Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Θρᾷκες, γέγραπται μὲν καὶ ἀλλαχοῦ. πρὸς δὲ τὸ παρὸν εἰπεῖνἀρκεῖ, ὅτι καὶ Εὐριπίδης διὰ τοῦτο τὴν Θρᾴκην Ἄρεος οἰκητήριόν φησι, λογογραφῶν τοὺς Θρᾷκας «εὔοπλον, εὔιππον Ἄρεϊ κάτοχον γένος». Λέγει δὲ καὶἩρόδοτος, ὅτι περὶ Θρᾴκην ὁ Ἄρης καλός. ἔνθα καὶ Θρᾳκικά τινα ἱστορεῖ ἔθη, ὧν μνήμη τις καὶ ἐν Ὀδυσσείᾳ γενήσεται. ὁ δὲ Γεωγράφος καὶ τὸ πολὺ τῆς Θρᾳκικῆς περιοχῆς δηλῶν λέγει, ὡς ἡ Θρᾴκη σύμπασα ἐκ δύο καὶ εἴκοσι ἐθνῶνσυνέστηκεν. [ὃ καὶ σημείωσαι. ἀληθῶς γὰρ ἀπείρων γῆ κατὰ τὴν ποίησιν, ἣνζώνυσιν ὁ μέγας Αἷμος καὶ τὰ ὑπὲρ ἐκεῖνον καὶ τὰ ἐφεξῆς ἕως καὶ εἰς βαθὺτοῦ Εὐξείνου καὶ ὁ Θρᾴκιος Βόσπορος καὶ ὁ Ἑλλήσποντος καὶ τὰ τούτου προσάρκτια μέχρι καὶ ἐς τὸν περιᾳδόμενον Ἄθων καὶ τὰ μετ' αὐτόν, ἐν οἷς καὶ ἡ Τορώνη καὶ τὸ Ποσείδιον. Ὅτι δὲ Θρᾳκικὸς καὶ ὁ Ἄθως, οὗ μνεία καὶ παρὰ τῷ 1.563 ποιητῇ ἐν τοῖς μετὰ ταῦτα, δηλοῖ, φασί, Σοφοκλῆς ἐν Θαμύριδι, «Θρήϊσσαν»εἰπών «σκοπιὰν Ζηνὸς Ἀθῴου». ἔνθα ὅρα τὸ Ἀθῴου ὁμωνυμοῦν τῷ ἀθῴῳ, ὑφ' οὗ δηλοῦται ὁ ἀζήμιος, ὧν διαφορά, καθά που καὶ ἑτέρωθι δηλωθήσεται,οὐ μόνον κατὰ σημασίαν, ἀλλὰ καὶ κατὰ τόνον. ἀθῷος μὲν γὰρ κατά τιναςπροπερισπωμένως ὁ ἀζήμιος, Ζεὺς δὲ Ἄθῳος προπαροξυτόνως ὁ ἐν τῷ Ἄθῳ τιμώμενος, ὅν, φασίν, ἔστι καὶ Ἀθώϊον κατὰ διαίρεσιν εἰπεῖν ὁμοίως τῷἄρειος, ἀρήϊος. κατὰ μέντοι ἑτέρους, ὧν ἐστι καὶ Ἡρωδιανός, ἀνάπαλιν ὁ μὲνπαρὰ τὸν Ἄθων Ζεὺς Ἀθῷος προπερισπασθήσεται κατὰ τὸ ἥρως ἡρῷος,Μίνως Μινῷος, γάλως γαλῷος, τὸ δὲ ἕτερον προπαροξυνθήσεται. καὶ ἔσταιθωὴ ἄθῳος, ὡς ψυχὴ εὔψυχος, βουλὴ εὔβουλος, τιμὴ ἄτιμος. καὶ τοῦτο μὲν τοιοῦτον.] Ὅτι δὲ πρωτότυπον τοῦ Θρᾷξ τὸ Θρήϊξ καὶ ἐκ τούτου κατὰ συναίρεσινγίνεται τὸ Θρᾷξ καὶ ὅτι ὁ Ἑλλήσποντος πορθμός ἐστι διείργων τὴν Θρᾴκηνκαὶ τὴν Τρῳάδα, καὶ διὰ τί οὕτω καλεῖται, καὶ ὅτι ἀγάρροος, ὡς ἄν, φασί, στενός,(ῥοώδεις γὰρ οἱ πορθμοί) πολλαχοῦ δηλοῦται. καὶ εἴρηται περὶ αὐτῶν καὶ ἐντοῖς τοῦ Περιηγητοῦ. Πείρως δὲ ὡς Μίνως. ὅρα δὲ τὸ Πείρως ἥρως, ὅτι καὶαὐτὸ παρηχήσει ἔοικε. (ῃ. 845) Τὸ δὲ ἀγάρροος ἐκ τοῦ ἄγαν γενόμενον ἔτρεψετὸ ˉν εἰς ˉρ νόμῳ ἀμεταβόλων, ἅπερ συντεθέντα ἀμεταβόλοις συνεξομοιοῦνταιαὐτοῖς. Σημείωσαι δέ, ὅτι τὸ ἀγάρροον τοῦτο κατέσυρε τὸν γλυκὺν Ἡρόδοτονἁλμυρὸν ποταμὸν προσειπεῖν τὸν Ἑλλήσποντον, ἐπεὶ καὶ οἱ ποταμοὶ ἀγάρροοι.(ῃ. 846 ς.) Ὅτι Εὔφημος, υἱὸς Τροιζήνου Κεάδαο, Κικόνων ἦρχεν αἰχμητῶν.(ῃ. 847) Ἔστι δὲ τοῦ Τροιζήνου εὐθεῖα προπαροξύτονος ὁ Τροίζηνος. Τὸδὲ Κεάδαο πατρωνυμικὸν τοῦ Τροιζήνου. Κέας γὰρ αὐτῷ πατήρ. (ῃ. 846) 1.564 Κίκονες δὲ Θρᾳκικὸν ἔθνος πράγματα τῷ Ὀδυσσεῖ παρασχόν, ὡς ἡ Ὀδύσσεια δηλοῖ. οὐ μακρὰν δὲ ἦσαν οὗτοι Μαρωνειτῶν, ὡς δηλοῖ κατὰ τὸν Ἐθνολόγον ὁγράψας οὕτως· «Εὐάνθης δ' ᾤκησεν ἐν Κικονίᾳ, ἵνα Μαρώνεια καλέεται».βαρύνεται δὲ τὸ Κίκων κατὰ δύο κανόνας, οὓς ἐκτίθενται οἱ παλαιοί, οἳ καὶδύο φασὶ γενέσθαι Ὀρφέας Κίκονας, ὧν ὁ εἷς τοῦ Οἰάγρου παλαιὸς καὶ πολλῷπρογενέστερος τοῦ ὑστέρου καί, ὡς αὐτοί φασιν, ἕνδεκα γενεαῖς. Ἰστέον δέ, ὅτιεὕρηται μὲν ἐν τῇ ἐπὶ Πατρόκλῳ μάχῃ Μέντης ἡγεμὼν Κικόνων. ἦν δὲ καὶ αὐτὸςὑπὸ τῷ ῥηθέντι Εὐφήμῳ τεταγμένος. τυχὸν δὲ καὶ ὕστερον ἦλθε, καθὰ καὶ ἐπὶτοῦ ἀνωτέρω ῥηθέντος Ῥήσου γέγονεν, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. Ἡρόδοτος δὲ λέγει, ὅτι περὶ ∆ωρίσκον καὶ Εὗρον καὶ Αἶνον τόπος Κικόνων ἦν τὸ παλαιόν.Ἰστέον δέ, ὅτι, ὥσπερ Ἀλεύας Ἀλευάδης, οὕτω Κέας Κεάδης. (ῃ. 848–50)Ὅτι Πυραίχμης ἦγε «Παίονας ἀγκυλοτόξους τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξίου εὐρὺ ῥέοντος», ὃ δὴ πρόσκειται εἰς διαστολὴν τοῦ ἁπλῶς ἀξίου ἐπιθετικοῦὀνόματος. εἶτα ἐπαναλαμβάνων τὸν Ἄξιον, οἷα θαύματός τινος ἄξιον, λέγει»Ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἴῃ». (ῃ. 848) Παίονας δὲ λέγει ἐνταῦθα, ἐξ ὧν ἢ δι' ὧν ῥέει ὁ Ἄξιος ποταμὸς Παιονίας. φασὶ δὲ τὰ Σχόλια ἐνταῦθα,ὅτι Παίονες ὅμοροι Θρᾳξί, καὶ δοκεῖ καλὸν οὕτω νοεῖν. ἄλλως γὰρ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 350

ἀπορίανπλείστην ἔχει ὁ περὶ Παιόνων ἐνταῦθα λόγος, ὥσπερ καὶ ὁ περὶ Λαρίσσης, ὡςπροδεδήλωται. εἰ γὰρ κατὰ τὸν Γεωγράφον Πηλίου καὶ Πηνειοῦ τῶν Θετταλικῶνπρὸς μεσογαῖαν παράκεινται Μακεδόνες μέχρι Παιονίας καὶ τῶν Ἠπειρωτικῶνἐθνῶν, ἐκ δὲ Παιόνων συμμαχίαν ἐν Τροίᾳ εἶχον οἱ Ἕλληνες, δυσχερὲς νοῆσαιτοῖς Τρωσὶν ἐλθεῖν συμμαχίαν ἐκ τῶν ῥηθέντων πορρωτέρω Παιόνων. ὅμωςμέντοι τινὲς καὶ τοῦτο γενέσθαι φασί. καὶ ἔστω εἰρημένον, ἐπεὶ βοηθεῖσθαιδοκεῖ καὶ ὑπὸ τοῦ ποιητοῦ εἰπόντος Παίονας τούτους οὐκ ἐγγύθεν ποθὲν ἐλθεῖνἀλλὰ τηλόθεν. Ἔστι δέ τις μνεία Παιόνων καὶ ἐν τοῖς περὶ Σελλῶν. Περὶ δὲ Πυραίχμου ἐν τοῖς τοῦ Πορφυρίου φέρεται, ὅτι Πατρόκλου ἀνελόντος αὐτὸν 1.565 Ἀστεροπαῖος ἦγε τοὺς Παίονας, ὃν ἔρριψεν Ἀχιλλεύς. περὶ δὲ Παιόνων ζητητέον καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον δὲ καί, ὅτι Ἡρόδοτος οἶδεΠαίονας καὶ περὶ τὸν Στρυμόνα, ἐφ' ὧν καὶ παρηχεῖ τὸ «τοῖς Περινθίοιςπαιονίσασιν ἐπιχειροῦσιν οἱ Παίονες». λέγει δὲ καί, ὅτι Παιονία ἐπὶ Στρυμόνιποταμῷ πεπολισμένη, εἰσὶ δὲ Τεύκρων τῶν ἐκ Τροίας ἄποικοι. καὶ ὅτι πρὸς Βορέαν κατὰ τὸ Πάγγαιον ὄρος ὑπεροικοῦντες ἦσαν Παίονες καὶ ∆όβηρες. τὸδὲ Πάγγαιον ἔτεινε, φησί, πρὸς μεσημβρίαν εἰς τὸν Στρυμόνα καὶ ἡ περὶ αὐτὸγῆ ἐκαλεῖτο Φυλλίς. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι Ἄξιος καὶ Στρυμὼν ἐκ Παιόνων ῥέουσι καὶ ὅτι οἱ μὲν Παίονας Φρυγῶν ἀποίκους, οἱ δὲ ἀρχηγέταςἀποφαίνουσι. καὶ τὴν Παιονίαν μέχρι Πελαγονίας καὶ Πιερίας ἐκτετάσθαιφασί. λέγονται δὲ καὶ πολλὴν πάλαι τῆς Μακεδονίας κατασχεῖν καὶ μέχρι Προποντίδος προελθεῖν καὶ Πέρινθον πολιορκῆσαι. Σημειούμενοι δὲ οἱ παλαιοὶκαί, ὅτι διττὸν τὸ τῶν Παιόνων ἔθνος, καὶ ὡς οἱ μὲν ὑπὸ τὸν Πυραίχμην Παίονες τοξόται, οἱ δὲ περὶ τὸν Ἀστεροπαῖον δολιχέγχεες, λέγουσιν, ὅτι εἰκὸς τὸν Ἀστεροπαῖον χρονίζοντος τοῦ πολέμου ὕστερον ἐλθεῖν, ὡς καὶ Ἰφιδάμαντα καὶ Ῥῆσον, τοὺς πρὸ βραχέων εἰρημένους. Ἀγκυλότοξοι δὲ οἱ χρώμενοι ἀγκύλοις, ἤγουν σκολιοῖς, τόξοις, μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς ἀγκύλαις,ἔτι δὲ καὶ τόξοις. εἶδος δὲ ἀκοντίου, ὡς καὶ προείρηται, ἡ ἀγκύλη. (ῃ. 849)Ἀμυδὼν δὲ ἢ κατά τινας Ἀβυδὼν πόλις Παιονίας, ἧς ὁ πολίτης Ἀμυδώνιοςὡς Καλυδώνιος. Τὸ δέ «εὐρὺ ῥέοντος» γράφουσί τινες καὶ ὑφέν «εὐρυρέοντος».(ῃ. 850) Κάλλιστον δὲ ὕδωρ ὥσπερ νῦν τὸ τοῦ Ἀξίου, οὕτω καὶ ἀλλαχοῦ τὸτοῦ Ἐνιπέως. φασὶ δὲ οἱ παλαιοὶ τὸ κάλλιστον ἐνταῦθα νοεῖν ἀντὶ τοῦ ἁπλῶςκαλόν. ἄλλως γὰρ πῶς κάλλιστος ὁ θολερός, ὡς δεδηλώσεται. Τὸ δέ «κίδναται»νῦν μὲν δίχα τοῦ ˉσ διὰ τὸ μέτρον, ἀλλαχοῦ δὲ σὺν τῷ ˉσ εὕρηται. ἐπεὶ γάρ ἐστικαὶ κεδῶ καὶ σκεδῶ, τὸ σκεδάζω, ἀπὸ μὲν τοῦ κεδῶ γίνεται τὸ κίδναται, ἀπὸδὲ τοῦ σκεδῶ τὸ σκίδναται. Ἢ δὲ πλατυσμὸν τοῦ ποταμοῦ δηλοῖ τὸ κίδναται,ὡς πλατυνομένου ἐν τῷ ῥέειν, ἢ μηκυσμόν, ὡς πόρρωθεν εἰς θάλασσαν καταρρέοντος, ἢ καὶ ἀμφότερα. ἐν δὲ τῷ «ἐπικίδναται αἴῃ» ἢ αἶαν–διττῶς γὰρ ἡ 1.566 γραφή–αἶάν τινες οὐ τὴν γῆν ἐνόησαν, ἀλλά τινα πηγήν, ὡς δῆλον ἐξ ὧν ὁ Γεωγράφος φησὶ λέγων, ὅτι ἡ παρ' Ὁμήρῳ Ἀμυδὼν Ἀβυδὼν ὕστερον ἐκλήθηκατεσκάφη δέ. πηγὴ δὲ πλησίον Ἀμυδῶνος Αἶα καλουμένη, καθαρώτατονὕδωρ ἐκδιδοῦσα εἰς τὸν Ἄξιον, ὃς ἐκ πολλῶν πληρούμενος ποταμῶν θολερὸςῥέει. φαύλη οὖν, φησίν, ἡ φερομένη γραφή «Ἀξίου κάλλιστον ὕδωρ ἐπικίδναται Αἴῃ», ὡς δηλαδὴ οὐ τοῦ Ἀξίου ἐπικιδνάντος τὸ ὕδωρ τῇ πηγῇ, ἀλλ' ἀνάπαλιν. εἶτα ὑποδυσκόλως αἰτιώμενος ὁ Γεωγράφος καὶ τὸ νοῆσαι τὴν αἶαν ἐπὶ τῆς γῆςἔοικε παντελῶς ἐθέλειν ἐκβαλεῖν τοῦ Ὁμηρικοῦ ἔπους τὴν τοιαύτην λέξιν.(ῃ. 851–5) Ὅτι «Παφλαγόνων ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ», ἤγουνπεριφραστικῶς ὁ Πυλαιμένης, «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,οἵ», τουτέστιν οἱ Παφλαγόνες, «Κύτωρον εἶχον καὶ Σήσαμον ἀμφενέμοντοἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματα ἔναιον Κρῶμνάν τε Αἰγιαλόν τε καὶὑψηλοὺς Ἐρυθίνους». (ῃ. 851) Παφλαγόνες μὲν οὖν ἀπὸ Παφλαγόνος, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 351

Θρᾷκες, γέγραπται μὲν καὶ ἀλλαχοῦ. πρὸς δὲ τὸ παρὸν εἰπεῖνἀρκεῖ, ὅτι καὶ Εὐριπίδης διὰ

τοῦτο τὴν Θρᾴκην Ἄρεος οἰκητήριόν φησι, λογογραφῶν τοὺς Θρᾷκας «εὔοπλον,

εὔιππον Ἄρεϊ κάτοχον γένος». Λέγει δὲ καὶἩρόδοτος, ὅτι περὶ Θρᾴκην ὁ Ἄρης καλός.

ἔνθα καὶ Θρᾳκικά τινα ἱστορεῖ ἔθη, ὧν μνήμη τις καὶ ἐν Ὀδυσσείᾳ γενήσεται. ὁ δὲ

Γεωγράφος καὶ τὸ πολὺ τῆς Θρᾳκικῆς περιοχῆς δηλῶν λέγει, ὡς ἡ Θρᾴκη σύμπασα ἐκ

δύο καὶ εἴκοσι ἐθνῶνσυνέστηκεν. [ὃ καὶ σημείωσαι. ἀληθῶς γὰρ ἀπείρων γῆ κατὰ τὴν

ποίησιν, ἣνζώνυσιν ὁ μέγας Αἷμος καὶ τὰ ὑπὲρ ἐκεῖνον καὶ τὰ ἐφεξῆς ἕως καὶ εἰς

βαθὺτοῦ Εὐξείνου καὶ ὁ Θρᾴκιος Βόσπορος καὶ ὁ Ἑλλήσποντος καὶ τὰ τούτου

προσάρκτια μέχρι καὶ ἐς τὸν περιᾳδόμενον Ἄθων καὶ τὰ μετ' αὐτόν, ἐν οἷς καὶ ἡ Τορώνη

καὶ τὸ Ποσείδιον. Ὅτι δὲ Θρᾳκικὸς καὶ ὁ Ἄθως, οὗ μνεία καὶ παρὰ τῷ 1.563 ποιητῇ ἐν

τοῖς μετὰ ταῦτα, δηλοῖ, φασί, Σοφοκλῆς ἐν Θαμύριδι, «Θρήϊσσαν»εἰπών «σκοπιὰν Ζηνὸς

Ἀθῴου». ἔνθα ὅρα τὸ Ἀθῴου ὁμωνυμοῦν τῷ ἀθῴῳ, ὑφ' οὗ δηλοῦται ὁ ἀζήμιος, ὧν

διαφορά, καθά που καὶ ἑτέρωθι δηλωθήσεται,οὐ μόνον κατὰ σημασίαν, ἀλλὰ καὶ κατὰ

τόνον. ἀθῷος μὲν γὰρ κατά τιναςπροπερισπωμένως ὁ ἀζήμιος, Ζεὺς δὲ Ἄθῳος

προπαροξυτόνως ὁ ἐν τῷ Ἄθῳ τιμώμενος, ὅν, φασίν, ἔστι καὶ Ἀθώϊον κατὰ διαίρεσιν

εἰπεῖν ὁμοίως τῷἄρειος, ἀρήϊος. κατὰ μέντοι ἑτέρους, ὧν ἐστι καὶ Ἡρωδιανός, ἀνάπαλιν

ὁ μὲνπαρὰ τὸν Ἄθων Ζεὺς Ἀθῷος προπερισπασθήσεται κατὰ τὸ ἥρως ἡρῷος,Μίνως

Μινῷος, γάλως γαλῷος, τὸ δὲ ἕτερον προπαροξυνθήσεται. καὶ ἔσταιθωὴ ἄθῳος, ὡς

ψυχὴ εὔψυχος, βουλὴ εὔβουλος, τιμὴ ἄτιμος. καὶ τοῦτο μὲν τοιοῦτον.] Ὅτι δὲ

πρωτότυπον τοῦ Θρᾷξ τὸ Θρήϊξ καὶ ἐκ τούτου κατὰ συναίρεσινγίνεται τὸ Θρᾷξ καὶ ὅτι ὁ

Ἑλλήσποντος πορθμός ἐστι διείργων τὴν Θρᾴκηνκαὶ τὴν Τρῳάδα, καὶ διὰ τί οὕτω

καλεῖται, καὶ ὅτι ἀγάρροος, ὡς ἄν, φασί, στενός,(ῥοώδεις γὰρ οἱ πορθμοί) πολλαχοῦ

δηλοῦται. καὶ εἴρηται περὶ αὐτῶν καὶ ἐντοῖς τοῦ Περιηγητοῦ. Πείρως δὲ ὡς Μίνως. ὅρα

δὲ τὸ Πείρως ἥρως, ὅτι καὶαὐτὸ παρηχήσει ἔοικε. (ῃ. 845) Τὸ δὲ ἀγάρροος ἐκ τοῦ ἄγαν

γενόμενον ἔτρεψετὸ ˉν εἰς ˉρ νόμῳ ἀμεταβόλων, ἅπερ συντεθέντα ἀμεταβόλοις

συνεξομοιοῦνταιαὐτοῖς. Σημείωσαι δέ, ὅτι τὸ ἀγάρροον τοῦτο κατέσυρε τὸν γλυκὺν

Ἡρόδοτονἁλμυρὸν ποταμὸν προσειπεῖν τὸν Ἑλλήσποντον, ἐπεὶ καὶ οἱ ποταμοὶ

ἀγάρροοι.(ῃ. 846 ς.) Ὅτι Εὔφημος, υἱὸς Τροιζήνου Κεάδαο, Κικόνων ἦρχεν αἰχμητῶν.(ῃ.

847) Ἔστι δὲ τοῦ Τροιζήνου εὐθεῖα προπαροξύτονος ὁ Τροίζηνος. Τὸδὲ Κεάδαο

πατρωνυμικὸν τοῦ Τροιζήνου. Κέας γὰρ αὐτῷ πατήρ. (ῃ. 846) 1.564 Κίκονες δὲ Θρᾳκικὸν

ἔθνος πράγματα τῷ Ὀδυσσεῖ παρασχόν, ὡς ἡ Ὀδύσσεια δηλοῖ. οὐ μακρὰν δὲ ἦσαν οὗτοι

Μαρωνειτῶν, ὡς δηλοῖ κατὰ τὸν Ἐθνολόγον ὁγράψας οὕτως· «Εὐάνθης δ' ᾤκησεν ἐν

Κικονίᾳ, ἵνα Μαρώνεια καλέεται».βαρύνεται δὲ τὸ Κίκων κατὰ δύο κανόνας, οὓς

ἐκτίθενται οἱ παλαιοί, οἳ καὶδύο φασὶ γενέσθαι Ὀρφέας Κίκονας, ὧν ὁ εἷς τοῦ Οἰάγρου

παλαιὸς καὶ πολλῷπρογενέστερος τοῦ ὑστέρου καί, ὡς αὐτοί φασιν, ἕνδεκα γενεαῖς.

Ἰστέον δέ, ὅτιεὕρηται μὲν ἐν τῇ ἐπὶ Πατρόκλῳ μάχῃ Μέντης ἡγεμὼν Κικόνων. ἦν δὲ καὶ

αὐτὸςὑπὸ τῷ ῥηθέντι Εὐφήμῳ τεταγμένος. τυχὸν δὲ καὶ ὕστερον ἦλθε, καθὰ καὶ ἐπὶτοῦ

ἀνωτέρω ῥηθέντος Ῥήσου γέγονεν, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. Ἡρόδοτος δὲ λέγει, ὅτι

περὶ ∆ωρίσκον καὶ Εὗρον καὶ Αἶνον τόπος Κικόνων ἦν τὸ παλαιόν.Ἰστέον δέ, ὅτι, ὥσπερ

Ἀλεύας Ἀλευάδης, οὕτω Κέας Κεάδης. (ῃ. 848–50)Ὅτι Πυραίχμης ἦγε «Παίονας

ἀγκυλοτόξους τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξίου εὐρὺ ῥέοντος», ὃ δὴ πρόσκειται εἰς

διαστολὴν τοῦ ἁπλῶς ἀξίου ἐπιθετικοῦὀνόματος. εἶτα ἐπαναλαμβάνων τὸν Ἄξιον, οἷα

θαύματός τινος ἄξιον, λέγει»Ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἴῃ». (ῃ. 848)

Παίονας δὲ λέγει ἐνταῦθα, ἐξ ὧν ἢ δι' ὧν ῥέει ὁ Ἄξιος ποταμὸς Παιονίας. φασὶ δὲ τὰ

Σχόλια ἐνταῦθα,ὅτι Παίονες ὅμοροι Θρᾳξί, καὶ δοκεῖ καλὸν οὕτω νοεῖν. ἄλλως γὰρ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

350

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!