18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἡ Ὁμηρικὴ Μοῦσά φησιν, ἤτοι ὁ θεόληπτος ποιητὴς καὶ ὡς οἷα μουσοτραφὴςτὴν τῶν

θεῶν, φασίν, εἰδὼς διάλεκτον. οὕτω καὶ Βριάρεως καὶ Αἰγαίων, τὸ μὲνθεῖον ὄνομα κατὰ

τὸν ποιητήν, τὸ δ' ἀνθρώπινον. τὸ δὲ ὅμοιον καὶ ἐπὶ ἑτέρωνδιωνυμιῶν. (ῃ. 814) Ἡ δὲ

Ὁμηρικὴ αὕτη Μύριννα κεῖται καὶ παρὰ Λυκόφρονι λεγομένη παρά τινων Τεύκρου

θυγάτηρ, γυνὴ ∆αρδάνου. ὁ δὲ Γεωγράφοςμεμνημένος που ταύτης φησίν· «Ἔρμος

ἀπέχει τῆς Κύμης ἑβδομήκοντασταδίους. μεγίστη δὲ τῶν Αἰολικῶν καὶ ἀρίστη ἡ Κύμη

ἀπὸ Ἀμαζόνος τὸὄνομα σχοῦσα, καθάπερ καὶ ἡ Μύριννα ἀπὸ τῆς ἐν τῷ Τρωϊκῷ πεδίῳ

κειμένηςὑπὸ τῇ Βατιείᾳ». Ὥστε κατὰ τὴν ἱστορίαν ταύτην τοῦ Γεωγράφου οὐκ

αὐτὴἐκείνη ἡ Ἀμαζὼν Μύριννα διώνυμος ἀλλ' ὁ τύμβος αὐτῆς, οὗ δύο ὀνόματα, ἡ

Βατίεια τοπικὸν καὶ ἡ Μύριννα ἐκ τῆς κειμένης Μυρίννης ἐν τῇ Βατιείᾳ. ὅτι δὲτόποι

πολλοὶ Ἀμαζόνων εἰσὶν ἐπώνυμοι, δεδήλωται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ.δοκεῖ δὲ καὶ ἡ

Θεμίσκυρα ἐπωνομάσθαι Ἀμαζόνι, οἰκητήριον καὶ αὐτὴἈμαζόνων γενομένη ποτέ, παρ'

ᾗ καὶ εἰσέτι νῦν τόπος τις ταῖς Ἀμαζόσιν ἐπωνόμασται. Ἱστορεῖ δὲ ὁ Γεωγράφος καί, ὅτι

Βάτεια ἀπὸ Βατείας προσηγόρευται, τῆς ∆αρδάνου γυναικός, ἧς καὶ Ἀρριανὸς

μεμνημένος φησίν, ὅτι 1.551 ∆άρδανος ἐκ Σάμου τῆς Θρᾳκίας ἐλθὼν τὰς τοῦ Τεύκρων

βασιλέως θυγατέραςἔγημε, Νησὼ καὶ Βάτειαν, καὶ ἐκ μὲν τῆς Νησοῦς ἦν αὐτῷ θυγάτηρ

Σίβυλλα,ἡ μάντις, ἀφ' ἧς καὶ ἄλλαι γυναῖκες, ὅσαι ἐγένοντο μαντικαί, Σίβυλλαι

ἐλέγοντο,οὐχ' ὡς πρὸς αἵματος αὐτῇ οὖσαι, ἀλλὰ διὰ τὴν ὁμοίαν θεοφορίαν τυχοῦσαι

τῆςἐπικλήσεως, ἐκ Βατείας δὲ Ἐριχθόνιος καὶ Ἶλος. μήποτε οὖν, ὥσπερ ὁ τῆς

γεννησαμένης Βατείας τάφος κάτω τῆς Τροίας, οὕτω κατὰ ζῆλον καὶ ὁ τοῦἼλου μέσον

κὰπ πεδίον ἦν. ὅρα δὲ καί, ὅτι, ὡς δῆλον ἐκ τῶν προσεχῶς γραφέντων, πρωτότυπον ἡ

Βάτεια· ὅθεν κατὰ πλεονασμὸν ἡ Βατίεια, ὁμοίως ἴσως τῷὑγεία ὑγίεια. Λέγει δὲ ὁ

Γεωγράφος καί, ὅτι τεκμαίρονται Ἀμαζόνα ταύτηνεἶναι τῷ ἐπιθέτῳ· εὔσκαρθμοι γὰρ

ἵπποι, φασί, διὰ τὸ τάχος, κἀκείνη οὖνεὔσκαρθμος διὰ τὸ ἀπὸ τῆς ἡνιοχείας τάχος.

ἱστορεῖ δὲ καὶ πόλιν Αἰολικὴνεἶναι τὴν ἀνωτέρω λεχθεῖσαν Μύρινναν, τὴν ὁμώνυμον

τῇ ἐν τῷ Τρωϊκῷπεδίῳ κειμένῃ Μυρίννῃ, ἥτις ἐν ἁπλότητι μὲν γράφεται τοῦ ˉρ,

διπλόην δὲ ἔχειτοῦ νῦ, [κατὰ τὸ Ἤριννα καὶ Κόριννα], ἀπεναντίας τῇ μυρρίνῃ, τῷ

δένδρῳ.αὐτὴ γὰρ μονάζει μὲν τὸ ˉν, διπλάζει δὲ τὸ ˉρ διὰ τὴν μυθικὴν Μύρραν,

καί,διότι δὲ μυρσίνη λέγεται. διό, καθάπερ πυρσός πυρρός, ταρσὸς ταρρός, ὁ καλαθίσκος,

οὕτω καὶ μυρσίνη μυρρίνη. Τινὲς δὲ Βάτειάν φασι πόλιν Τρωϊκὴν,παρονομαζομένην ἐκ

τῶν περὶ αὐτὴν βάτων, [αἵπερ καὶ βάτειαι τρισυλλάβωςλέγονται, ὡς ὁ Πίνδαρος δηλοῖ

ἐν τῇ εἰς τὸν Ἀγησίαν ᾠδῇ.] Ἕτεροι δὲ ἐνδοιάζοντές φασιν οὕτω καλεῖσθαι ἴσως παρὰ

τὸ βαίνεσθαι ἐν τοῖς πολέμοις. Πολύσκαρθμος δὲ ἡ, ὡς εἴρηται, ἡνιοχικὴ καὶ

πολυκίνητος. Γίνεται γὰρ ἐκ τοῦσκαίρω, τὸ πηδῶ, ὁ σκαρθμὸς πλεονάσαντος τοῦ ˉθ, ὡς

καὶ ἐν τῷ μηνιθμός καὶκλαυθμός καὶ ὠρυθμός παρὰ Κοΐντῳ καὶ ἐν τοῖς ὁμοίοις. τινὲς δὲ

τὸ πολύσκαρθμος πρὸς τὸν τόπον ἡρμήνευσαν, ὡς πολλῶν, φασίν, ἐνεργουμένων

αὐτόθιἐν τῷ πολέμῳ σκαρθμῶν, ὅ ἐστι κινήσεων ποδῶν. ἔστι δὲ κατὰ τοὺς

παλαιοὺςσκαρθμὸς δρόμος, βάσις, πούς. ἕτεροι δὲ τὸ πολύσκαρθμος ἀντὶ τοῦ

τραχεῖαἐνόησαν. (ῃ. 811) Τὸ δέ «ἔστι δέ τις αἰπεῖα κολώνη πρὸ τῆς Τροίας» σχῆμάἐστι

σαφηνείας διηγήμασι πρέπον, φίλον Ὁμήρῳ, ὡς καὶ τὸ «ἔστι πόλις 1.552 Ἐφύρη» καὶ

ἄλλα πολλά. (ῃ. 816–8) Ὅτι Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαιόλος Ἕκτωρ Πριαμίδης,

ἅμα τῷ γε», ἤγουν τούτῳ, «πολὺ πλεῖστοι καὶἄριστοι λαοὶ θωρήσσοντο μεμαότες

ἐγχείῃσιν», ἤγουν προθυμούμενοι τοῖςἔγχεσι. τί δὲ προθυμούμενοι; πολεμίους ἀναιρεῖν

ἢ φάλαγγας ῥήσσειν ἢ καὶθώρακας ῥήξειν πολεμίων ἀμφὶ στήθεσιν, ὅπερ ἐπὶ μὲν τῶν

Ἀβάντων ἐντελῶςεἶπεν, ἐνταῦθα δὲ ἐνέλειψε συνεπιτροχάζων καὶ τοῖς σχήμασι καὶ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

343

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!