18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τῶν Ἰώνων παραλία πᾶσα ἐκ Μυκάληςἀρξαμένη. καὶ Χῖοι δὲ οἰκιστὰς ἔσχον Πελασγοὺς

ἐκ Θετταλίας. Πολύπλανονγὰρ τὸ ἔθνος καὶ ἕτοιμον εἰς ἀπανάστασιν καὶ αὐξηθέν ποτε

ἐπὶ πολὺ ταχὺ 1.561 ἐξέλιπε. καὶ Λῆμνον δὲ καὶ Ἴμβρον ὑπὸ Πελασγῶν Ἡρόδοτος

οἰκεῖσθαί φησιν, ὅτε τὰ Περσικὰ ἐγίνοντο. καὶ Ἀργεῖοι δὲ ἦσαν Πελασγοί. Φησὶ γοῦν

ὁαὐτός, ὅτι Ἀργείων ἀκρόπολιν ᾤκισε ∆αναὸς καὶ Πελασγιώτας ὠνομασμένους

∆αναοὺς ἐκάλεσε. δηλοῖ δὲ ταῦτα καὶ ὁ εἰπών· «πάλαι Πελασγοί, ∆αναΐδαι δεύτερον».

πολλαχοῦ μὲν οὖν γῆς Πελασγοί, ὡς ἐρρέθη. κόμμα δὲ τοῦ τοιούτουἔθνους καὶ οἱ ἐκ τῆς

Λαρίσσης οὗτοι Πελασγοί, περὶ ἧς φασιν οἱ παλαιοί, ὅτιαὕτη νῦν συνῴκισται εἰς

Ἀλεξάνδρειαν τὴν Τρῳάδα. (ῃ. 841) Λάρισσαι δὲπολλαὶ κατὰ τὸν Γεωγράφον, ἡ μὲν

κατὰ τὴν Ἁμαξιτὸν ἐν ὄψει τελέως οὖσατῷ Ἰλίῳ καὶ ἐγγὺς σφόδρα, περὶ ἧς οὐκ ἂν λέγοι

ὁ ποιητής. μάλιστα δ' ἂν περὶτὴν Κύμην ὑπολάβοι τις ὀρθῶς τὴν τοιαύτην Λάρισσαν.

καὶ κατασκευάζει ὁ Γεωγράφος τὸ οὕτω τισὶν ὑποληφθὲν λέγων καί, ὅτι πόλις ἡ Κύμη

ἐπιφανής ποτε, Ἡσιόδου πατρίς, ἧς οἱ πολῖται ἐπὶ μωρίᾳ ἐκωμῳδοῦντο, καὶ ὅτι

Φρικωνὶς ἡ τοιαύτη ἐκλήθη Λάρισσα καὶ ὅτι Κύμης μὲν ἀπεῖχε σταδίους ἑβδομήκοντα,

Τροίας δὲ χιλίους. διό, φησί, καὶ Ἱππόθοος ἐν τῇ Πατροκλείᾳ τῆλεἀπὸ Λαρίσσης πεσεῖν

λέγεται. καὶ ὅτι Λαρισσαίοις τοῖς Φρικωναίοις καὶ τοῖς Θετταλικοῖς ἴδιόν τι συνέβη τὸ

ποταμόχωστον χώραν οἰκεῖν, ὁμοίως καὶ τοῖς Καϋστρηνοῖς. ἦν δὲ καὶ τρίτη Λάρισσα

κώμη τῆς Ἐφεσίας ἐν τῷ Καϋστρίῳ, φησί, πεδίῳ. Λέγει δὲ ὁ αὐτὸς ἄρχοντά τινα

Πελασγῶν Πίασον ἐπιθυμῆσαι τῆςθυγατρός, ἣν Λάρισσαν ἐκάλουν. βιασάμενον δ' αὐτὴν

τῖσαι τῆς ὕβρεως δίκην.ἐγκύψαντα γὰρ εἰς πίθον οἴνου καταμαθοῦσα τὸν μιάστορα

πατέρα ἡ Λάρισσατῶν σκελῶν λαβομένη ἐξῆρε καὶ καθῆκεν αὐτὸν εἰς τὸν πίθον. καὶ

ἔστιν ἀστείωςεἰπεῖν, ὡς ποινὴν ἀθεμίτου παροινίας ὁ βίαιος ἔτισε, «τὸν λοῖσθον

σκύφον» κατὰτὸν εἰπόντα «ἐκπιών», οὐχ' ὕδατος ἁλμυροῦ, ἀλλ' οἴνου καταμεθύσαντος

αὐτὸνεἰς θάνατον. Ἰστέον δέ, ὅτι ὁ τῶν Ἐθνικῶν ἐπιλέκτης ἕνδεκα Λαρίσσας

ἐξαριθμήσας, ὧν αἱ πλείους Εὐρωπαῖαι, οὐ Κυμαίαν λέγει Λάρισσαν τὴνὉμηρικὴν

ταύτην, ἀλλὰ τὴν Τρῳαδικήν, ἣν ὁ Γεωγράφος ἀπείπατο. καὶ ἰδοὺεἰς τοῦτο

ἀντιφέρονται οἱ σοφοὶ οὗτοι. ἀμφοῖν δὲ μάχεται τούτοιν ὁ εἰπὼν Θετταλικὴν τὴν

τοιαύτην Λάρισσαν. Ἔοικε δὲ ὁ τοιοῦτος πλάνην παθεῖν τοιαύτην τινά. ἐν τῷ ἐφεξῆς

Παφλαγονικῷ καταλόγῳ γράφουσιν οἱ Σχολιασταί, ὅτι ἐκ 1.562 τῶν Εὐρωπαίων ἐπὶ

τοὺς Ἀσιανοὺς ὁ ποιητὴς ἔρχεται. ἐπεὶ οὖν οἱ πρὸ τῶν Παφλαγόνων καταλεγόμενοι

Παίονες καὶ οἱ πρὸ ἐκείνων Κίκονες καὶ οἱ πρὸαὐτῶν Ἑλλησπόντιοι Θρᾷκες Εὐρωπαῖοί

εἰσιν, ᾠήθησαν καὶ τοὺς τῆς Λαρίσσης ταύτης τῆς Ὁμηρικῆς ἐκ τῆς Εὐρώπης εἶναι. καὶ

τὰ ῥηθησόμενα δὲ τοῖς τοιούτοις ἔοικεν ὁμολογεῖν. Λάρισσαν γὰρ ἐνταῦθα εἰπόντος τοῦ

ποιητοῦφασί τινες, ὅτι ταύτην οἱ ἀπὸ τῶν Αἰολίδων μεταναστάντες ἔκτισαν· διὸ καὶ δῖοι

Πελασγοί που λέγονται, ὡς ἄνωθεν Ἕλληνες, οὓς καὶ μετὰ τὸν κατακλυσμὸν σῶσαι τὰ

στοιχεῖα μόνους Ἑλλήνων φασί, καὶ διὰ τοῦτο δίους αὐτοὺς καλεῖ.(ῃ. 842) Τὸ δέ

«Πύλαιος» προπαροξύνεται ὡς κύριον πρὸς διαστολὴν τοῦ»πυλαῖος Ἑρμῆς».

Ἐγχεσιμώρους δὲ Πελασγοὺς ἔφη, καθὰ καὶ πρὸ ὀλίγωνΜύνητα καὶ Ἐπίστροφον

ἐγχεσιμώρους εἶπεν. (ῃ. 844 ς.) Ὅτι Θρήϊκαςἦγεν «Ἀκάμας καὶ Πείρως ἥρως, ὅσσους

Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει», τουτέστιν εἴργει, συγκλείει, περιέχει. τοῦτο δὲ

προσέθηκε δι' ἑτέρους Θρᾷκας,ὧν ἦρχεν Ἰφιδάμας, ὃς ἐτράφη ἐν Θρῄκῃ ἐριβώλακι,

μητέρι μήλων, ἐλθὼν σὺνδώδεκα ναυσίν, ἃς ἔλιπεν ἐν Περκώτῃ, ἔτι δὲ καὶ διὰ τοὺς ὑπὸ

τὸν Ῥῆσον Θρᾷκας. τοῖς δὲ περὶ Ἀκάμαντα καὶ Πείρων Θρᾳξί φασι καὶ τοὺς περὶ

Μαρώνειαν συνεισφέρεσθαι. Λέγουσι δὲ οἱ παλαιοὶ καί, ὅτι Ἰφιδάμας καὶ Ῥῆσος οἱ

ῥηθέντες τῶν ἐπηλύδων Θρᾳκῶν ἦρχον καὶ οὐ τῶν Ἑλλησποντίων. ὅτι δὲπολεμισταὶ οἱ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

349

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!