ταλαιμένης ἐπένθεσιν ἔχει τοῦ ἰῶτα, ὡς καὶ ὁ ταλαίπωρος.] Γυγαίη δὲ λίμνη τεκεῖν λέγεται Μέσθλην καὶ Ἄντιφον, ἢ πρὸς ἔμφασιν τοῦ ὑγροὺς καὶ ἰταμοὺς ἢ διερρυηκότας τὸν βίον αὐτοὺς εἶναι ἤ, ὅτι περὶ αὐτὴνστέργηθρόν τι, ὡς εἰκός, εἶχον, οἷα καὶ ἐπί τινι μητρὶ καὶ τροφῷ, νηχόμενοιτυχὸν ἢ καὶ ἰχθυώμενοι κατ' αὐτήν. εἰκὸς δὲ καὶ τὴν σφῶν μητέρα περὶ αὐτὴντὴν Γυγαίαν λίμνην ἐκτεκεῖν αὐτοὺς ἢ ἐκεῖ που τὰ νυμφεῖα ἐκτελέσαι. Ἔστιδέ, ὡς ὁ Γεωγράφος φησί, κατὰ τὴν Σαρδιανὴν ἐν σταδίοις τεσσαράκοντα ἀπὸτῆς πόλεως, ἐκλήθη δὲ ὕστερον, φησί, Κολόη, ὅπου καὶ ἱερὸν Κολοηνῆς Ἀρτέμιδος, ἁγιστείαν μεγάλην ἔχον. Φασὶ δ' ἐνταῦθα χορεύειν τοὺς καλάθους κατὰτὰς ἑορτάς, οὐκ οἶδ' ὅπως, φησί, παραδοξολογοῦντες μᾶλλον ἢ ἀληθεύοντες.ἕτεροι δὲ καὶ Ἀθηνᾶν Γυγαίαν αὐτόθι τιμᾶσθαί φασιν. οἱ δὲ Σχολιασταὶ τὸμὲν Γυγαίη δέχονται κατ' εὐθεῖαν πτῶσιν, τὸ δὲ λίμνῃ κατὰ δοτικὴν καὶφάμενοι τὴν Γυγαίην θυγατέρα Γύγου συντάσσουσιν οὕτω· «οὓς ἡ Γυγαίη ἔτεκεπαρὰ τῇ λίμνῃ» λέγοντες καί, ὅτι οὐκ ἐκτίθεται ὁ ποιητὴς λιμνῶν τέκνα. Λέγουσι δὲ καὶ στίχον λελοιπέναι τὸν σημαίνοντα τὸ ὄνομα τῆς μητρὸς τῶνῥηθέντων στρατηγῶν. ληροῦσι δέ, φασίν. οὐ γὰρ εὕρηται τοιοῦτος στίχοςοὐδαμοῦ. ἀρέσκει οὖν τοῖς παλαιοτέροις εὐθεῖαν εἶναι καὶ τὸ λίμνη, καθὰ καὶ 1.577 τὸ Γυγαίη. Τινὲς δὲ λέγουσι καί, ὅτι, ὥσπερ Νείλου τέκνα οἱ Αἰγύπτιοι, οὕτωκαὶ λίμνης ταύτης οἱ εἰρημένοι στρατηγοί, ὁ Ἄντιφος καὶ ὁ Μέσθλης, ὅντινες καὶ Μέστρην γράφεσθαί φασι παράγοντες εἰς ὁμοιότητα τῶν δύο τούτωνλέξεων τὸ φύτρη καὶ φύτλη. γράφεται δὲ ἐν τοῖς Σχολίοις καί, ὅτι ἡ Μασσαλιωτικὴ ἔκδοσις ἀντὶ τοῦ Γυγαίη λίμνη Γυραίη εἶχεν. ἡ δὲ κατ' Εὐριπίδην μετὰτὸν τρίτον στίχον, οὗ ἀρχὴ τὸ «οἳ καὶ Μῄονας ἦγον» γράφει τέταρτον τοῦτονκατὰ σχῆμα ἐπαναλήψεως «Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ»,οὗ δὴ στίχου καὶ ὁ Γεωγράφος μνησθείς φησιν, ὡς οὐδεμία εὑρίσκεται Ὕδη ἐντοῖς Λυδοῖς. καὶ μὴν ἕτεροι κατὰ τὸν αὐτὸν Γεωγράφον εἰπεῖν Ὕδην τὴν τῶν Σάρδεων ἀκρόπολίν φασιν ἢ αὐτὰς τὰς Σάρδεις, τὸ τῶν Λυδῶν βασίλειον, αἳ καὶὑπὸ Κιμμερίων ἑάλωσάν ποτε. Τμῶλος δέ, φησίν, ὄρος εὔδαιμον Λυδίας,ὑπερκείμενον Σάρδεων, ἔχον σκοπὴν ἐν τῇ ἀκρωρείᾳ, ἐξέδραν λευκοῦ λίθου, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 357

διὰ σαφήνειαν ἐσχημάτισται,ἀλλὰ διὰ ἐπεισαγωγὴν ἱστορίας, ἵνα ἡ τοῦ Τμώλου μνήμη

εὐκαίρως παραπλακῇ.ἄλλως γὰρ ἡ ἐπανάληψις ἀναγκαία οὐκ ἦν. (ῃ. 864) Μῄονες δὲ

λέγονται ἀπότινος Μῄονος ἢ Μαίονος τραπέντος μὲν τοῦ ˉα εἰς ˉη, τοῦ δὲ ˉι μένοντος

ἀνεκφωνήτου. λέγονται δέ ποτε καὶ τετρασυλλάβως Μηΐονες ἐκφωνηθέντος τοῦ

προσγραφομένου ˉι. Ἡρακλείδης δέ, φασίν, ἄνευ τοῦ ˉι γράφει τοὺς ἀπὸ τοῦ

Μαίονοςκληθέντας Μήονας λέγων Βοιωτίαν εἶναι τὴν τοιαύτην μεταβολήν, ὡς τῶν

Βοιωτῶν τὴν ὅλην ˉαˉι δίφθογγον εἰς ˉη κατὰ μόνας μεταβαλλόντων, ὥς που καὶὁ

Χοιροβοσκὸς παρασημειοῦται, ἐν οἷς ἐξηγεῖται τὸν Ἡρωδιανόν, λέγων καί,ὅτι τὰς

θηλυκὰς πληθυντικὰς εὐθείας τῶν παθητικῶν ἐνεστώτων, τὸ ποιούμεναικαὶ λεγόμεναι

καὶ τὰ τοιαῦτα, ποιούμενη, λεγόμενη, ἐκεῖνοί φασι, οὕτω δὲ καὶτὰ ὅμοια. Ὁ δὲ

Γεωγράφος φησίν, ὅτι τοὺς Λυδοὺς Μῄονας ὁ ποιητής φησιν,οἱ δὲ ὕστερον Μαίονας, καὶ

ὅτι οἴονταί τινες τὴν Μῃονίαν Ἀσίαν λέγεσθαι,καθὰ εἴρηκεν ὁ ποιητής· «Ἀσίῳ ἐν

λειμῶνι». καὶ ὅτι οἱ μὲν τοὺς αὐτοὺς τοῖς Λυδοῖς, οἱ δὲ ἑτέρους ἀποφαίνονται. ἄμεινον

δὲ λέγειν τοὺς αὐτούς. λέγει οὖνκαὶ Ἡρόδοτος, ὅτι Μῄονες πρότερον καλούμενοι Λυδοὶ

ὕστερον ἐκλήθησαν ἀπὸ 1.576 Λύδου, υἱοῦ Ἄτυος. περὶ δὲ Λυδῶν καὶ ἐν τοῖς τοῦ

Περιηγητοῦ εἴρηται.σημείωσαι δέ, ὅτι εἰ καί, ὡς νῦν εἴρηται, ταὐτίζει τοὺς Λυδοὺς καὶ

τοὺς Μῄονας ὁ Γεωγράφος, ἀλλ' ἐν ἄλλοις φησίν, ὅτι, ὥσπερ ἔργον, ἤγουν

δύσκολον,διορίσαι χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὅρια, οὕτω καὶ Λυδοὶ καὶ Μαίονες, οἱ

καθ'Ὅμηρον Μῄονες, ἐν συγχύσει πώς εἰσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους.[(ῃ.

865) Ὁ δὲ Ταλαιμένης ἐπένθεσιν ἔχει τοῦ ἰῶτα, ὡς καὶ ὁ ταλαίπωρος.] Γυγαίη δὲ λίμνη

τεκεῖν λέγεται Μέσθλην καὶ Ἄντιφον, ἢ πρὸς ἔμφασιν τοῦ ὑγροὺς καὶ ἰταμοὺς ἢ

διερρυηκότας τὸν βίον αὐτοὺς εἶναι ἤ, ὅτι περὶ αὐτὴνστέργηθρόν τι, ὡς εἰκός, εἶχον, οἷα

καὶ ἐπί τινι μητρὶ καὶ τροφῷ, νηχόμενοιτυχὸν ἢ καὶ ἰχθυώμενοι κατ' αὐτήν. εἰκὸς δὲ καὶ

τὴν σφῶν μητέρα περὶ αὐτὴντὴν Γυγαίαν λίμνην ἐκτεκεῖν αὐτοὺς ἢ ἐκεῖ που τὰ

νυμφεῖα ἐκτελέσαι. Ἔστιδέ, ὡς ὁ Γεωγράφος φησί, κατὰ τὴν Σαρδιανὴν ἐν σταδίοις

τεσσαράκοντα ἀπὸτῆς πόλεως, ἐκλήθη δὲ ὕστερον, φησί, Κολόη, ὅπου καὶ ἱερὸν

Κολοηνῆς Ἀρτέμιδος, ἁγιστείαν μεγάλην ἔχον. Φασὶ δ' ἐνταῦθα χορεύειν τοὺς καλάθους

κατὰτὰς ἑορτάς, οὐκ οἶδ' ὅπως, φησί, παραδοξολογοῦντες μᾶλλον ἢ ἀληθεύοντες.ἕτεροι

δὲ καὶ Ἀθηνᾶν Γυγαίαν αὐτόθι τιμᾶσθαί φασιν. οἱ δὲ Σχολιασταὶ τὸμὲν Γυγαίη δέχονται

κατ' εὐθεῖαν πτῶσιν, τὸ δὲ λίμνῃ κατὰ δοτικὴν καὶφάμενοι τὴν Γυγαίην θυγατέρα

Γύγου συντάσσουσιν οὕτω· «οὓς ἡ Γυγαίη ἔτεκεπαρὰ τῇ λίμνῃ» λέγοντες καί, ὅτι οὐκ

ἐκτίθεται ὁ ποιητὴς λιμνῶν τέκνα. Λέγουσι δὲ καὶ στίχον λελοιπέναι τὸν σημαίνοντα τὸ

ὄνομα τῆς μητρὸς τῶνῥηθέντων στρατηγῶν. ληροῦσι δέ, φασίν. οὐ γὰρ εὕρηται

τοιοῦτος στίχοςοὐδαμοῦ. ἀρέσκει οὖν τοῖς παλαιοτέροις εὐθεῖαν εἶναι καὶ τὸ λίμνη,

καθὰ καὶ 1.577 τὸ Γυγαίη. Τινὲς δὲ λέγουσι καί, ὅτι, ὥσπερ Νείλου τέκνα οἱ Αἰγύπτιοι,

οὕτωκαὶ λίμνης ταύτης οἱ εἰρημένοι στρατηγοί, ὁ Ἄντιφος καὶ ὁ Μέσθλης, ὅντινες καὶ

Μέστρην γράφεσθαί φασι παράγοντες εἰς ὁμοιότητα τῶν δύο τούτωνλέξεων τὸ φύτρη

καὶ φύτλη. γράφεται δὲ ἐν τοῖς Σχολίοις καί, ὅτι ἡ Μασσαλιωτικὴ ἔκδοσις ἀντὶ τοῦ

Γυγαίη λίμνη Γυραίη εἶχεν. ἡ δὲ κατ' Εὐριπίδην μετὰτὸν τρίτον στίχον, οὗ ἀρχὴ τὸ «οἳ

καὶ Μῄονας ἦγον» γράφει τέταρτον τοῦτονκατὰ σχῆμα ἐπαναλήψεως «Τμώλῳ ὑπὸ

νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ»,οὗ δὴ στίχου καὶ ὁ Γεωγράφος μνησθείς φησιν, ὡς

οὐδεμία εὑρίσκεται Ὕδη ἐντοῖς Λυδοῖς. καὶ μὴν ἕτεροι κατὰ τὸν αὐτὸν Γεωγράφον

εἰπεῖν Ὕδην τὴν τῶν Σάρδεων ἀκρόπολίν φασιν ἢ αὐτὰς τὰς Σάρδεις, τὸ τῶν Λυδῶν

βασίλειον, αἳ καὶὑπὸ Κιμμερίων ἑάλωσάν ποτε. Τμῶλος δέ, φησίν, ὄρος εὔδαιμον

Λυδίας,ὑπερκείμενον Σάρδεων, ἔχον σκοπὴν ἐν τῇ ἀκρωρείᾳ, ἐξέδραν λευκοῦ λίθου,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

357

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!