18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐν τοῖς ἑξῆς. Ὅρα δὲ καὶ ἐν τούτῳ τὴν Ὁμηρικὴν δεξιότητα καὶ ποικιλίαν. ἔστειλε μὲν

γὰρ Ζεὺς καὶ εἰς τὸ ναύσταθμον ἄγγελον, ἔστειλεδὲ καὶ εἰς Τροίαν. ἀλλ' ἐκεῖ μὲν ὄνειρος

∆ιὸς ἄγγελος καὶ μόνῳ τῷ βασιλεῖ κατ'ἰδίαν καὶ χρηστὰ ἐπαγγελλόμενος καὶ ἀγορὰ

μετὰ τὴν ἀγγελίαν καὶ βουλή.ἐνταῦθα δὲ προηγεῖται μὲν ἀγορά, ἣν οὐκ οἴδαμεν, ὅ τι ἂν

ἐποίει, ἐπ' αὐτῇ δὲἾρις ἐναργὴς ἄγγελος ἥκει ἀγγελίᾳ διακονουμένη ἀλεγεινῇ. κοινὸν

δὲ ἀμφοῖντοῖν ἀγγέλοιν τὸ τοῖς βασιλεῦσιν ὀνειδίζειν, τὸν μὲν ὄνειρον ὡς

παννύχιονἐκεῖνος ὑπνοῖ, τὴν δὲ Ἶριν Πριάμῳ τὸ ἀκριτόμυθον. (ῃ. 786) Τὸ δέ «ὠκέαἾρις»

ἀναλόγως προῆκται, ὡς καὶ τὸ ἡ γλυκέα καὶ ἡ ἡδέα καὶ τὰ ὅμοια. ἐκ τοῦὠκύς γάρ,

ὠκέος, τὸ θηλυκὸν ὠκέα, ὡς καὶ γλυκύς, γλυκέος, γλυκέα καὶ τὰἄλλα. οἱ δὲ μεθ'

Ὅμηρον ἐπενθέντες τὸ ˉι ἐποίησαν ὠκεῖα, γλυκεῖα καὶ τὰ λοιπά.(ῃ. 787) Ἀγγελίαν δὲ

ἀλεγεινήν, ἤγουν ἀλγεινήν, ἐπίπονον, φροντίδος ἀξίαν,λέγει αὐτὸ τοῦτο τὸ εἰπεῖν τὴν

Ἶριν, ὅτι ἀφώρμηνται τῶν νηῶν οἱ Ἀχαιοί, τοιόσδε καὶ τοσόσδε λαός. (ῃ. 788) Τὸ δέ

«ἀγορὰς ἀγόρευον» Ἀττικόν ἐστιν,ὡς καὶ τὸ βουλὴν βουλεύει καὶ λόγον λέγει καὶ ὅλως

τὸ παρατιθέναι τοῖςῥήμασι τὰ ἐξ αὐτῶν ὀνόματα. καλεῖται δὲ τὸ σχῆμα παρονομασία. (ῃ.

789) Τὸδέ «καὶ νέοι καὶ γέροντες» δημοκρατικόν ἐστιν, οὐ βουλευτικόν. δημοκρατίας

1.546 γὰρ ἡ κοινὴ αὕτη ἰσηγορία. [(ῃ. 791) Τὸ δέ «υἷι», ὅ ἐστιν υἱῷ, προπερισπώμενονμὲν

συγκέκοπται ἀπὸ τῆς υἷις, υἵιος, υἵιι καὶ οὕτως ἐκπέφευγε τὸ δύσφωνον· εἰ δ'ἴσως

παροξύνεται, κρᾶσιν ἔπαθε τῶν δύο ἰῶτα εἰς ἰῶτα μακρὸν κατὰ τὸ

«Θέτικαλλιπλοκάμῳ» καὶ «μήτι δ' ἡνίοχος», ἤγουν βουλῇ, «περιγίνεται ἡνιόχοιο».Ὅρα

δὲ καί, ὅτι Πολίτης κύριον ἐξ ἰδιασμοῦ κοινοῦ τοπικοῦ ὀνόματος, ὁποῖαπολλὰ καὶ ἄλλα

εἰσίν.] (ῃ. 792) Ὅρα δὲ καὶ τὸ «ἷζε σκοπός», ἀντὶ τοῦ ἐκάθητο,ἐνεργητικῶς ἐκφωνηθέν.

οὕτω δὲ καὶ τὸ σύνθετον αὐτοῦ τὸ καθίζειν. ἕζε μέντοιοὐκ ἄν ποτε εὑρεθείη, ἀλλὰ

παθητικῶς ἀεὶ λαλεῖται. ἕζετο γάρ, ὥσπερ καὶἑζόμενος. ὅτι δὲ τὸ ἕζω πρωτότυπόν ἐστι

τοῦ ἵζω καὶ καθίζω καὶ ὅτι Σικελῶνγλῶσσα ταῦτα παράγει, δηλωθήσεταί που ἐν τοῖς

ἑξῆς. Ὡς δὲ καὶ ὀπτὴρ λέγεταιὁ τοιοῦτος σκοπός, δηλοῖ σὺν ἄλλοις καὶ Σοφοκλῆς. Τὸ δέ

«ποδωκείαις πεποιθώς»παραγγελία ἐστὶ τοῦ χρῆναι τὸν σκοπὸν εἶναι καὶ ποδώκη, ὡς

ἂν ἐπιταχύνῃ ἐνκαιρῷ τὸν δρόμον. οἱ δὲ παλαιοί φασι καί, ὅτι κωμῳδῶν τοῦτο λέγει ὁ

ποιητής,ὡς τοῦ Πολίτου ποσὶ θαρροῦντος, οὐ μὴν ἀνδρείου ὄντος. [περίφρασις δὲ

τοῦποδώκης τὸ «ποδωκείῃσι πεποιθώς», ὡς καὶ τοῦ ἄλκιμος τὸ «ἀλκὶ πεποιθώς».](ῃ.

793) Ὁ δὲ Αἰσυήτης δημογέρων ἀρχαῖος, παρώνυμος ἴσως τῷ ἐν τοῖς ἑξῆςπου

«αἰσυητῆρι νεανίᾳ», Ἀντήνορος, φασί, πατὴρ καὶ Οὐκαλέγοντος,τεθαμμένος κάτω που

περὶ τὸ πεδίον, ὥσπερ καὶ ὁ Ἶλος φανεῖται ἐν τοῖς ἑξῆς,οὗ ὁ τύμβος ἐξῆρται, ὡς καὶ

χρησιμεύειν εἰς σκοπευτήριον. Μήποτε δὲ οὐκἀγαθὸς οἰωνὸς τοῖς πολίταις τῆς Τροίας

τὸ ἐπὶ τύμβου καθῆσθαι αὐτοῖς τὸνκατάσκοπον τὸν καὶ τῇ πόλει παρώνυμον καὶ τοῦ

βασιλέως Πριάμου υἱόν,ὡς εἶναι τὸ Ἡσιόδειον παρῳδήσαντά τινα εἰπεῖν ἐνταῦθα «μηδ'

ἐπ' ἀκινήτοισικαθίζειν» ἄνδρα τοιοῦτον σκοπευτήν. Ἕτεροι δὲ ἱστοροῦσι τὸν

Αἰσυήτηντοῦτον, ἔγγονον Οὐκαλέγοντος, οὐ τοῦ ἐν τῇ βʹ, ἀλλὰ ἀρχαιοτέρου, ὃς

ἔγημε,φασίν, Ἴλιον τὴν Λαομέδοντος. καὶ ὅρα τὴν Ἴλιον ταύτην τὸ κύριον ὄνομα. οὕτω

δὲ καὶ ἄλλα τοιαῦτα καινόφωνα παρὰ τοῖς παλαιοῖς κύρια ἔν τε ἑτέροιςκαὶ παρὰ

Πορφυρίῳ, ἔνθα φησίν, ὅτι Σιπύλου καὶ Χθονίας τῆς Κρόνου Τμῶλος 1.547 καὶ

Ὄλυμπος, οὗ καὶ Ἴδης Πηνελόπη, ταύτης δὲ θυγάτηρ Τροία. [(ῃ. 795)Κεῖται δ' ἐν τούτοις

καὶ τὸ «ἐεισαμένη». ἀντὶ τοῦ ὁμοιώσασα, ἐκ τοῦ εἴδω, τὸὁμοιῶ, πλεονασμῷ τοῦ ˉε.

ἀνωτέρω δέ γε αὐτοῦ δίχα τοῦ ˉε τέθειται τὸ εἴσατο,ἀντὶ τοῦ ὡμοιώθη ἢ ὡμοίωσεν·

«εἴσατο γάρ», φησί, «φθογγήν».] (ῃ. 796) Τὸδέ «μῦθοι ἄκριτοι», ἤγουν ἀναρίθμητοι,

δριμέως εἰς τὸν γέροντα βασιλέα ἔσκωπται. οὕτω γὰρ καὶ ὁ γελοῖος Θερσίτης συνθέτως

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

340

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!