18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τῶν οἰωνῶν τὴν κῆρα, ἀλλὰ τὴν ἀνάγκην τῆς πεπρωμένης δηλοῖ. οὐκἐφυλάξατο δέ,

φασί, τὸν θάνατον ὁ Ἔννομος ἢ ὡς μὴ ἐπιστήσας ἢ ὡς μὴ προγνούς. (ῃ. 860) Ὅρα δὲ καί,

ὅτι τὴν ˉὑˉπˉο πρόθεσιν καὶ νῦν δοτικῇ συνέταξεν ἐντῷ «ὑπὸ χερσὶν Ἀχιλλέως». τὸ δὲ

κεράϊζεν ἀντὶ τοῦ ἔκειρε δίκην ληΐου τινός,ὅτε δηλαδὴ ἐν τῷ ποταμῷ τοὺς

παραπίπτοντας ἔτυπτεν ἐπιστροφάδην, ὡς ὁποιητὴς ἐρεῖ ἐν καιρῷ· νῦν γὰρ

προαναφωνεῖ. (ῃ. 861) Ὅτι δὲ τὸ κεραΐζειν καὶἐπὶ τοῦ ἁπλῶς φθείρειν ἢ ληΐζεσθαι καὶ

ὡς εἰπεῖν κείρειν λέγεται, δηλοῖ καὶ 1.574 Ἡρόδοτος, ποτὲ μὲν λέγων «κεραΐσας τὰ

οἰκία τοῦ ξένου». καὶ κλέπταςκεραΐζοντας χρήματα. καὶ «τὸ πλῆθος τῶν νεῶν ἐν τῇ

Σαλαμῖνι ἐκεραΐζετο»,ποτὲ δέ, ὅτι πάντα ἐπέφλεγον καὶ ἔκειρον καὶ ἔκειρε τοὺς χώρους

καὶ ἐκείρετοἡ Ἀττική, ὅ ἐστιν ἐλαφυραγωγεῖτο. ἴσως δὲ ἐκ τοῦ ῥηθέντος

κεραΐζεινἀκέραιος ὁ ἁπλοῦς καὶ πραΰθυμος καὶ μήτινα κεραΐζων. [Τὸ δέ «καὶ

ἄλλους»μόνους τοὺς Τρωϊκοὺς δηλοῖ ἐπικούρους· οἱ ∆άρδανοι γὰρ τοῖς Τρωσὶ

προσλογίζονται.] (ῃ. 862 ς.) Ὅτι Φρύγας ἦγε Φόρκυς καὶ «Ἀσκάνιος θεοειδὴς τῆλ' ἐξ

Ἀσκανίας, μέμασαν δ' ὑσμῖνι μάχεσθαι». (ῃ. 862) Περὶ δὲ Φρυγῶνζητητέον καὶ εἰς τὰ τοῦ

Περιηγητοῦ· εὖ γὰρ καὶ περὶ αὐτῶν ἐκεῖ εἴρηται. τῆςμικρᾶς δέ, φασί, Φρυγίας ἦσαν

οὗτοι, οὐ μὴν τῆς μεγάλης τῆς παρὰ τῷ Σαγγαρίῳ, φασί, ποταμῷ κειμένης, ὅθεν ἦν

Ἄσιος μήτρως Ἕκτορος ἱπποδάμοιο. φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι Ὅμηρος μὲν διαστέλλει

Φρύγας καὶ Τρῶας, Αἰσχύλος δὲ καὶ οἱ νεώτεροι συγχέουσιν, ὅθεν ἴσως καὶ παροιμία ἡ

περὶ τοῦ»δύσγνωστα τὰ Μυσῶν καὶ Φρυγῶν εἶναι ὅρια». Ὅρα δὲ τὸ Φόρκυς κύριονδιὰ

τοῦ ˉσ λεχθέν, οὐ διὰ τοῦ ˉν, οὗπερ ἡ γενικὴ Φόρκυος ἂν εἴη. τὸ δὲ ἐν Ὀδυσσείᾳ

«Φόρκυνος θυγάτηρ» ἀπὸ τοῦ Φόρκυν κλίνεται. [(ῃ. 863) Τὸ δέ «τῆλε»ἀντὶ τοῦ τηλόθεν

ἐνταῦθα κεῖται.] Ἀσκανία δὲ κατὰ μὲν τὸν Ἐθνικογράφον πόλις Τρωϊκή, οὗ πρῶτόν

φασι κρόμυα γενέσθαι. ταύτην κτίσαι λέγεται ὁ Αἰνείου παῖς Ἀσκάνιος. ὁ Γεωγράφος δὲ

Φρυγιακὴν ἐνταῦθα νοεῖ Ἀσκανίαν·τὸ γάρ «τῆλε ἐξ Ἀσκανίας» εἴρηται, φησίν, ὡς οὔσης

ἐγγυτέρω ἄλλης Ἀσκανίας τῆς Μυσιακῆς, τῆς πρὸς τῇ νῦν Νικαίᾳ, ἧς μέμνηται ὁ

ποιητὴς ὅταν εἴπῃ·»Πάλμυν Ἀσκάνιόν τε Μόρυν τε Μυσῶν ἡγήτορας, οἳ ἐξ Ἀσκανίας

ἐριβώλακος ἦλθον». καὶ ὅρα ὁμωνυμίαν Ἀσκανίων τε ἀνδρῶν τούτων Ὁμηρικῶν καὶ

λιμνῶν Ἀσκανιῶν δύο. Ἀσκανία δὲ λίμνη τε καὶ χώρα–ὁμωνυμοῦσι γὰρ καὶ αὗται.

πολλὴ γάρ, φησίν, ὁμωνυμία παρὰ τῷ ποιητῇ–πόλις δέ, φησί, Βιθυνίας ἡῥηθεῖσα Νίκαια,

κτίσμα πάλαι μὲν Ἀντιγόνου, ὅθεν καὶ Ἀντιγόνεια ἐκλήθη, εἶτα Λυσιμάχου, ὃς ἀπὸ τῆς

γυναικὸς μετωνόμασε Νίκαιαν. Τὸ δέ «μέμασανὑσμῖνι μάχεσθαι» ἐντελῶς ἔχει, καθάπερ

καὶ τὸ «Ἄβαντες μεμαῶτες μελίαιςθώρηκας ῥήξειν». ἀνομοίως δὲ ἔχει πρὸς τὸ

«θωρήσσοντο μεμαότες ἐγχείαις». 1.575 ἐκεῖ γὰρ ἐνδεὴς ἡ σύνταξις. λείπει γὰρ τὸ

μάχεσθαι ἤ τι τοιοῦτον, ὡς καὶπροείρηται. τὸ δέ «ὑσμῖνι» ὤφειλε μὲν διὰ τοῦ ˉη ἔχειν

τὴν λήγουσαν. εὐθεῖα γὰρἡ ὑσμίνη. μετεπλάσθη δὲ ὡς καὶ τὸ «∆ωδῶνι», καὶ «ἀλκὶ

πεποιθώς» καὶ τὰτοιαῦτα. ὅτι δέ τισι δοκεῖ ἐν τῷ «τῆλ' ἐξ Ἀσκανίης» ἀκύρως κεῖσθαι τὸ

τῆλε,ῥηθήσεται ἀλλαχοῦ, ἔνθα καὶ ἕτερα ὅμοια κείσεται. (ῃ. 864–6) Ὅτι

Μῄοσινἡγησάσθην, τουτέστιν τῶν Μῃόνων ἡγοῦντο, Μέσθλης καὶ Ἄντιφος, υἱοὶ

Ταλαιμένους, τώ, ἤγουν οὕς, Γυγαίη τέκε λίμνη. (ῃ. 866) Εἶτα σαφηνίζων τὸ»Μῄοσιν

ἡγησάσθην», ἅμα δὲ καὶ ἑρμηνεύων σαφῶς, ποῦ ποτε γῆς οἱ Μῄονεςοὗτοι κεῖνται,

φησὶν ἐπαναληπτικῶς· «οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳγεγαῶτας», ἤτοι ὄντας. Εἶναι

γάρ φασι τὸ γενέσθαι παρὰ τοῖς Ἴωσιν, ὅθεν καὶθεοὶ αἰειγενέται οἱ ἀεὶ ὄντες. Καὶ

ἐνταῦθα δὲ πάλιν ἡ ˉὑˉπˉο πρόθεσις τῇ δοτικῇφιληδεῖ ἐν τῷ «ὑπὸ Τμώλῳ», οὗ

φυλάσσεται καὶ εἰσέτι τοὔνομα βραχύ τιὑποβαρβαριζόμενον· Τίμωλον γὰρ αὐτὸν ἡ

πολλὴ γλῶσσα τῶν ἐγχώρων καλεῖ.Ὅρα δὲ καὶ τὴν ἐνταῦθα ἐπανάληψιν, ὅτι οὐχ' οὕτω

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

356

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!