18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Αἰγιαλὸς [πρὸ τούτων, ὁ ὑπὸ τὸν Ἀγαμέμνονα] μεταξὺ Σικυῶνος καὶ Βουπρασίου τόπος,

ἀπὸ Αἰγιαλέως, υἱοῦ Ἰνάχου. ἔστι καὶΘρᾴκης Αἰγιαλός, φασί, παρὰ τῷ Στρυμόνι, περὶ ὃν

Στρυμόνα καὶ Ἠϊὼν πόλις κατὰ Λυκόφρονα ἰσοδυναμοῦσα κατὰ σημασίαν τῷ Αἰγιαλῷ.

καὶ Αἰθιοπικὸςδὲ Αἰγιαλὸς κατ' Αἴγυπτον μέγας καλούμενος. ὁ δὲ Γεωγράφος φησίν, ὅτι

Αἰγιαλός ἐστι μὲν ἠϊὼν μακρὰ ὑπὲρ ἑκατὸν σταδίους. ἔχει δὲ καὶ κώμηνὁμώνυμον, ἧς

μέμνηται ὁ ποιητής, ὅταν φῇ «Κρῶμνάν τ' Αἰγιαλόν τε». καὶσκοπητέον, μήποτε αὕτη

ἐστὶν ἡ νῦν Ἠϊονόπολις. Λέγει δὲ ὁ Γεωγράφος καί,ὅτι τὸ Ὁμηρικὸν τὸ «Κρῶμνάν τ'

Αἰγιαλόν τε» γράφουσί τινες «Κρῶμναν Κωβίαλόν τε» καὶ ὅτι μετὰ Αἰγιαλὸν Κάραμβις.

τίς δὲ ἡ Κάραμβις, δηλοῖ ὁ Περιηγητής. Ἀπολλώνιος δὲ γράφει ἐν τοῖς ἑαυτοῦ

«Κρωβίαλον Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον». λέγει δὲ ὁ τὰ Ἐθνικὰ γράψας

πολίχνιον πρὸς τῇ Ποντικῇ τὴν Κρωβίαλον. Ἐρυθῖνοι δέ, πόλις Παφλαγονίας καὶ αὐτή,

παρὰ τὸ ἔρευθος, ὡς λέγει ὁ γράψας τὰ Ἐθνικά. ὁ δὲ Γεωγράφος φησίν, ὅτι δύο

εἰσὶσκόπελοι οἱ νῦν Ἐρυθῖνοι. λέγεται δὲ οὕτως ἀπὸ τῆς χρόας. ἔστι δὲ καὶ

ἰχθὺςἐρυθῖνος κληθεὶς καὶ αὐτὸς οὕτω διὰ τὸ περὶ αὐτὸν ἔρευθος. Σημείωσαι δέ, ὅτιμετὰ

τοὺς Παφλαγόνας εὐθύς τινες Καυκώνων κατάλογον τιθέασιν, ὃν ζητητέονἐν τῇ υʹ

ῥαψῳδίᾳ. ᾤκουν δὲ αὐτοὶ κατὰ τὸν Γεωγράφον τὴν Μαριανδυνῶνπαραλίαν μέχρι

ποταμοῦ Παρθενίου, ὃς ἐν αὐτῇ Παφλαγονίᾳ τὰς πηγὰς ἔχει.λέγει δ' ὁ αὐτὸς καί, ὅτι

Ἀρκαδικόν τε ἔθνος οἱ Καύκωνες καὶ τοῖς Τρωσὶ δὲἀφίκοντο σύμμαχοι δοκοῦντες εἶναι

ἐκ Παφλαγονίας. ἐκεῖ γὰρ ὀνομάζουσι Καυκωνιάτας τινάς, Μαριανδυνοῖς ὁμόρους.

λέγει δὲ καί, ὅτι Καυκώνων πόλιςτὸ Τήϊον. (ῃ. 856 ς.) Ὅτι Ἁλιζώνων ὅ τε Ὀδίος ἦρχον

καὶ ὁ Ἐπίστροφο»τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη». (ῃ. 856) Ἐτυμολογία

δὲ τῶν Ἁλιζώνων τὸ γῆν οἰκεῖν ὑπὸ θαλάσσης ἐζωσμένην. εὐθεῖα δὲ αὐτῶν ἑνικὴὁ

Ἁλίζωνος. περὶ τούτων πλείστη παρὰ τοῖς παλαιοῖς ἀμφιβολία. διὸ καὶ ὁ Γεωγράφος

δυσκολίαν πολλὴν εὑρὼν εἰς διάρθρωσιν τοῦ τοιούτου ἔθνους καὶ 1.571 εἰς γνώρισμα

σαφὲς λέγει, ὅτι ἀγνώτων τινῶν μέμνηται ὁ ποιητής, ὁποῖοι οἱ Καύκωνες καὶ οἱ

Σόλυμοι καὶ οἱ Κήτειοι καὶ οἱ Λέλεγες καὶ οἱ ἐκ Θήβης τῆς Τρωϊκῆς Κίλικες. οὕτω γοῦν

καὶ Ἁλίζωνοι. καὶ σημείωσαι ἐνταῦθα τὸ «Κίλικες οἱ ἐκ Θήβης». νοεῖται γὰρ ἐκ τούτου

σαφέστερον, ὅπερ ἀλλαχοῦ εἶπενὁ Γεωγράφος, ὅτι δηλαδὴ Κίλικες οἱ ἐκ Τροίας

μεταναστάντες εἰς Συρίανἀπετέμοντο παρὰ Σύρων τὴν νῦν Κιλικίαν. οἱ γὰρ ἐκ Τροίας

Κίλικες οἱ ἐκ Θήβης τῆς ῥηθείσης εἰσί. Λέγει δὲ καὶ ἀλλαχοῦ, ὅτι διττὴ ἡ τῶν Κιλίκων, ἡ

μὲν Θηβαϊκή, ἡ δὲ Λυρνησσίς, οὓς φθάσας ἐκ Τροίας εἶπε. (ῃ. 857) Τὸ δέ «ἐξἈλύβης» ἐξ

Ἀλύβων τινὲς γράφουσιν, ἕτεροι δὲ ἐκ Χαλύβων, ἄλλοι ἐξ Ἀλόπηςἢ κατὰ Μενεκράτην

ἐξ Ἀλόβης, ἔτι δὲ καὶ ἐκ Χαλύβης. τὰ δὲ τοιαῦτα αἰτιᾶταιὁ Γεωγράφος, ὥσπερ καὶ τοὺς

εἰπόντας περὶ Πύγελλα εἶναι τοὺς Ἁλιζώνουςμεταξὺ Ἐφέσου καὶ Μαγνησίας καὶ

Πριήνης, λέγων καί, ὅτι μετάπτωσιςὑπονοεῖται ὀνόματος ἐξ Ἀλύβων εἰς Χάλυβας. διὸ

καὶ γράφει που, ὅτι τοὺς Χάλυβας ὁ ποιητὴς Ἁλιζώνους ἐκάλεσε καὶ ὅτι ἐνεδέχετο ἐν

Χάλυψιν ἀργύρια ὑπάρχειν ἄξια μνήμης ποτὲ καὶ ἔνδοξα, καθάπερ νῦν τὰ σιδήρια. Λέγει

δὲ καί,ὅτι τὸ Ἁλιζώνων οὐ μόνον Ὀλιζώνων τινὲς μεταγράφουσιν ἀλλὰ καὶ

Ἀλαζώνωνκαὶ ὅτι τοὺς Σκύθας τινὲς Ἁλιζῶνας νοοῦσιν. Ἀλαζίαν δὲ πόλιν ἐρημωθεῖσαν

Ἑκαταῖος ἱστορεῖ, κώμας δὲ πολλὰς τῶν Ἀλαζώνων οἰκεῖσθαι, ἐν οἷς Ἀπόλλων τιμᾶται

διαφερόντως καὶ μάλιστα κατὰ τὴν ἐφορείαν τῶν Κυζικηνῶν. Μενεκράτης δὲ

ὑπερκεῖσθαι λέγει τῶν περὶ τὴν Μύρλειαν τόπων ὀρεινὴνσυνεχῆ, ἣν κατῴκει τὸ τῶν

Ἁλιζώνων ἔθνος. δεῖν δέ φησιν ἐκεῖνος ἐν τοῖς δύοˉλ γράφειν Ἁλλιζώνους, τὸν δὲ

ποιητὴν ἐν τῷ ἑνὶ γράφειν διὰ τὸ μέτρον. Παλαίφατος δέ φησι τὸν Ὀδίον καὶ τὸν

Ἐπίστροφον στρατεῦσαι ἐξ Ἀμα1.572 ζόνων τῶν ἐν τῇ Ἀλόπῃ ᾠκημένων. [πόλις δὲ ἡ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

354

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!