18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τὴν Ἀφνῖτιν λίμνην κατὰ τοὺς παλαιούς. καὶ γὰρ οὕτω, φασί,καλεῖται ἡ ∆ασκυλῖτις.

Μέλαν δὲ ὕδωρ τὸ τοῦ Αἰσήπου φησὶν ἢ κατὰ κοινὸνἐπίθετον, καθ' ὃ καὶ κυανώπιδα

λέγει Ἀμφιτρίτην καὶ Ποσειδῶνα κυανοχαίτηνκαὶ ταύρους μέλανας θύεσθαι τῷ

Ποσειδῶνι λέγεται, ἢ διὰ τὸ βαθύ. Καλλίμαχος δὲ παραφράσας «ἑλικώτατον ὕδωρ

Αἰσήπου» φησίν. ἄλλον δὲτρόπον καὶ ἀργυροδίνην εἶχε τοῦτον εἰπεῖν. μετὰ τὴν

Κυζικηνὴν δέ, φασί, καὶτὸν ῥηθέντα Αἴσηπον ἡ τῆς Τρῳάδος ἀρχή. (ῃ. 827) Πάνυ δὲ

ἐξαίρει τὸν Πάνδαρον ὁ ποιητὴς λέγων ἐξ αὐτοῦ Ἀπόλλωνος λαβεῖν τὸ τόξον, ἤγουν

τὴν τοξείαν, ὅ ἐστι τὴν τοξικὴν ἐπιστήμην. καὶ ἔστι, φασίν, ὁ τρόπος μετωνυμία. 1.556

προοικονομεῖ δὲ ἐν τούτῳ τὰ μετὰ ταῦτα ὁ ποιητής, ἵνα θαρρῶν ὁ Πάνδαρος τῷθείῳ

δώρῳ τολμήσῃ διοϊστεῦσαι κατὰ Μενελάου καὶ οὕτω συγχεθῶσιν οἱ ὅρκοιἐπὶ κακῷ τῶν

Τρώων. Ἔθος δὲ ποιηταῖς ἱστορεῖν τοὺς περί τινα τέχνην δεξιοὺςθεόθεν ἔχειν τὰ

ὄργανα. οὕτω καὶ ἄλλος τις αὐλῶπιν ἔχει τρίπτυχον, «τήν οἱπόρε Φοῖβος Ἀπόλλων».

καὶ κίθαριν δέ τις καὶ ἕτερος λύραν καὶ ἄλλος ἀσπίδαἤ τι ἀλλοῖον ὅπλον ἐκ θεῶν

λαβεῖν μεμύθευται. Τὰς γὰρ εἰς ἄκρον φασὶν εὐεξίαςθεοῖς ἀνατιθέασιν οἱ ποιηταί. [ἐν δὲ

τῷ «καὶ τόξον ἔδωκεν» ἢ περιττὸς ὁ ˉκˉαˉισύνδεσμος ἢ συμπλέκει καὶ ἕτερα θεόσδοτα

τῷ τόξῳ ἀγαθά, ἐν οἷς καὶ ἡ τοξικὴδεξιότης.] (ῃ. 828–34) Ὅτι οἱ περὶ Ἀδρήστειαν ἤτοι

Ἀδράστειαν καὶ οἱ περὶἈπαισὸν καὶ Πιτύειαν καὶ Τηρείης ὄρος αἰπὺ ἀρχηγοὺς εἶχον

Ἄδρηστόν τε καὶ Ἄμφιον, ὃς λινοθώρηξ ἦν, καθὰ καὶ ὁ Λοκρὸς Αἴας πρὸ τούτου

ἐρρέθη.ἦσαν δὲ υἱοὶ Μέροπος, ἀνδρὸς οὕτω καλουμένου καὶ ἐξιδιωσαμένου [καὶ

αὐτοῦκατὰ τὸν ἱστορούμενον Ὀλυμπιονίκην Ἄνθρωπον] τὸ προσηγορικὸν ὄνομα εἰς

κυριωνυμίαν. Περκώσιος δὲ ἦν οὗτος, ἤτοι ἀπὸ Περκώτης, πόλεως Τρῳάδος.Ἤδεε δὲ

μαντοσύνας περὶ πάντων, ἤτοι ἐπέκεινα πάντων τῶν ἐκεῖ ὁμοτέχνων,οὐδὲ εἴα τοὺς

παῖδας «στείχειν ἐς πόλεμον φθισήνορα· οἳ δ' οὔ τι πίθοντο· κῆρεςγὰρ ἄγον μέλανος

θανάτοιο». καὶ ὅρα, οἷον τὸ μὴ πείθεσθαι πατράσιν εὖεἰδόσιν. οἱ δὲ παλαιοὶ λέγουσιν

ἐνταῦθα καί, ὅτι οὐδὲν ἄρα ἡ μαντικὴ μοίρας ἀντιταττομένης. (ῃ. 828) Ἀδρήστειαν δὲ

θέλουσι μέν τινες τρισυλλάβως ∆ρήστειανγράφειν, οὐ προσέχονται δέ. ὠνόμασται γὰρ

ἀπὸ Ἀδράστου, ἀνδρὸς ἡρωϊκοῦπαλαιοῦ, ᾧ συνεξέδραμεν εἰς ὁμωνυμίαν ὁ προρρηθεὶς

Ὁμηρικὸς Ἄδραστος.1.557 περὶ ταύτης ὁ τῶν Ἐθνικῶν γραφεὺς λέγει, ὅτι μεταξὺ

Πριάπου καὶ Παρίουτοῦ κατὰ Προποντίδα, ἐν ᾧ βωμὸς θέας ἄξιος κατὰ τὸν Γεωγράφον

σταδιαίαςἔχων πλευράς, Ἀδράστεια πόλις ἀπὸ Ἀδράστου βασιλέως, ὃς πρῶτος

ἱδρύσατοΝεμέσεως ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια. Οἱ δὲ Ἀδράστειαν

τὴνπόλιν κληθῆναι ἀπὸ Ἀδραστείας, μιᾶς τῶν Ὀρεστιάδων νυμφῶν. ἔστι δέ, φησί, καὶ

τόπος Τρῳάδος Ἀδράστεια ἀπὸ Ἀδραστείας, θυγατρὸς Μελίσσου, υἱοῦ Ἴδης τῆς πρῶτον

βασιλευσάσης ἐν Τροίᾳ. καὶ ταῦτα μὲν οὗτος συμφωνήσαςτῷ Στράβωνι ἐν πολλοῖς.

Ἐκεῖνος δὲ λέγει καί, ὅτι, ὥσπερ Θήβη καὶ Θήβηςπεδίον, οὕτω καὶ Ἀδράστεια καὶ

Ἀδραστείας πεδίον διττῶς καὶ ὅτι ἐνταῦθα μὲν οὔτε Νεμέσεως οὔτε Ἀδραστείας ἱερὸν

δείκνυται, περὶ δὲ Κύζικον Ἀδραστείας ἱερόν. γράφει οὖν, φησίν, Ἀντίμαχος οὕτω· «ἔστι

δέ τις Νέμεσις,μεγάλη θεός, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχε, βωμὸν δέ οἱ

εἵσατο»,ἤγουν ἵδρυσε, «πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόον Αἰσήποιο· ἔνθα

τετίμηταίτε καὶ Ἀδρήστεια καλεῖται». καὶ οὕτω μὲν καὶ ὁ Γεωγράφος. Ἕτεροι δὲ οὐκ

ἰδίᾳ μὲν Ἀδρήστειάν φασιν, ἰδίᾳ δὲ Νέμεσιν, οὐδὲ Ἄδρηστον τοῦτον οἴδασιν αἴτιον τοῦ

τῆς Ἀδρηστείας ταύτης ὀνόματος, ἀλλὰ Νέμεσιν Ἀδράστειαν λέγοντες Ἄδραστον

αἰτιῶνται τῆς παροιμίας ταύτης, ὃν Σικυῶνι πρῶταἐμβασιλεύειν ὁ ποιητὴς πρὸ τούτου

ἱστόρησε, καὶ τὴν μὲν Νέμεσιν ὡς εἰςκύριον τιθέασιν ὄνομα, τὴν δὲ Ἀδράστειαν ὡς εἰς

ἐπίθετον, καὶ βούλονται εἶναιἈδράστειαν τὴν οἰκονομησαμένην παραδόξως τὰ κατὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

346

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!