Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Τρωϊκὸνἐμφαίνων καὶ οὕτως ἐναγώνιον, ὅσγε οὐδὲ δειπνούντων μέμνηται τῶν Τρώωνοὐδὲ μὴν θυόντων, ἅπερ εὐλόγως πεποιήκασιν Ἕλληνες. (ῃ. 816) Καὶ ὅρα, ὅτιμέγαν τὸν Ἕκτορα εἶπε κατὰ πολλὰς πάντως ἐννοίας, ὧν οὐδεμίαν ἀνεκάλυψε. Κορυθαιόλος δὲ παροξύνεται μὲν ὑπὸ τῶν παλαιῶν, δηλοῖ δὲ τὸν ἔχοντα αἰόληνκόρυθα, ἤγουν ποικίλην περικεφαλαίαν–εἰκὸς γὰρ αὐτῷ παρηλλάχθαι τὸνὁπλισμόν–ἢ τὸν εὐκίνητον ἐν πολέμοις παρὰ [τὸ αἰόλον], τὸ ταχύ, ὅπερ ἀπὸτοῦ αἰόλλω, τὸ κινῶ, γίνεται, ἵνα εἴη κορυθαιόλος ὁ αἰόλος εἰς μάχην μετὰὅπλων, ὡς ἀπὸ τῆς κόρυθος τὸ πᾶν εἰπεῖν. τοιούτου δὲ σημαινομένου ἐστὶ καὶὁ κορυθάϊξ. Ἰστέον δέ, ὅτι ἀπὸ τοῦ ῥηθέντος αἰόλλω καὶ ἀπαιόλη γίνεται, ἡ ἀπάτη καὶ ἀποστέρησις. Αἰσχύλος· «τέθνηκεν αἰσχρῶς χρημάτων ἀπαιόλῃ». ἐκεῖθενδὲ καὶ ἀπαιόλημα τὸ ἀποπλάνημα καὶ ἀποκάθαρμα, ὃ καθαρολογήσας ἐνσαφηνείᾳ Σοφοκλῆς ἄλημά τε ἁπλῶς τὸν δόλιον καὶ αἱμύλον Ὀδυσσέα λέγεικαὶ ἄλημα στρατοῦ, ᾧ παράκειται εἰς ἑρμηνείαν καὶ τὸ αἱμυλώτατον. καὶοὕτω μὲν ὁ Ἕκτωρ τῶν Τρώων ἡγεῖτο. (ῃ. 819–23) ∆αρδανίων δέ, φησίν,ἦρχεν Αἰνείας, ὃν ὑπὸ Ἀγχίσῃ ἔτεκεν Ἀφροδίτη «Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷεὐνηθεῖσα». οὐ μόνος δὲ αὐτός, ἀλλ' ἅμα τούτῳ δύο Ἀντηνορίδαι, Ἀρχέλοχος καὶ Ἀκάμας. ἴσως γάρ, φασίν, ὁ βασιλεὺς ὑποπτεύων τὸν Αἰνείαν, ὡς καὶἐν τοῖς μετὰ ταῦτα δηλώσει που ὁ ποιητής, φύλακας αὐτῷ συνέταξε. (ῃ. 819) Καὶ ὅρα, ὅτι διαφορὰν οἶδε ∆αρδάνων καὶ Τρώων, ὡς καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦφανήσεται, ἢ φυλαδὸν διῃρημένων ἢ κατὰ σειρὰν τὴν ἀπὸ Τρωὸς καὶ ∆αρδάνου,ἀφ' οὗ καὶ ∆αρδανία, τόπος τις, καὶ κτίσμα δὲ ∆άρδανος, ἀρχαῖον μέν, φασί,εὐκαταφρόνητον δέ. Φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι μετ' Ἄβυδον ∆αρδανὶς ἄκρακαὶ πόλις ∆άρδανος ἀπέχουσα ἑβδομήκοντα σταδίους τῆς Ἀβύδου, μεταξὺ δὲ ὁῬόδιος ἐκπίπτει ποταμός. οὕτω δ' εὐκαταφρόνητος ἡ ῥηθεῖσα ∆άρδανος ἦν, 1.553 ὥστε οἱ Ῥωμαίων βασιλεῖς, οἱ μὲν μετῴκιζον αὐτὴν εἰς Ἄβυδον, οἱ δὲ εἰς τὸ ἀρχαῖον ἀνῴκιζον. μεσόγειοι δέ, φασίν, ὑπὸ τὴν Ἴδην οἱ ∆άρδανοι. ὁ δ' αὐτὸς Γεωγράφος λέγει καί, ὅτι παρώρεια Τροίας ὑπὸ τὸν Αἰνείαν, ἣν ∆αρδανίαν ἐκάλουν. εἰπόντος δὲ Ὁμήρου, ὡς Τρώων μὲν ἡγεῖτο Ἕκτωρ, ∆αρδανίων δὲ ἦρχεν Αἰνείας, λέγουσιν οἱ Σχολιασταί, ὅτι δι' ἐθνῶν οὐ διὰ πόλεων ὀνομάζειτοὺς βαρβάρους. εἰ δὲ προϊὼν καὶ πόλεις τινὰς βαρβάρων καταλέγει, ἀλλὰ τὰπλείω ἐθνικῶς προάγει ὡς ἐν στενῷ. τοὺς δὲ ∆αρδανίους τὰ πλείω ∆αρδάνουςτρισυλλάβως λεγομένους ἔστιν εὑρεῖν, ὡς δηλοῖ καὶ τὸ «Τρῶες καὶ ∆άρδανοι».Ὁ δὲ Πορφύριος λέγει καί, ὅτι Τρώων καὶ τῶν τούτοις συμμάχων ἡγοῦντοἄνδρες εἴκοσι καὶ ὀκτὼ σὺν τοῖς ὕστερον ἐλθοῦσι. τούτων δέ, φησίν, ὀκτωκαίδεκαἐν τῷ πολέμῳ καθ' Ὅμηρον ἀπέθανον. (ῃ. 820) Ἀφροδίτης δὲ υἱὸς ὁ Αἰνείας μυθολογεῖται ὡς ἡδὺς καὶ ἐπέραστος καί, ὡς εἰπεῖν, ἐπαφρόδιτος καὶ πολὺ τὸἐπαγωγὸν ἔχων. διὸ καὶ ἐφιλεῖτο ὑπὸ τῶν Τρώων. ὅθεν καὶ τῷ βασιλεῖ ὢνὕποπτος οὐδὲν ὅμως ἐβλάβη. (ῃ. 821) Ἡ δὲ Ἴδη ὄρος Τροίας ὑψηλόν, πολλαχοῦ τῆς ποιήσεως ἐμφερόμενον, πολλοὺς ἔχουσα πρόποδας κατὰ τοὺς παλαιούς,σκολοπενδρώδης τὸ σχῆμα. Ἔστι δὲ Ἴδη καὶ Κρήτης. καὶ πᾶν δέ, φασίν, ὄρος ὑψηλὸν ὡς ἀπὸ τούτων Ἴδη ἐλέγετο, ὥσπερ καὶ πᾶν ὕδωρ Ἀχελῷος καὶ Ὠκεανὸς δὲ κατά τε Ὅμηρον καὶ τοὺς ὁμηρίζοντας, ἐν οἷς καὶ Εὐριπίδης εἰπών, ὡς πέτρα τις Ὠκεανοῦ ὕδωρ στάζει, τουτέστι πηγήν. Ὅτι δὲ καὶΚρητική ἐστιν Ἴδη καὶ ὅτι ἀπὸ τῆς ἐν Κρήτῃ Ἴδης ἡ Τρωϊκὴ ὠνόμασται, καὶἐν τῇ αʹ ῥαψῳδίᾳ προγέγραπται. Ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι Ἴδη τὸ ὄρος μέχρι Λεκτοῦ καθήκει, ἔστι δὲ ἀκρωτήριον γνώριμον τὸ Λεκτόν. λέγει δὲ ὁαὐτὸς καί, ὅτι ἐν τῇ Κρητικῇ Ἴδῃ σίδηρον εἰργάσαντο οἱ Ἰδαῖοι καλούμενοι∆άκτυλοι, διὰ τὸν ἀριθμὸν οὕτω κληθέντες. καὶ ὅτι κύκλος τοῦ τοιούτου ὄρουςστάδιοι ἑξακόσιοι. (ῃ. 821) Κνημοὶ δὲ ὄρους τὰ περὶ τοὺς πρόποδας, ὡς πρὸὀλίγου Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 344

ἐγράφη. (ῃ. 824–7) Ὅτι ὑπὸ πόδα νείατον Ἴδης, ὅ ἐστιν ἐν τῇ ἐσχάτῃ ὑπωρείᾳ τῆς Ἴδης, ἔναιον οἱ κατὰ Ζέλειαν «ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν 1.554 Αἰσήποιο Τρῶες», ὧν ἦρχε Λυκάονος ἀγλαὸς υἱός, «Πάνδαρος, ᾧ καὶ τόξονἈπόλλων αὐτὸς ἔδωκε». Σημειοῦνται δὲ ἐνταῦθα οἱ παλαιοί, ὅτι ἡ μὲν κατὰ Πάνδαρον χώρα ὁμωνύμως τῇ ἐν τῷ Ξάνθῳ Λυκίᾳ καλεῖται, Τρῶες δὲ οἱοἰκήτορες ἑτερωνύμως, ὅπερ καὶ ἐπὶ ἄλλων ἐδηλώθη γενέσθαι πρὸ τούτων. ὅτιδὲ τοιοῦτος Λύκιος ὁ Πάνδαρος καὶ ὅτι Λυκία ὑπ' αὐτῷ ἦν, ἐν ᾗ Ζέλεια, δηλοῖτὸ «οὐδέ τις ἐν Λυκίῃ σοῦ εὔχεται κρείττων εἶναι». διὸ καὶ Λυκηγενεῖ Ἀπόλλωνιἐν τοῖς ἑξῆς εὔξεται. Ῥητέον οὖν ἐν ὀλίγῳ, ὅτι οὐ μόνον Ζελειῶται οἱ τοῦ Πανδάρου, ἀλλὰ καὶ Τρῶες, ἤδη δὲ καὶ Λύκιοι· τριωνυμία οὖν ἐθνικὴ καὶἐνταῦθα, ὡς καὶ ἐπὶ τῶν Μυρμιδόνων προείρηται. Τὸ δὲ διπλοῦν ˉζ, ὡς οὐδ' ἐντῇ δʹ, οὕτως οὐδ' ἐνταῦθα ἐκτείνει τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν. φησὶ γὰρ κατὰδάκτυλον «οἳ δὲ Ζέλειαν ἔναιον». [Τοιοῦτον δὲ καὶ τὸ «ὑλήεντι Ζακύνθῳ». καὶἐκεῖ γὰρ ἀδυναμίαν ἔχει τὸ διπλοῦν ἐκτείνειν τὸ προηγούμενον αὐτοῦ δίχρονονδιὰ μέτρου ἀνάγκην, καθ' ἣν καὶ ὁ Σκάμανδρος ἀδυνατεῖ ἔκτασιν ποιεῖνφωνήεντος βραχέος, ᾧ αὐτὸς ἐπάγεται. καὶ καλεῖται τὸ τοιοῦτον ὑπερμετρία,μία οὖσα τῶν παρὰ τοῖς παλαιοῖς τεθεωρημένων πέντε ἢ ἓξ κακιῶν τοῦ ἔπους.ἧς μέρος καὶ τὸ «Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ». καὶ αὐτὸ γὰρὑπερμετρίᾳ ὑποκεῖσθαι λέγεται διὰ τὸ πλεονάζειν χρόνῳ οὐκ ἔχοντι λόγονσυνιζήσεως. ἀλλὰ τὸ μὲν τοιοῦτον πάθος ἔχοι ἂν λόγον κακίαν ἔπους εἶναι,καθὰ καὶ τὴν ὀλιγομετρίαν, ἣ θεωρεῖται ἐν στίχῳ ἐξ ὀλίγων μερῶν λόγουσυγκειμένῳ, οἷον «κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ». εὐτελὲς γὰρ τὸ ἐκδύο μερῶν λόγου, ἤγουν ὀνόματος καὶ συνδέσμου, ἡρῷον ἔπος συγκεκροτῆσθαι.τὸ δὲ καὶ τὴν πολυμετρίαν τρίτην εἶναι κακίαν ἔπους, καθ' ἣν στίχος ἀπήρτισταιἐκ πολλῶν μερῶν λόγου συγκείμενος, οἷον «ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ'ἔκ τ' ὀνόμαζεν», ἀπορίαν προβάλλεται. εἰ γὰρ τὸ ἐκ πέντε μερῶν λόγου συντεθειμένον κακία ἔπους, διὰ τί μὴ πολλῷ πλέον τὸ ἐκ πάντων, ἐκεῖνο τὸ σπουδαιότατον· «πρὸς δέ με τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον» ἢ ἐλέαιρε. ἔστι δὲἴσως δυσπαράδεκτος. οὐδὲν ἧττον καὶ ἡ παραδεδομένη ἕκτη κακία διὰ τήν, ὥςφασι, τρίτην ἀπὸ τέλους ὀξεῖαν ἐν τῷ «οὐλομένην, ἣ μυρί' Ἀχαιοῖς ἄλγε' 1.555 ἔθηκεν». αἱ μέντοι λοιπαὶ δύο κακίαι, ἡ τετάρτη καὶ ἡ πέμπτη, φανοῦνταί πουἐν τοῖς ἑξῆς καὶ αὐταὶ κατά τι ἔλλογοι. καὶ τοιάδε μὲν ταῦτα.] Κεῖται δέ, φασίν,ἡ Ζέλεια ἐν παρωρείᾳ τῇ ὑστάτῃ τῆς Ἴδης κατὰ τὸ Ὁμηρικὸν τὸ «ὑπὸ πόδα νείατον Ἴδης», Κυζίκου μὲν ἀπέχουσα σταδίους ἑκατὸν ἐνενήκοντα, θαλάσσηςδὲ τῆς ἐγγυτάτω, καθ' ἣν ἐκδίδωσιν ὁ ποταμὸς Αἴσηπος, ὅσον σταδίουςὀγδοήκοντα. περιρρέει δ' αὐτὴν Τάρσιος ποταμός, οὗ μνήμη τις ἔσται ἐν τοῖςἑξῆς. Ἐκλήθη δὲ ἡ τῆς Τρῳάδος αὕτη Ζέλεια κατὰ τὸν Ἐθνικολόγον ἀπὸΖελίου ἥρωος. ἐθνικὸν δέ, φησίν, αὐτῆς Ζελείτης καὶ Ζελειάτης. εὕρηται δὲ διὰτοῦ ˉι Ζελίη. Τινὲς δὲ Ζέλην αὐτήν, φησί, καλοῦσιν. ἔστι δὲ καὶ φρούριον Κυζικηνόν. λέγονται δέ, φησί, κατά τινας οἱ τοῦ Πανδάρου Ζελεῖται καὶ Λύκιοι. Καὶ ὁ Γεωγράφος δέ φησιν, ὅτι Λύκιοι οἱ Τρωϊκοὶ καὶ ἕτεροι πρὸς τῇ Καρίᾳ,περὶ ὧν ὑπόνοια, φησίν, ἐστὶν ὡς τοὺς ἑτέρους ἀποικισάντων. ἐπεὶ δέ, φησί, Λύκιοι οἱ περὶ Ζέλειαν, διὰ τοῦτο καὶ Λυκάων ἀρχηγὸς αὐτῶν καὶ Ἀπόλλων αὐτόθι τιμᾶται Λυκηγενής. Λέγει δὲ καὶ Ἀρριανὸς οὕτω· «Ζέλεια ἡ καὶ Λυκίακαὶ ὁ Ἀπόλλων ἐπὶ τῇδε τῇ Λυκίᾳ Λύκιος. διὸ καὶ Πανδάρου πατὴρ Λυκάωνοὐ πόρρω τοῦ τοιούτου ἔθνους πεσόντος τοῦ ὀνόματος. καὶ Λυκηγενεῖ Ἀπόλλωνιἐκεῖνος εὔχεται τῷ ἐγχωρίῳ». Ἰστέον δέ, ὅτι Λύκιος μὲν τὸ ῥηθὲν ἐθνικὸν διὰδιχρόνου, Λύκειος δὲ ἀγορὰ ἡ καὶ παρὰ Σοφοκλεῖ διὰ διφθόγγου, ἐν ᾗ, φασί, Λύκιος Ἀπόλλων ἵδρυτο. (ῃ. 825) Ἀφνειοὺς δὲ λέγει οὐχ' οὕτω τοὺς πλουσίους,ὅσον τοὺς περὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 345

ἐγράφη. (ῃ. 824–7) Ὅτι ὑπὸ πόδα νείατον Ἴδης, ὅ ἐστιν ἐν τῇ ἐσχάτῃ ὑπωρείᾳ τῆς Ἴδης,

ἔναιον οἱ κατὰ Ζέλειαν «ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν 1.554 Αἰσήποιο Τρῶες», ὧν ἦρχε

Λυκάονος ἀγλαὸς υἱός, «Πάνδαρος, ᾧ καὶ τόξονἈπόλλων αὐτὸς ἔδωκε». Σημειοῦνται δὲ

ἐνταῦθα οἱ παλαιοί, ὅτι ἡ μὲν κατὰ Πάνδαρον χώρα ὁμωνύμως τῇ ἐν τῷ Ξάνθῳ Λυκίᾳ

καλεῖται, Τρῶες δὲ οἱοἰκήτορες ἑτερωνύμως, ὅπερ καὶ ἐπὶ ἄλλων ἐδηλώθη γενέσθαι πρὸ

τούτων. ὅτιδὲ τοιοῦτος Λύκιος ὁ Πάνδαρος καὶ ὅτι Λυκία ὑπ' αὐτῷ ἦν, ἐν ᾗ Ζέλεια,

δηλοῖτὸ «οὐδέ τις ἐν Λυκίῃ σοῦ εὔχεται κρείττων εἶναι». διὸ καὶ Λυκηγενεῖ Ἀπόλλωνιἐν

τοῖς ἑξῆς εὔξεται. Ῥητέον οὖν ἐν ὀλίγῳ, ὅτι οὐ μόνον Ζελειῶται οἱ τοῦ Πανδάρου, ἀλλὰ

καὶ Τρῶες, ἤδη δὲ καὶ Λύκιοι· τριωνυμία οὖν ἐθνικὴ καὶἐνταῦθα, ὡς καὶ ἐπὶ τῶν

Μυρμιδόνων προείρηται. Τὸ δὲ διπλοῦν ˉζ, ὡς οὐδ' ἐντῇ δʹ, οὕτως οὐδ' ἐνταῦθα ἐκτείνει

τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν. φησὶ γὰρ κατὰδάκτυλον «οἳ δὲ Ζέλειαν ἔναιον». [Τοιοῦτον

δὲ καὶ τὸ «ὑλήεντι Ζακύνθῳ». καὶἐκεῖ γὰρ ἀδυναμίαν ἔχει τὸ διπλοῦν ἐκτείνειν τὸ

προηγούμενον αὐτοῦ δίχρονονδιὰ μέτρου ἀνάγκην, καθ' ἣν καὶ ὁ Σκάμανδρος ἀδυνατεῖ

ἔκτασιν ποιεῖνφωνήεντος βραχέος, ᾧ αὐτὸς ἐπάγεται. καὶ καλεῖται τὸ τοιοῦτον

ὑπερμετρία,μία οὖσα τῶν παρὰ τοῖς παλαιοῖς τεθεωρημένων πέντε ἢ ἓξ κακιῶν τοῦ

ἔπους.ἧς μέρος καὶ τὸ «Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ». καὶ αὐτὸ

γὰρὑπερμετρίᾳ ὑποκεῖσθαι λέγεται διὰ τὸ πλεονάζειν χρόνῳ οὐκ ἔχοντι

λόγονσυνιζήσεως. ἀλλὰ τὸ μὲν τοιοῦτον πάθος ἔχοι ἂν λόγον κακίαν ἔπους εἶναι,καθὰ

καὶ τὴν ὀλιγομετρίαν, ἣ θεωρεῖται ἐν στίχῳ ἐξ ὀλίγων μερῶν λόγουσυγκειμένῳ, οἷον

«κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ». εὐτελὲς γὰρ τὸ ἐκδύο μερῶν λόγου, ἤγουν

ὀνόματος καὶ συνδέσμου, ἡρῷον ἔπος συγκεκροτῆσθαι.τὸ δὲ καὶ τὴν πολυμετρίαν

τρίτην εἶναι κακίαν ἔπους, καθ' ἣν στίχος ἀπήρτισταιἐκ πολλῶν μερῶν λόγου

συγκείμενος, οἷον «ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ'ἔκ τ' ὀνόμαζεν», ἀπορίαν

προβάλλεται. εἰ γὰρ τὸ ἐκ πέντε μερῶν λόγου συντεθειμένον κακία ἔπους, διὰ τί μὴ

πολλῷ πλέον τὸ ἐκ πάντων, ἐκεῖνο τὸ σπουδαιότατον· «πρὸς δέ με τὸν δύστηνον ἔτι

φρονέοντ' ἐλέησον» ἢ ἐλέαιρε. ἔστι δὲἴσως δυσπαράδεκτος. οὐδὲν ἧττον καὶ ἡ

παραδεδομένη ἕκτη κακία διὰ τήν, ὥςφασι, τρίτην ἀπὸ τέλους ὀξεῖαν ἐν τῷ

«οὐλομένην, ἣ μυρί' Ἀχαιοῖς ἄλγε' 1.555 ἔθηκεν». αἱ μέντοι λοιπαὶ δύο κακίαι, ἡ

τετάρτη καὶ ἡ πέμπτη, φανοῦνταί πουἐν τοῖς ἑξῆς καὶ αὐταὶ κατά τι ἔλλογοι. καὶ τοιάδε

μὲν ταῦτα.] Κεῖται δέ, φασίν,ἡ Ζέλεια ἐν παρωρείᾳ τῇ ὑστάτῃ τῆς Ἴδης κατὰ τὸ

Ὁμηρικὸν τὸ «ὑπὸ πόδα νείατον Ἴδης», Κυζίκου μὲν ἀπέχουσα σταδίους ἑκατὸν

ἐνενήκοντα, θαλάσσηςδὲ τῆς ἐγγυτάτω, καθ' ἣν ἐκδίδωσιν ὁ ποταμὸς Αἴσηπος, ὅσον

σταδίουςὀγδοήκοντα. περιρρέει δ' αὐτὴν Τάρσιος ποταμός, οὗ μνήμη τις ἔσται ἐν

τοῖςἑξῆς. Ἐκλήθη δὲ ἡ τῆς Τρῳάδος αὕτη Ζέλεια κατὰ τὸν Ἐθνικολόγον ἀπὸΖελίου

ἥρωος. ἐθνικὸν δέ, φησίν, αὐτῆς Ζελείτης καὶ Ζελειάτης. εὕρηται δὲ διὰτοῦ ˉι Ζελίη.

Τινὲς δὲ Ζέλην αὐτήν, φησί, καλοῦσιν. ἔστι δὲ καὶ φρούριον Κυζικηνόν. λέγονται δέ,

φησί, κατά τινας οἱ τοῦ Πανδάρου Ζελεῖται καὶ Λύκιοι. Καὶ ὁ Γεωγράφος δέ φησιν, ὅτι

Λύκιοι οἱ Τρωϊκοὶ καὶ ἕτεροι πρὸς τῇ Καρίᾳ,περὶ ὧν ὑπόνοια, φησίν, ἐστὶν ὡς τοὺς

ἑτέρους ἀποικισάντων. ἐπεὶ δέ, φησί, Λύκιοι οἱ περὶ Ζέλειαν, διὰ τοῦτο καὶ Λυκάων

ἀρχηγὸς αὐτῶν καὶ Ἀπόλλων αὐτόθι τιμᾶται Λυκηγενής. Λέγει δὲ καὶ Ἀρριανὸς οὕτω·

«Ζέλεια ἡ καὶ Λυκίακαὶ ὁ Ἀπόλλων ἐπὶ τῇδε τῇ Λυκίᾳ Λύκιος. διὸ καὶ Πανδάρου πατὴρ

Λυκάωνοὐ πόρρω τοῦ τοιούτου ἔθνους πεσόντος τοῦ ὀνόματος. καὶ Λυκηγενεῖ

Ἀπόλλωνιἐκεῖνος εὔχεται τῷ ἐγχωρίῳ». Ἰστέον δέ, ὅτι Λύκιος μὲν τὸ ῥηθὲν ἐθνικὸν

διὰδιχρόνου, Λύκειος δὲ ἀγορὰ ἡ καὶ παρὰ Σοφοκλεῖ διὰ διφθόγγου, ἐν ᾗ, φασί, Λύκιος

Ἀπόλλων ἵδρυτο. (ῃ. 825) Ἀφνειοὺς δὲ λέγει οὐχ' οὕτω τοὺς πλουσίους,ὅσον τοὺς περὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

345

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!