18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Τρωϊκὸνἐμφαίνων καὶ οὕτως ἐναγώνιον, ὅσγε οὐδὲ δειπνούντων μέμνηται τῶν

Τρώωνοὐδὲ μὴν θυόντων, ἅπερ εὐλόγως πεποιήκασιν Ἕλληνες. (ῃ. 816) Καὶ ὅρα,

ὅτιμέγαν τὸν Ἕκτορα εἶπε κατὰ πολλὰς πάντως ἐννοίας, ὧν οὐδεμίαν ἀνεκάλυψε.

Κορυθαιόλος δὲ παροξύνεται μὲν ὑπὸ τῶν παλαιῶν, δηλοῖ δὲ τὸν ἔχοντα αἰόληνκόρυθα,

ἤγουν ποικίλην περικεφαλαίαν–εἰκὸς γὰρ αὐτῷ παρηλλάχθαι τὸνὁπλισμόν–ἢ τὸν

εὐκίνητον ἐν πολέμοις παρὰ [τὸ αἰόλον], τὸ ταχύ, ὅπερ ἀπὸτοῦ αἰόλλω, τὸ κινῶ,

γίνεται, ἵνα εἴη κορυθαιόλος ὁ αἰόλος εἰς μάχην μετὰὅπλων, ὡς ἀπὸ τῆς κόρυθος τὸ πᾶν

εἰπεῖν. τοιούτου δὲ σημαινομένου ἐστὶ καὶὁ κορυθάϊξ. Ἰστέον δέ, ὅτι ἀπὸ τοῦ ῥηθέντος

αἰόλλω καὶ ἀπαιόλη γίνεται, ἡ ἀπάτη καὶ ἀποστέρησις. Αἰσχύλος· «τέθνηκεν αἰσχρῶς

χρημάτων ἀπαιόλῃ». ἐκεῖθενδὲ καὶ ἀπαιόλημα τὸ ἀποπλάνημα καὶ ἀποκάθαρμα, ὃ

καθαρολογήσας ἐνσαφηνείᾳ Σοφοκλῆς ἄλημά τε ἁπλῶς τὸν δόλιον καὶ αἱμύλον

Ὀδυσσέα λέγεικαὶ ἄλημα στρατοῦ, ᾧ παράκειται εἰς ἑρμηνείαν καὶ τὸ αἱμυλώτατον.

καὶοὕτω μὲν ὁ Ἕκτωρ τῶν Τρώων ἡγεῖτο. (ῃ. 819–23) ∆αρδανίων δέ, φησίν,ἦρχεν

Αἰνείας, ὃν ὑπὸ Ἀγχίσῃ ἔτεκεν Ἀφροδίτη «Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷεὐνηθεῖσα». οὐ

μόνος δὲ αὐτός, ἀλλ' ἅμα τούτῳ δύο Ἀντηνορίδαι, Ἀρχέλοχος καὶ Ἀκάμας. ἴσως γάρ,

φασίν, ὁ βασιλεὺς ὑποπτεύων τὸν Αἰνείαν, ὡς καὶἐν τοῖς μετὰ ταῦτα δηλώσει που ὁ

ποιητής, φύλακας αὐτῷ συνέταξε. (ῃ. 819) Καὶ ὅρα, ὅτι διαφορὰν οἶδε ∆αρδάνων καὶ

Τρώων, ὡς καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦφανήσεται, ἢ φυλαδὸν διῃρημένων ἢ κατὰ σειρὰν

τὴν ἀπὸ Τρωὸς καὶ ∆αρδάνου,ἀφ' οὗ καὶ ∆αρδανία, τόπος τις, καὶ κτίσμα δὲ ∆άρδανος,

ἀρχαῖον μέν, φασί,εὐκαταφρόνητον δέ. Φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι μετ' Ἄβυδον

∆αρδανὶς ἄκρακαὶ πόλις ∆άρδανος ἀπέχουσα ἑβδομήκοντα σταδίους τῆς Ἀβύδου,

μεταξὺ δὲ ὁῬόδιος ἐκπίπτει ποταμός. οὕτω δ' εὐκαταφρόνητος ἡ ῥηθεῖσα ∆άρδανος ἦν,

1.553 ὥστε οἱ Ῥωμαίων βασιλεῖς, οἱ μὲν μετῴκιζον αὐτὴν εἰς Ἄβυδον, οἱ δὲ εἰς τὸ

ἀρχαῖον ἀνῴκιζον. μεσόγειοι δέ, φασίν, ὑπὸ τὴν Ἴδην οἱ ∆άρδανοι. ὁ δ' αὐτὸς

Γεωγράφος λέγει καί, ὅτι παρώρεια Τροίας ὑπὸ τὸν Αἰνείαν, ἣν ∆αρδανίαν ἐκάλουν.

εἰπόντος δὲ Ὁμήρου, ὡς Τρώων μὲν ἡγεῖτο Ἕκτωρ, ∆αρδανίων δὲ ἦρχεν Αἰνείας,

λέγουσιν οἱ Σχολιασταί, ὅτι δι' ἐθνῶν οὐ διὰ πόλεων ὀνομάζειτοὺς βαρβάρους. εἰ δὲ

προϊὼν καὶ πόλεις τινὰς βαρβάρων καταλέγει, ἀλλὰ τὰπλείω ἐθνικῶς προάγει ὡς ἐν

στενῷ. τοὺς δὲ ∆αρδανίους τὰ πλείω ∆αρδάνουςτρισυλλάβως λεγομένους ἔστιν εὑρεῖν,

ὡς δηλοῖ καὶ τὸ «Τρῶες καὶ ∆άρδανοι».Ὁ δὲ Πορφύριος λέγει καί, ὅτι Τρώων καὶ τῶν

τούτοις συμμάχων ἡγοῦντοἄνδρες εἴκοσι καὶ ὀκτὼ σὺν τοῖς ὕστερον ἐλθοῦσι. τούτων

δέ, φησίν, ὀκτωκαίδεκαἐν τῷ πολέμῳ καθ' Ὅμηρον ἀπέθανον. (ῃ. 820) Ἀφροδίτης δὲ

υἱὸς ὁ Αἰνείας μυθολογεῖται ὡς ἡδὺς καὶ ἐπέραστος καί, ὡς εἰπεῖν, ἐπαφρόδιτος καὶ

πολὺ τὸἐπαγωγὸν ἔχων. διὸ καὶ ἐφιλεῖτο ὑπὸ τῶν Τρώων. ὅθεν καὶ τῷ βασιλεῖ

ὢνὕποπτος οὐδὲν ὅμως ἐβλάβη. (ῃ. 821) Ἡ δὲ Ἴδη ὄρος Τροίας ὑψηλόν, πολλαχοῦ τῆς

ποιήσεως ἐμφερόμενον, πολλοὺς ἔχουσα πρόποδας κατὰ τοὺς

παλαιούς,σκολοπενδρώδης τὸ σχῆμα. Ἔστι δὲ Ἴδη καὶ Κρήτης. καὶ πᾶν δέ, φασίν, ὄρος

ὑψηλὸν ὡς ἀπὸ τούτων Ἴδη ἐλέγετο, ὥσπερ καὶ πᾶν ὕδωρ Ἀχελῷος καὶ Ὠκεανὸς δὲ

κατά τε Ὅμηρον καὶ τοὺς ὁμηρίζοντας, ἐν οἷς καὶ Εὐριπίδης εἰπών, ὡς πέτρα τις

Ὠκεανοῦ ὕδωρ στάζει, τουτέστι πηγήν. Ὅτι δὲ καὶΚρητική ἐστιν Ἴδη καὶ ὅτι ἀπὸ τῆς ἐν

Κρήτῃ Ἴδης ἡ Τρωϊκὴ ὠνόμασται, καὶἐν τῇ αʹ ῥαψῳδίᾳ προγέγραπται. Ὁ δὲ Γεωγράφος

λέγει καί, ὅτι Ἴδη τὸ ὄρος μέχρι Λεκτοῦ καθήκει, ἔστι δὲ ἀκρωτήριον γνώριμον τὸ

Λεκτόν. λέγει δὲ ὁαὐτὸς καί, ὅτι ἐν τῇ Κρητικῇ Ἴδῃ σίδηρον εἰργάσαντο οἱ Ἰδαῖοι

καλούμενοι∆άκτυλοι, διὰ τὸν ἀριθμὸν οὕτω κληθέντες. καὶ ὅτι κύκλος τοῦ τοιούτου

ὄρουςστάδιοι ἑξακόσιοι. (ῃ. 821) Κνημοὶ δὲ ὄρους τὰ περὶ τοὺς πρόποδας, ὡς πρὸὀλίγου

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

344

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!