18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀκριτόμυθος ὕβρισται. καὶἴσως διὰ τοῦτο οὐ τὸν Πολίτην αὐτὸν ἐκεῖνον ὁ ποιητὴς

ἱστορεῖ ταῦτα λέγοντα,ἵνα μὴ εἰς πατέρα παροινῇ, τὴν δὲ Ἶριν ταῦτα λέγειν φησίν, ἥτις

ὡς θεῖονπρόσωπον οὐκ ἔχει μέμψιν. Ὅρα δὲ ἐνταῦθα τὸ «αἰεί τοι μῦθοι φίλοι

ἄκριτοι».οὐ γὰρ ἁπλῶς οἱ ἄκριτοι μῦθοι μεμπτέοι, ἀλλὰ τὸ ἀεὶ ἀκριτομυθεῖν. οὕτω

καὶἈχιλλεὺς οὐχ' ὅτι μάχεται ἢ ἐρίζει σκώπτεται, ἀλλ' ὅτι αἰεὶ αὐτῷ ἔρις τεφίλη καὶ

πόλεμοι. [(ῃ. 798) Ἐν δὲ τῷ «ἦ δὴ μάλα πολλά», τὸ πολλά πρωτότυπόνἐστι τοῦ

πολλάκις, ὡς καὶ τὸ δηθά τοῦ δηθάκις καὶ τὸ τοσαῦτα τοῦ τοσαυτάκις.](ῃ. 799) Ἰστέον

δὲ καί, ὅτι χρεία ἦν τῆς Ἴριδος τῷ ποιητῇ οὐ μόνον εἰς τὰ ῥηθέντα, ἀλλὰ καὶ εἰς τὸ

«τοιόνδε λαόν». τοσόνδε μὲν γὰρ λαὸν ἀσφαλῶς εἶχε καὶὁ Πολίτης γνῶναί τε καὶ

εἰπεῖν, τὸ δὲ τοιόνδε θεοῦ ἦν ἔργον εἰδέναι. τοιαύτηδὲ καὶ ἡ Ἶρις πλάττεται, ὅθεν καὶ

οἶδε τὴν ἐν ἀνδρείᾳ Ἑλληνικὴν ποιότητα. (ῃ. 800) Τὸ δέ «φύλλοις ἐοικότες»

παραπέφρασται ἐκ τοῦ «ὅσα φύλλα καὶἄνθεα», ὅπερ πρὸ τούτων προσφυῶς ἐρρέθη.

ἐνταῦθα δὲ εἰς δήλωσιν πλήθουςὑπερβολικὴν προσετέθη τὸ «ψαμάθοισιν», οὐκ

ἀπροσφυῶς οὐδ' αὐτό. εἴληπταιγὰρ ὥσπερ ἐκεῖ ἀπὸ τοῦ πεδίου τὸ φύλλα καὶ ἄνθεα,

οὕτως ἐνταῦθα τὸ ψαμάθοιςἀπὸ τοῦ αἰγιαλοῦ, ᾧ συνήθεις οἱ Ἕλληνες. [(ῃ. 801) Τὸ δέ

«ἔρχονται πεδίοιο»ἀντὶ τοῦ διὰ τῆς πεδιάδος καὶ ἔστιν ὅμοιον τῷ «διέπρησσον

πεδίοιο».] (ῃ. 803)Ἐν δὲ τῷ «πολλοὶ γὰρ κατὰ ἄστυ ἐπίκουροι» ὅρα, ὅπως προτίθεται ὁ

γάρ σύνδεσμος λαμβανόμενος ἀντὶ τοῦ ἐπειδή, ὃς ἐν τοῖς νοήμασι πρόκειται. τὸ μὲν

οὖνκοινὸν οὕτως· ἐπεὶ πολλοὶ κατὰ ἄστυ ἐπίκουροι, ἕκαστος σημαινέτω οἷς ἄρχει.ὁ δὲ

ποιητὴς λαβὼν τὸν γάρ σύνδεσμον ἐν καταρχῇ, ὡς ἰσοδύναμον ὄντα τῷἐπειδή, λέγει·

πολλοὶ γὰρ ἐπίκουροι, ἕκαστος σημαινέτω τοῖς ἑαυτοῦ. καὶ ποιεῖτοῦτο μυριαχοῦ διὰ τὸ

καινότερον, προτιθεὶς μὲν τὴν αἰτίαν κατὰ λόγον περιβολῆς, ὑποτάσσων δὲ αὐτῇ τὸ

αἰτιατὸν καὶ ἐν τούτῳ μόνῳ ξενίζων, ὅτι ἀπὸ τοῦγάρ συνδέσμου κατάρχεται. Ἄστυ δὲ

παρὰ μὲν τῷ ποιητῇ πᾶσα πόλις, Ἀθηναῖοι δὲ ὕστερον εἰς τὴν κατ' αὐτοὺς ἐμόνασαν τὸ

ὄνομα. ἄστυ γὰρ ἰδίωςἐκαλοῦντο αἱ Ἀθῆναι, ὥσπερ καὶ πόλις μετὰ τοῦτο ἡ

Ἀλεξάνδρεια. (ῃ. 804)1.548 Τὸ δέ «ἄλλη δ' ἄλλων γλῶσσα» οὐχ' ὁμοεθνεῖς εἶναι δηλοῖ

τοὺς ἐν τῇ Τροίᾳοὐδ' ὁμογλώσσους. διὸ καὶ βαρβαρικώτερον ἐν τοῖς ἑξῆς κλάζουσι. (ῃ.

805 ς.) Τὸ δέ «τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω, τῶν δ' ἐξηγείσθω», πολύπτωτον

μὲνσχῆμα λέγεται, νοῦν δὲ ἔχει τοιοῦτον· τοῖσδε ἕκαστος προστασσέτω,

τῶνδεἡγεμονευέτω. ἔοικε δὲ τῷ «κρῖν' ἄνδρας κατὰ φῦλα», ὃ φθάσας εἶπεν ὁ

Νέστωρ.οὐ γὰρ ἀδύνατον τὴν αὐτὴν ἔννοιαν εἰς πολλοὺς ἐλθεῖν. τὸ γάρ «ἕκαστος

σημαινέτω, οἷς ἄρχει, καὶ ἐξηγείσθω τῶν οἰκείων πολιτῶν κοσμησάμενος αὐτούς»καὶ

τὸ κατωτέρω δὲ κείμενον τὸ «Τρῶες διέκριθεν ἠδ' ἐπίκουροι», ὡμοίωταιπάντως πρὸς τὸ

«κρῖν' ἄνδρας φυλαδόν». ἀλλ' ἐκεῖ μέν, ὅπως φῦλα φύλοις βοηθῇ, ἐνταῦθα δὲ σὺν

τούτῳ καί, ὅτι οὐδὲ δύνανται οἱ μὴ ὁμόγλωσσοι ἀλλήλοιςσυντετάχθαι, ἵνα μὴ φύρωσι

καὶ συγχέωσι τὸ πᾶν. Σημείωσαι δέ, ὅτι, ἐν οἷς τὰτῆς Ἴριδος ταῦτα τῷ Νέστορι ὁ ποιητὴς

φθάσας ἀνέθετο παραινοῦντι τὰὅμοια, φασὶν οἱ παλαιοί, ὅτι ἔδειξεν Ὅμηρος ὡς θεοῦ

κοινὸν καὶ ἀνθρώπου ἡἀρετή. ὅρα δὲ ὅτι τοσοῦτον ἀλεγεινὴ ἡ τῆς Ἴριδος ἀγγελία, ὥστε

οὔτε ὁ Πρίαμος ἐλάλησέ τι πρὸς ἅπερ ἤκουσεν οὔτε ὁ Ἕκτωρ παρὼν καὶ αὐτὸς τῇ ἀγορᾷ.

ἐκπλαγέντες δὲ ἐπὶ τῇ αἴφνης ἐφόδῳ τῶν Ἀχαιῶν σιωπῶσι τέλεον.οὕτω δὲ καὶ οἱ

λοιποί. ἔργου δὲ ἔχονται λύσαντος Ἕκτορος ταχὺ τὴνἀγοράν. αἶψα γάρ, φησίν, ἔλυσεν

ἀγορήν, ὅπερ ἐν Ὀδυσσείᾳ ἄλλως φράζεται»λῦσε δ' ἀγορὴν αἰψηρήν». διὸ ἀτάκτως

ὡρμημένοι καὶ μηδέν τι προβεβουλευμένοι θορύβους ποιήσουσιν ἐν τοῖς ἐφεξῆς, ὡς

ἀνωτέρω εἴρηται. (ῃ. 807 σς.)Ὅτι τὴν μὲν τῶν Ἑλλήνων κίνησιν πολλαχῶς ἐσέμνυνεν ὁ

ποιητὴς ἐν τῇ βῆτα ῥαψῳδίᾳ καὶ πλατύτερον διεξῆλθε τὰ κατ' αὐτὴν καὶ τῷ Καταλόγῳ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

341

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!