18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τὸν τοιοῦτον Ἄδραστον, οὗ μόνου τῶν ἡγεμόνων διασωθέντος ἐκ τοῦ Θηβαϊκοῦ

πολέμου ἐνεμέσησε τὸθεῖον. καὶ γοῦν ἐν τοῖς ἐπιγόνοις τῶν ἐν Θήβαις πεσόντων

ἀρχηγῶν ∆ιομήδηςμὲν καὶ Σθένελος καὶ οἱ λοιποὶ περιεγένοντο, μόνος δὲ ὁ ἐξ

Ἀδράστου πέπτωκε,καὶ οὕτω κατά τι δίκαιον ἀνισώθη τὸ δοκοῦν ἐκεῖ ἐλλελεῖφθαι πρὸς

τῆς Νεμέσεως καὶ ἐκλήθη αὕτη ἐντεῦθεν Ἀδράστεια. Ἕτεροι δὲ τὴν Νέμεσινἀδράστειαν

εἶπον καλεῖσθαι διὰ τὸ τῆς θείας δίκης ἀναπόδραστον ἤτοι ἄφυκτον· Παυσανίας δέ

φησιν, ὅτι τὴν Ἀδράστειαν ἑτέραν τῆς Νεμέσεως ὑποτίθενταί τινες, οἱ δὲ τὴν αὐτὴν τῇ

Νεμέσει ἀπὸ Ἀδράστου, ὅτι μόνος τῶν ἑπτὰ σωθεὶςμόνος πάλιν τὸν υἱὸν ἀπέβαλεν ἐν

τοῖς ἐπιγόνοις· οἱ δὲ ἀπὸ Ἀδράστου, φησί, Μυσοῦ ἱδρυσαμένου αὐτῆς ἱερόν. βέλτιον δέ,

φησίν, ἀπὸ τοῦ μηδὲν αὐτὴνἀποδιδράσκειν. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Ὁ δὲ

Γεωγράφος λέγει πρὸς τὰ τοῦὉμηρικοῦ τούτου καταλόγου καί, ὅτι ἐπὶ τῷ Αἰσήπῳ τὸ

πεδίον τῆς Ἀδρηστείας καὶ Τήρεια καὶ Πιτύα ἢ Πιτύεια ἐκ πιτύων παρονομασθεῖσα καὶ

καθόλου,φησίν, ἡ νῦν Κυζικηνὴ ἡ πρὸς Πριάπῳ, ὥστε φαίνεται τῆς Κυζικηνῆς καὶ τὰ

1.558 ῥηθέντα εἶναι. ἀλλαχοῦ δὲ λέγει, ὅτι ἡ Πιτύα τῆς Παριανῆς ἐστιν, ἧς

ὑπέρκειταιπιτυῶδες ὄρος. (ῃ. 829) Ἰστέον δέ, ὅτι ἐκ τῶν πιτύων οὐχ' ἡ Πιτύα

παρωνόμασταιμόνον, ἀλλὰ καὶ νῆσοι διάφοροι Πιτυοῦσσαι λεγόμεναι, ἃς ὁ Ἀλκμὰν

Πιτυώδεις καλεῖ. ἔστι δέ, φασί, Πιτύη καὶ πόλις Καρίας, ἥτις καὶ Πισύη διὰ τοῦ

ˉσλέγεται. Ἀπαισὸς δὲ ἐνταῦθα μὲν μετὰ τοῦ ἄλφα. φησὶ γάρ· «καὶ δῆμονἈπαισοῦ».

εὑρεθήσεται δὲ καὶ χωρὶς τοῦ ˉα δισυλλάβως ἐν τῷ «ὅς ῥ' ἐν Παισῷναῖε πολυκτήμων».

οὕτω δὲ καὶ παρὰ τῷ Γεωγράφῳ λέγοντι· Παισὸς πόλιςκαὶ ποταμὸς μεταξὺ Λαμψάκου

καὶ Παρίου. κατασπασθείσης δὲ τῆς πόλεωςοἱ Παισηνοὶ μετῴκησαν εἰς Λάμψακον

Μιλησίων ὄντες ἄποικοι, ὡς καὶ οἱ Λαμψακηνοί. ὥσπερ δὲ διχῶς Ἀπαισός καὶ Παισός,

οὕτω καὶ Ἄταρνα πόλις, ἧς ὁ πολίτης Ἀταρνεύς, ἐν ᾗ καὶ τυραννεῖον Ἑρμείου. καὶ

Τάρνη δὲ δίχα τοῦ ˉα. Ὅμηρος «ὃς ἐκ Τάρνης ἐριβώλακος». πλὴν ὅσον Ἀπαισὸς μὲν καὶ

Παισὸς ἡ αὐτή, Ἄταρνα δὲ καὶ Τάρνη ἕτεραι ἀλλήλων. Τάρνη μὲν γὰρ Ἀχαίας πόλις,

Ἄταρνα δὲ μεταξὺ Μυσίας καὶ Λυδίας καὶ Λέσβου, κατὰ δὲ ἑτέρους ἐπιτόμωςεἰπεῖν, περί

που τὴν Ἀτραμυτηνήν. (ῃ. 829) Τήρεια δὲ ἴσως παρὰ τὸ τηρεῖν τὰκύκλῳ, ὥσπερ καὶ Ἴδη

παρὰ τὸ ἰδεῖν. αἰπὺ γὰρ ὄρος τὴν Τήρειαν λέγει ὁποιητής. οὕτω δὲ καὶ νῦν οὐ μακρὰν

τῆς Προποντίδος ὄρος ὑψηλὸν κατοπτεῦοντὰ πέριξ τοιαύτην κλῆσιν ἔλαχε. Τειρία

μέντοι διὰ διφθόγγου καὶ ˉι Λευκοσύρωνπόλις ἐστὶ κατὰ τὸν ἀναγραφέα τῶν Ἐθνικῶν,

ἧς ὁ πολίτης Τειριεύς, ὡς ὁ τοῦ Στειρίου Στειριεύς. ὁ δὲ Γεωγράφος τὴν Τήρειαν εἰς ὄρη

Κυζικηνὰ τάσσει τῇ Ζελείᾳ προσεχῆ, ἐν οἷς θήρα κατεσκευάσθη βασιλική. οἱ δέ, φησί,

λόφοναὐτήν φασιν ἀπὸ τεσσαράκοντα σταδίων Λαμψάκου. (ῃ. 833) Τὸ δὲ

φθισήνωρδηλοῖ μὲν τὸν φθείροντα τοὺς ἄνδρας, ὃ δὴ σημαίνει καὶ ὁ φθισίμβροτος καὶ

ὁἐναρίμβροτος καὶ ὁ ἀνδριφόντης καὶ ὁ βροτολοιγός. γίνεται δὲ ἀπὸ τοῦ φθίωφθίσω.

ἐπεὶ δὲ τὸ φθίω διφορεῖται, ὡς καὶ ὁ Χοιροβοσκὸς ἐν τῇ Ὀρθογραφίᾳδηλοῖ, διφορεῖται

καὶ ἡ ἄρχουσα τοῦ φθισήνωρ. πολλὰ γοῦν τῶν παλαιῶνἀντιγράφων διὰ διφθόγγου

αὐτὴν ἔχουσι. [Καὶ ἔχεται λόγου ἡ τοιαύτη γραφικὴδιφόρησις. ἐκ μὲν γὰρ τοῦ φθίω

φθίσω, ὡς τίω τίσω, καὶ φθίσις, ὡς τίσις, καὶ 1.559 φθισήνωρ. ἐκ δὲ τοῦ φθῶ φθείω, ὡς

κῶ κείω, ἐξ οὗ τὸ κείσεται, καὶ χῶ χείω,τὸ χωρῶ, ἀφ' οὗ τὸ «οὐδὸς δ' ἀμφοτέρους ὅδε

χείσεται», ἤγουν χωρήσει,γράφοιτο ἂν εὐλόγως διὰ διφθόγγου ἡ ἄρχουσα τοῦ

φθεισήνωρ.] (ῃ. 835–9)Ὅτι τῶν περὶ Περκώτην καὶ Πράκτιον καὶ Σηστὸν καὶ Ἄβυδον

καὶ δῖαν Ἀρίσβην Ὑρτακίδης ἦρχεν Ἄσιος, ὄρχαμος ἀνδρῶν, ὃν καὶ ἐπαναλαμβάνων

εὐθύς φησιν· «Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ

ἀπὸ Σελλήεντος». ἐπαναλαμβάνει δὲ τὸν Ἄσιον σημειωτικῶς, ὡς ἂν ὁἀκροατὴς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

347

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!