18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὄνομα Κίλλαιος· καὶὅτι δοκεῖ Πέλοπος εἶναι ἡνίοχος ὁ Κίλλας καὶ αὐτὸς ποιῆσαι τὸ

ῥηθὲν ἱερόν,πρὸς ᾧ καὶ μνῆμα Κίλλου· ἀφ' οὗ καὶ Κίλικες, φησίν, οἱ τὸ Θήβης

πεδίονοἰκοῦντες. οὐ γὰρ Θηβαίους αὐτοὺς Ὅμηρος, ἀλλὰ Κίλικάς φησιν,

ἑτερωνύμωςδηλαδή, ὡς καὶ ἐπὶ ἄλλων ἐθνικῶν ὀνομάτων δειχθήσεται γινόμενον. φασὶ

δὲ οἱπαλαιοὶ καὶ ἄλλην τινά που Κίλλαν εἶναι κατὰ τὴν Ἰουδαίαν, ἧς οἱ πολῖται

Κιλλῆται καὶ Κιλλανοὶ ἐλέγοντο. πολλὰ δὲ τῶν ἀντιγράφων τὸ Κίλλας

Κίλλοςγράφουσιν ὡς Ὕλλος. συντομώτατον δὲ τοῦ Γεωγράφου ἐκεῖνο· Κίλλουμνῆμα ἐν

τῷ ἱερῷ τοῦ Κιλλαίου Ἀπόλλωνος χῶμα μέγα. ἡνίοχος δὲ ἦν Πέλοπος ἡγησάμενος τῶν

τόπων· ἀφ' οὗ ἴσως, φησί, καὶ ἡ ἐκεῖ Κιλικία ἢἀνάπαλιν. ἀλλαχοῦ δὲ γράφει, ὅτι ἐν τῇ

Ἀδραμυττηνῇ χώρᾳ καὶ ἡ Χρύση καὶ ἡ Κίλλα. ἦν δὲ καί τις τόπος ἄλλος Κίλλα πλησίον

Θήβης, ἐν ᾧ ΚιλλαίουἈπόλλωνος ἱερόν, ὅπου ποταμὸς ἐξ Ἴδης φέρεται ὁ Κίλλος. ἦν δέ,

φησί, καὶ ἐνΛέσβῳ Κίλλαιον καὶ περί που τὰ Γάργαρα Κίλλαιον ὄρος. ἡ δὲ Χρύση

πόλιςμὲν ἦν καὶ αὐτὴ ὁμοίως Ἀδραμυττηνὴ πλησίον Θήβης τῆς μετὰ ταῦτα

ῥηθησομένης. οὐκ ἔστι δὲ ἄρτι οὐδ' αὐτὴ πάλαι ἀφανισθεῖσα, ὡς ἡ ἱστορία φησίν.ὅτι δὲ

κοινῶς μὲν Χρῦσα, Ἰωνικῶς δὲ Χρύση· καὶ ὅτι πολλαὶ Χρῦσαι λέγονται,δηλοῦσιν οἱ

παλαιοί. ἐγγύς τε γὰρ Λήμνου πόλιν Χρύσην ἱστοροῦσι καὶ περὶ Σκῦρον καὶ ἐν

Ἑλλησπόντῳ οὐ μακρὰν Ἀβύδου. ἐλέγετο δέ, φασί, Χρύση καὶἀκρωτήριον περὶ τὴν

Ἡφαιστίαν τῆς Λήμνου βλέπον πρὸς Τένεδον. ὅτι δὲ ἡὉμηρικὴ Χρύση τῶν ἀνωτέρω

ῥηθέντων Κιλίκων ἦν, ἐν τοῖς ἑξῆς μετ' ὀλίγαδηλωθήσεται. παραλία δὲ ἦν, ὡς δηλοῖ καὶ

τὸ «Χρῦσα πολίχνιον ἦν ἐπὶθαλάσσῃ, ἔχον λιμένα».

(ῃ. 39) Ὅτι Σμινθεὺς Ἀπόλλωνος ἐπίθετον. καὶ οἱ μέν1.56 φασιν ἀπὸ Σμίνθης

πόλεως περὶ Τροίαν, ὡς καὶ ὁ τὰ Ἐθνικὰ ἐπιτέμνων φησίν·ἧσπερ ὁ πολίτης καὶ

Σμινθαῖος λέγεται καὶ Σμινθεύς, [ὡς εἶναι οὕτω Σμινθέατὸν ἐν τῇ πόλει Σμίνθῃ

τιμώμενον.] οἱ δὲ ἀπὸ τῶν σμίνθων, ὃ δηλοῖ τοὺς μύας,αὐτὸν οὕτω καλεῖσθαί φασι.

δοκεῖ γάρ ποτε ἀναιρέτης γενέσθαι σμίνθωνβλαπτόντων τοὺς ἐκεῖ, ὡς διὰ τοῦτο ναόν

τε αὐτοῦ ἱδρυθῆναι καὶ αὐτὸν Σμινθέα κληθῆναι διὰ τοὺς ἀποσοβηθέντας μύας, οὓς οἱ

ἐγχώριοι σμίνθουςἐκάλουν. φησὶ γὰρ ἡ ἱστορία, ὅτι ἐν τῇ Χρύσῃ Σμινθέως ἐστὶν ἱερὸν

καὶ μῦςὑπόκειται τῷ ποδὶ τοῦ ξοάνου, Σκόπα ἔργον τοῦ Παρίου, τὸ σύμβολον τὸ

τὴνἐτυμότητα σῷζον τοῦ ὀνόματος, ἤγουν ἐν ᾧ κεῖται ἡ τοῦ Σμινθέως ἐτυμολογία.ἡ δὲ

τοῦτο λέγουσα ἱστορία καὶ τοξευθῆναι ὑπ' Ἀπόλλωνος τοὺς μύας λέγεικαὶ τὸ λήϊον

ἐκτίθεται τὸ ὑπ' ἐκείνων βλαπτόμενον λέγουσα ὅτι Κρίνιδος ἦντινος, ὃς ἱερᾶτο

Ἀπόλλωνι. [πρὸς ὃν Κρίνιδα ἔχει πως οἰκείως ὁ Χρύσης.ἐκεῖνός τε γὰρ εὖ ἔπαθεν ὑπὸ

τοῦ Φοίβου ἐφ' οἷς μύες τὰ ἐκείνου σινόμενοι λήϊακατετοξεύθησαν. διὸ καὶ Σμινθέως

ταὐτὸν δ' εἰπεῖν μυοκτόνου Ἀπόλλωνοςἱδρύσατο ἱερόν. καὶ οὗτος ὁ Χρύσης, εἰ καὶ μὴ

ἐφ' ὁμοίων, ἀλλ' ὅμως ἄλλως,ὡς ἐθέλει, προκαλεῖται τὸν Ἀπόλλω εἰς ἄμυναν, ὃ καὶ ὁ

συνιερεὺς Κρῖνις πεποίηκεν.] Ὅτι δὲ καὶ μικρῶν τινων ἕνεκεν μεγάλας ἤθελον χάριτας

ὄφλειν οἱπαλαιοὶ τοῖς ἐκδικηταῖς καὶ ὅτι ἐξ αὐτῶν ἐκείνους παρωνόμαζον, δηλοῦσιν

αἱἱστορίαι. οἱ γὰρ περὶ Τραχῖνα Οἰταῖοι Κορνοπίωνα λέγονται τιμᾶν Ἡρακλέαχάριν

ἀκρίδων ἀπαλλαγῆς ἤτοι παρνόπων, οὓς ἐκεῖνοι κόρνοπας λέγουσιν.Ἐρυθραῖοι δὲ

Ἡρακλῆν Ἰποκτόνον σεβάζονται ὡς φθείροντα τοὺς ἀμπελοφάγους ἶπας, Ῥόδιοι δὲ

Ἀπόλλωνα Ἐρυθίβιον, τὴν ἐρυσίβην ἐρυθίβην καλοῦντες.οὕτως οὖν ἀπὸ μικρῶν ἡ

κλῆσις καὶ τῷ Σμινθεῖ Ἀπόλλωνι· ἀπὸ σμίνθων γάρ,οἵπερ μύες εἰσίν. οὕτω δὲ ἄξιος

λόγου τοῖς παλαιοῖς ἐδόκει ὁ περὶ τοῦ ΣμινθέωςἈπόλλωνος μῦθος, ὥστε καὶ λόγοι

Σμινθιακοὶ ἐγράφοντο καὶ μέθοδος ἦν εἰςτούτους ῥητορική. οἱ δέ τινες ἄλλην ἱστορίαν

ἐκτίθενται περὶ τοῦ Σμινθέωςλέγοντες ὅτι Τεῦκροι, Κρῆτες ἄνδρες, εἰς ἀποικίαν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

35

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!