18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐνδόξουἀρχηγοῦ, καλοῦνται. ἡ δὲ Κωμῳδία τὴν λέξιν παρέσυρεν εἰς ἀναιδῆ ῥήτορα, ὃν

Παφλαγόνα ἔσκωψε παρὰ τὸ οἷον παφλάζειν ἐν δημηγορίαις. Ὁ δὲ Πυλαιμένης

παράγεται κατὰ τὸν μεσαιπόλιον. ὡς γὰρ τοῦτο γίνεται ἀπὸτοῦ μέσος μεσοπόλιος, καὶ

τροπῇ τοῦ ˉο εἰς ˉα μεσαπόλιος καὶ πλεονασμῷ τοῦˉι μεσαιπόλιος, οὕτω καὶ Πυλομένης

Πυλαμένης Πυλαιμένης. καὶ τὸ γυναιμανήςδὲ ὁμοίως παράγεται κατά τινας, ἔτι δὲ καὶ

τὸ τιθαιβώσσειν, τουτέστι σιμβλοποιεῖν καὶ ἀποτιθέναι τὰς μελίσσας βόσιν, ἤγουν

τροφήν, ἑαυταῖς. ἔστι γὰρ τιθοβώσσειν καὶ τροπῇ τιθαβώσσειν καὶ πλεονασμῷ

τιθαιβώσσειν. τοιούτου δὲτύπου καὶ ὁ ἀκραιφνής καὶ ἕτερα δηλωθησόμενα ἐν τοῖς ἑξῆς.

Τὸ δέ «λάσιονκῆρ» ἀντὶ τοῦ πυκινὴ ψυχή, τουτέστι μεταληπτικῶς πυκνὴ καὶ συνετή, οὐ

μὴνἀραιὰ καὶ ἄφρων. καί, ἄλλως δὲ εἰπεῖν, λάσιον κῆρ ψυχὴ λασιουμένη τοῖςνοήμασι

καὶ συνεχῆ καὶ ἄλλα ἐπ' ἄλλοις καί, ὡς οἷον αὖλαξ βαθεῖα, δασέα «τὰκεδνά», τραγικῶς

εἰπεῖν, «βλαστάνουσα βουλεύματα». Χρήσιμον δὲ τοῦτο εἰςτὰ τοῦ Ἀχιλλέως λάσια

στήθη τὰ ἐν τῇ αʹ ῥαψῳδίᾳ γοργότερον ὂν τοῦ τόπουἐκείνου καὶ δεινότερον. ἐκεῖ μὲν

γὰρ ἦτορ μερμηρίζει ἐν στήθεσι λασίοις,ἐνταῦθα δὲ λάσιον ἁπλῶς λέγεται κῆρ, ἄξιον

ζητεῖσθαι πῶς ἐστι λάσιον. Σημείωσαι δέ, ὅτι ὁ μὲν ποιητὴς ἐπὶ ἐπαίνου ψυχικοῦ τὸ

λάσιον εἴληφεν, ὡς 1.567 ἐπὶ αὔλακος βαθείας, ὡς εἴρηται, ὁ δὲ παρὰ Ἰαμβλίχῳ

Πυθαγορικὸς Λύσιςἐκστρέψας εἰς ψόγον ὡς ἀπὸ γῆς ὀρεινῆς παρείλκυσε τὸ νόημα

εἰπὼν γλώσσῃ ∆ωρικῇ νοῦν τοιοῦτον, ὅτι πυκιναὶ καὶ λάσιαι λόχμαι περὶ τὰς φρένας

καὶ τὰςκαρδίας πεφύκασι τῶν μὴ καθαρῶς τοῖς μαθήμασιν ὀργιασθέντων πᾶν τὸἥμερον

καὶ πρᾷον καὶ λογιστικὸν τῆς ψυχῆς ἐπισκιάζουσαι καὶ κωλύουσαιπροφανῶς αὐξηθῆναι

καὶ προκύψαι τὸ νοητικόν. Ἔστι δὲ καὶ ἕτερα μυρίαοὕτω παρεστραμμένα καὶ εὑρεῖν καὶ

εἰπεῖν. καὶ γοῦν Καδμείαν νίκην οἱ μὲν ἄλλοιοὐκ ἐπαινοῦντές φασι· τὴν ἀκάρπωτον γὰρ

καὶ ἀκερδῆ τά τε ἄλλα καὶ διὰ τὸμηδὲν ἀπόνασθαι τὸν Ἐτεοκλῆν τῆς τῶν Καδμείων

κατὰ τῶν Ἀργείων νίκης, μηδὲ τοὺς ἀμφ' αὐτόν. Ἀρριανὸς δὲ τὴν μεγάλην καί, ὅ φασι

κατ' ἄκρας, νοεῖδιὰ τὸ ἄκρως ἡττηθῆναι τοὺς περὶ τὸν Πολυνείκην ὑπὸ τῶν Καδμείων

ὡς μόνονπερισωθῆναι τὸν Ἄδραστον. Ἔτι ἰστέον καί, ὅτι ἐν τούτοις μὲν τὸ λάσιον κατὰ

καλοῦ κεῖται, ἐν δὲ τῷ λάσταυρος ἄλλως τέθειται παίξαντος τῶν τινος ἐπιτρίπτων

Κωμικῶν [εἰς τὸ λασιόταυρος.] (ῃ. 852) Ἐνετοὶ δὲ ἔθνος περὶ Παφλαγονίαν,ὅπου

ἡμιόνων γένος, φασίν, ἐπενοήθη. ἦν δὲ κατὰ τὸν ἀναγραφέα τῶν Ἐθνικῶνκαὶ ἔθνος

παρὰ Τριβαλλοῖς Ἐνετοί. λέγονται δέ, φησί, καὶ Ἐνετίδες ἵπποι. ἱστορεῖ δὲ ὁ αὐτὸς καί,

ὅτι αἱ θήλειαι ἵπποι τῶν Ἐνετῶν πρὸς ζευγηλασίαν ἄρισται. ἦν δὲ καὶ πόλις Ἐνετός,

φησίν, ἀφ' ἧς Μύρμηξ ὁ διαλεκτικὸς φιλόσοφος.ὁ Γεωγράφος δὲ λέγει, ὅτι Ἐνετοὶ ἐν

Παφλαγονίᾳ νῦν οὐ δείκνυνται. τινὲς δὲκώμην φασὶ παραιγίαλον δέκα σχοίνους

Ἀμάστρεως διέχουσαν ἤγουν σταδίουςτριακοσίους, ὡς δηλοῖ ἀλλαχοῦ ὁ αὐτὸς εἰπών·

«χώρα δίσχοινος, τοῦτο δ' ἔστινἑξήκοντα στάδια». Σημείωσαι δέ, ὅτι τὸ σχοῖνος

ἀορισταίνειν φασί τινες, ὡςκαὶ τὸ παρασάγγης, ὁ Περσικός, ὃν οἱ μὲν ἑξήκοντα στάδιά

φασιν, οἱ δὲτριακόσια καὶ τεσσαράκοντα. φησὶ γοῦν καὶ ὁ Γεωγράφος, ὅτι παρ'

Αἰγυπτίοις ἄστατον τὸ τῆς σχοίνου μέτρον. Ζηνόδοτος δέ, ὡς ὁ αὐτὸς Γεωγράφοςλέγει,

τὸ «ἐξ Ἐνετῶν» «ἐξ Ἐνετῆς» γράφει καὶ νοεῖ Ἐνετὴν ἀκολούθως τῷἙκαταίῳ τὴν νῦν

Ἀμισὸν Λευκοσύρων οὖσαν, ὡς δηλοῖ τὸ «Ἐνετοὶ ἐκ Λευκοσύρων ὁρμηθέντες Τρωσὶ

συνεμάχησαν». καὶ ἄλλοι δὲ ἄλλα περὶ τῶνἘνετῶν φασι. καὶ γέγραπται περὶ τούτων καὶ

ἐν τοῖς τοῦ Περιηγητοῦ. Μέμνηται δὲ καὶ Εὐριπίδης ἵππων Ἐνετικῶν «Ἐνέτας» ἐκείνους

προενεγκών. Αἰτιῶνται δ' ἐκεῖ τῆς τῶν τοιούτων ἵππων μνείας οἱ παλαιοὶ οὐκ εὔζηλον

ἀναχρονισμόν, 1.568 ὡς μήπω τότε παρ' Ἕλλησιν ὄντων Ἐνετῶν ἵππων, ἀλλ' αὐτῶν

μὲν ὕστερον εἰς χρῆσιν ἐλθόντων, ὅτε πρῶτος Λέων Λακεδαιμόνιος ὀγδοηκοστὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

352

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!