18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πέμπτηνὈλυμπιάδα νενίκηκεν Ἐνέταις ἵπποις μετ' ἐπιγράμματος, τοῦ δὲ Εὐριπίδου

ἀναχρονίσαντος τὴν τοιαύτην ἱππείαν εἰς τὰ ἡρωϊκά. Τρόποι δὲ

ἀναχρονισμοῦεὐμέθοδοι καὶ παρὰ Σοφοκλεῖ, ἔνθα τε κλήρου μέμνηται «ὃς εὐλόφου

κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν», ὡς μὴ βῶλος ὑγρᾶς ἀρούρης ὢν κατὰ τὴν

περιεργίαντοῦ ὑστερογενοῦς Ἀθηναίου Κρεσφόντου. καὶ ἐν τῷ τῶν Τραχινιῶν δὲ

προοιμίῳ,ἔνθα ἡ παλαιὰ ∆ηϊάνειρα γνωμικῷ λόγῳ χρᾶται τοῦ ὑστέρου τῷ χρόνῳ

Σόλωνος. ἔτι δὲ καὶ ἐν τῷ «οὐκ ἄν ποτε δίκην ὧδ' ἐψήφισαν». ψηφίζειν γὰρ

οὔπωᾔδεισαν ἥρωες, ἀλλὰ μεταχρόνιον τὸ τῶν ψήφων εὕρημα. Ἀγροτέρας δὲἡμιόνους

λέγει τὰς μὴ διὰ τὸ σπάνιον οἰκοτραφεῖς ἀλλὰ ἀγελαίας καὶ νομάδαςδιὰ τὸ πολὺ πλῆθος

αὐτῶν. Τινὲς δὲ τὰς δυσδαμάστους διὰ τὸ ἄγριον, ἕτεροι δὲτὰς ἐν ἀγροῖς ἐπιτηδείους.

καὶ σημείωσαι, ὅτι οὐ μόνον ἔλαφοι ἀγρότεραι, ἃςοὕτω φασὶ καλεῖσθαι ὡς οἷον

ἀγηροτέρας διὰ τὸ μακρόβιον. ἔτι δὲ καὶ ἈγροτέραἌρτεμις, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, ἡ

καὶ Ἀγραία παρὰ Πλάτωνι κατὰΠαυσανίαν ἀπὸ χώρας πρὸς τῷ Ἰλισσῷ, ᾧ κλῆσις Ἄγραι,

οὗ τὰ μικρὰ τῆς ∆ήμητρος ἤγετο, φησί, μυστήρια, ἃ ἐλέγετο τὰ ἐν Ἄγρας ὁμοίως τῷ ἐν

Ἀσκληπιοῦ. οὐ τοίνυν μόνα ταῦτα, ἀλλ' ἰδοὺ καὶ ἡμίονοι ἀγρότεραι διὰ τὰς εἰρημένας

αἰτίας. (ῃ. 853) Ἡ δὲ Κύτωρος ἡ Ὁμηρικὴ ἄλλη ἐστὶ παρὰ τὰ Κοτύωρα. ταῦτα μὲν γὰρ

κώμη τις Ποντική, ἡ δὲ Κύτωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου κληθεῖσα, παιδὸς

Φρίξου, ἧς ἐθνικὸν Κυτωριεύς καὶ Κυτωρίτης καὶ Κυτώριος, ὡς ὁ τὰ Ἐθνικὰ γράψας

φησίν. ἔδοξε δέ τισι καὶ διὰ τοῦ ˉδ γράφεινΚύδωρον. φυλάσσει δὲ ἡ Κύτωρος μέχρι καὶ

νῦν τὸ παλαιὸν ὄνομα, ὡς καὶ ὁ Παρθένιος καὶ ἡ Κρῶμνα. Ἦν δὲ κατὰ τὸν Γεωγράφον

ἐμπόριον Σινωπέων ἡΚύτωρος, ἢ μᾶλλον κατ' αὐτὸν εἰπεῖν τὸ Κύτωρον. πλείστη δέ,

φησί, καὶ ἀρίστηφύεται πύξος κατὰ τὴν Ἀμαστριανὴν καὶ μάλιστα περὶ τὸ Κύτωρον.

Ἰστέον δὲ καί, ὅτι, ὥσπερ πυξοφόρος ἡ Κύτωρος περιᾴδεται, οὕτω καὶ ἄλλαι χῶραι 1.569

ἄλλοις ἐνευθηνοῦνται φυτοῖς, Κερασοῦς μὲν ταῖς κεράσοις, ὅθεν καὶ παρωνόμασται,

Σινώπη δὲ καὶ Φανάροια ἐλαίαις. φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι τὰ τῆς Σινώπης προάστεια

καὶ τῆς Ἀμισοῦ καὶ τῆς Φαναροίας τὸ πλέον ἐλαιοφόρα εἶναί φασιν. ἐν δὲ τῇ Ἰνδικῇ

πολύς που ὁ ἔβενος. ἀλλαχοῦ δὲ οἱ κότινοι καὶἑτέρωθι ἄλλα. Σήσαμος δὲ κατὰ τὸν

Γεωγράφον ἀκρόπολις Ἀμάστρεως. καὶὅρα τὸ Ἀμάστρεως. οὐ γὰρ κλίνει Ἀμάστριδος.

Ἐνταῦθα δὲ σημείωσαι καὶ τὸ»Σήσαμον ἀμφενέμοντο» ἀστείως λεχθέν, ὡς εἴπερ ἐπὶ

σησάμου τοῦ σπορίμουἐρρέθη. ὥρμηται δὲ τοῦτο ἐκ τοῦ «Σάμον ἀμφενέμοντο», τοῦ ἐπὶ

τῶν Κεφαλλήνων λεχθέντος. λέγεται δὲ οἰκίσαι ταύτην ὁ τῆς παλαιᾶς ἱστορίας Φινεύς.

∆ίδυμος δέ, φασί, καὶ νῆσον λέγει Σήσαμον. (ῃ. 854) Ὁ δὲ Παρθένιος ποταμὸς

τρυφερώτερον ἔχει τῆς κλήσεως. φησὶ γὰρ ὁ Γεωγράφος οὕτω· «Παρθένιος,ποταμὸς

Παφλαγόνων, διὰ χωρίων ἀνθηρῶν φερόμενος καὶ διὰ τοῦτο τοῦὀνόματος τούτου

τετυχηκώς». ἕτεροι μέντοι διὰ πρᾳότητα ῥεύματος Παρθένιονκληθῆναί φασιν ἤ, ὅτι ἡ

παρθένος, φασίν, Ἄρτεμις ἐν αὐτῷ ἐλούσατο. Παρθένιονδέ γε οὐδετέρως ὄρος

Πελοποννήσου. [τὸ δὲ ποταμόν πρὸς διαστολὴν ὁμωνυμίαςκεῖται, εἴγε καὶ παῖς

παρθένιος λέγεται.] (ῃ. 855) Κρῶμνα δὲ ἢ χωρίονἈμάστριδος κατὰ τὸν τὰ Ἐθνικὰ

γράψαντα ἢ πόλις Παφλαγονίας, αὐτὴ ἡ νῦν Ἄμαστρις. ἐθνικὸν καὶ αὐτῆς τριχῶς,

Κρωμνίτης καὶ Κρωμναῖος καὶ Κρωμνιεύς. ἔστι δὲ καὶ Πελοποννησία Κρῶμνα. Ὁ δὲ

Αἰγιαλὸς κατὰ μέν τιναςπροπαροξύνεται πρὸς διαστολὴν τοῦ ἁπλῶς αἰγιαλοῦ, ἀπό τινος

Αἰγιάλου,κυρίου ὀνόματος, ὡς δηλοῖ ὁ ἐν τοῖς Ἐθνικοῖς εἰπών, ὅτι τὸ ἐθνικὸν

Αἰγιαλεύςἀπὸ τῆς Αἰγιάλου γενικῆς, ὡς Ἀλεξάνδρου Ἀλεξανδρεύς· οἱ δὲ πλείονες

ὀξύνουσι καὶ τοῦτο, οἳ λέγουσι καί, ὅτι Αἰγιαλὸς προσεχὴς τῷ Πόντῳ μετὰ τὴν 1.570

Κάραμβιν ἄκραν, ὡς δηλοῖ Ἀπολλώνιος. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. ἦν δὲκαὶ ἕτερος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

353

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!