18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀπορίανπλείστην ἔχει ὁ περὶ Παιόνων ἐνταῦθα λόγος, ὥσπερ καὶ ὁ περὶ Λαρίσσης,

ὡςπροδεδήλωται. εἰ γὰρ κατὰ τὸν Γεωγράφον Πηλίου καὶ Πηνειοῦ τῶν

Θετταλικῶνπρὸς μεσογαῖαν παράκεινται Μακεδόνες μέχρι Παιονίας καὶ τῶν

Ἠπειρωτικῶνἐθνῶν, ἐκ δὲ Παιόνων συμμαχίαν ἐν Τροίᾳ εἶχον οἱ Ἕλληνες, δυσχερὲς

νοῆσαιτοῖς Τρωσὶν ἐλθεῖν συμμαχίαν ἐκ τῶν ῥηθέντων πορρωτέρω Παιόνων.

ὅμωςμέντοι τινὲς καὶ τοῦτο γενέσθαι φασί. καὶ ἔστω εἰρημένον, ἐπεὶ βοηθεῖσθαιδοκεῖ

καὶ ὑπὸ τοῦ ποιητοῦ εἰπόντος Παίονας τούτους οὐκ ἐγγύθεν ποθὲν ἐλθεῖνἀλλὰ τηλόθεν.

Ἔστι δέ τις μνεία Παιόνων καὶ ἐν τοῖς περὶ Σελλῶν. Περὶ δὲ Πυραίχμου ἐν τοῖς τοῦ

Πορφυρίου φέρεται, ὅτι Πατρόκλου ἀνελόντος αὐτὸν 1.565 Ἀστεροπαῖος ἦγε τοὺς

Παίονας, ὃν ἔρριψεν Ἀχιλλεύς. περὶ δὲ Παιόνων ζητητέον καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ.

Ἰστέον δὲ καί, ὅτι Ἡρόδοτος οἶδεΠαίονας καὶ περὶ τὸν Στρυμόνα, ἐφ' ὧν καὶ παρηχεῖ τὸ

«τοῖς Περινθίοιςπαιονίσασιν ἐπιχειροῦσιν οἱ Παίονες». λέγει δὲ καί, ὅτι Παιονία ἐπὶ

Στρυμόνιποταμῷ πεπολισμένη, εἰσὶ δὲ Τεύκρων τῶν ἐκ Τροίας ἄποικοι. καὶ ὅτι πρὸς

Βορέαν κατὰ τὸ Πάγγαιον ὄρος ὑπεροικοῦντες ἦσαν Παίονες καὶ ∆όβηρες. τὸδὲ

Πάγγαιον ἔτεινε, φησί, πρὸς μεσημβρίαν εἰς τὸν Στρυμόνα καὶ ἡ περὶ αὐτὸγῆ ἐκαλεῖτο

Φυλλίς. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι Ἄξιος καὶ Στρυμὼν ἐκ Παιόνων ῥέουσι καὶ ὅτι οἱ

μὲν Παίονας Φρυγῶν ἀποίκους, οἱ δὲ ἀρχηγέταςἀποφαίνουσι. καὶ τὴν Παιονίαν μέχρι

Πελαγονίας καὶ Πιερίας ἐκτετάσθαιφασί. λέγονται δὲ καὶ πολλὴν πάλαι τῆς Μακεδονίας

κατασχεῖν καὶ μέχρι Προποντίδος προελθεῖν καὶ Πέρινθον πολιορκῆσαι. Σημειούμενοι

δὲ οἱ παλαιοὶκαί, ὅτι διττὸν τὸ τῶν Παιόνων ἔθνος, καὶ ὡς οἱ μὲν ὑπὸ τὸν Πυραίχμην

Παίονες τοξόται, οἱ δὲ περὶ τὸν Ἀστεροπαῖον δολιχέγχεες, λέγουσιν, ὅτι εἰκὸς τὸν

Ἀστεροπαῖον χρονίζοντος τοῦ πολέμου ὕστερον ἐλθεῖν, ὡς καὶ Ἰφιδάμαντα καὶ Ῥῆσον,

τοὺς πρὸ βραχέων εἰρημένους. Ἀγκυλότοξοι δὲ οἱ χρώμενοι ἀγκύλοις, ἤγουν σκολιοῖς,

τόξοις, μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς ἀγκύλαις,ἔτι δὲ καὶ τόξοις. εἶδος δὲ ἀκοντίου, ὡς

καὶ προείρηται, ἡ ἀγκύλη. (ῃ. 849)Ἀμυδὼν δὲ ἢ κατά τινας Ἀβυδὼν πόλις Παιονίας, ἧς ὁ

πολίτης Ἀμυδώνιοςὡς Καλυδώνιος. Τὸ δέ «εὐρὺ ῥέοντος» γράφουσί τινες καὶ ὑφέν

«εὐρυρέοντος».(ῃ. 850) Κάλλιστον δὲ ὕδωρ ὥσπερ νῦν τὸ τοῦ Ἀξίου, οὕτω καὶ ἀλλαχοῦ

τὸτοῦ Ἐνιπέως. φασὶ δὲ οἱ παλαιοὶ τὸ κάλλιστον ἐνταῦθα νοεῖν ἀντὶ τοῦ ἁπλῶςκαλόν.

ἄλλως γὰρ πῶς κάλλιστος ὁ θολερός, ὡς δεδηλώσεται. Τὸ δέ «κίδναται»νῦν μὲν δίχα

τοῦ ˉσ διὰ τὸ μέτρον, ἀλλαχοῦ δὲ σὺν τῷ ˉσ εὕρηται. ἐπεὶ γάρ ἐστικαὶ κεδῶ καὶ σκεδῶ,

τὸ σκεδάζω, ἀπὸ μὲν τοῦ κεδῶ γίνεται τὸ κίδναται, ἀπὸδὲ τοῦ σκεδῶ τὸ σκίδναται. Ἢ δὲ

πλατυσμὸν τοῦ ποταμοῦ δηλοῖ τὸ κίδναται,ὡς πλατυνομένου ἐν τῷ ῥέειν, ἢ μηκυσμόν,

ὡς πόρρωθεν εἰς θάλασσαν καταρρέοντος, ἢ καὶ ἀμφότερα. ἐν δὲ τῷ «ἐπικίδναται αἴῃ» ἢ

αἶαν–διττῶς γὰρ ἡ 1.566 γραφή–αἶάν τινες οὐ τὴν γῆν ἐνόησαν, ἀλλά τινα πηγήν, ὡς

δῆλον ἐξ ὧν ὁ Γεωγράφος φησὶ λέγων, ὅτι ἡ παρ' Ὁμήρῳ Ἀμυδὼν Ἀβυδὼν ὕστερον

ἐκλήθηκατεσκάφη δέ. πηγὴ δὲ πλησίον Ἀμυδῶνος Αἶα καλουμένη, καθαρώτατονὕδωρ

ἐκδιδοῦσα εἰς τὸν Ἄξιον, ὃς ἐκ πολλῶν πληρούμενος ποταμῶν θολερὸςῥέει. φαύλη οὖν,

φησίν, ἡ φερομένη γραφή «Ἀξίου κάλλιστον ὕδωρ ἐπικίδναται Αἴῃ», ὡς δηλαδὴ οὐ τοῦ

Ἀξίου ἐπικιδνάντος τὸ ὕδωρ τῇ πηγῇ, ἀλλ' ἀνάπαλιν. εἶτα ὑποδυσκόλως αἰτιώμενος ὁ

Γεωγράφος καὶ τὸ νοῆσαι τὴν αἶαν ἐπὶ τῆς γῆςἔοικε παντελῶς ἐθέλειν ἐκβαλεῖν τοῦ

Ὁμηρικοῦ ἔπους τὴν τοιαύτην λέξιν.(ῃ. 851–5) Ὅτι «Παφλαγόνων ἡγεῖτο Πυλαιμένεος

λάσιον κῆρ», ἤγουνπεριφραστικῶς ὁ Πυλαιμένης, «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος

ἀγροτεράων,οἵ», τουτέστιν οἱ Παφλαγόνες, «Κύτωρον εἶχον καὶ Σήσαμον

ἀμφενέμοντοἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματα ἔναιον Κρῶμνάν τε Αἰγιαλόν

τε καὶὑψηλοὺς Ἐρυθίνους». (ῃ. 851) Παφλαγόνες μὲν οὖν ἀπὸ Παφλαγόνος,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

351

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!