18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐμοῦ σοῦ οὗ· ἡ δὲ διάλυσις ποιεῖαὐτὰ ἐμέο σέο ἕο. ταῦτα δὲ συναίρεσις μὲν ποιητικὴ

συναλείφει εἰς τὸ ἐμεῦ σεῦεὗ· ἐπένθεσις δὲ τοῦ ˉι μετάγει εἰς τὸ ἐμεῖο σεῖο εἷο·

παραγωγὴ δὲ μετασύρειαὐτὰ εἰς τὸ ἐμέθεν σέθεν ἕθεν. καί εἰσι τούτων πάντων αἱ

χρήσεις παρὰ τῷ ποιητῇ. τὸ δὲ ἐμεῦ ἀποβαλὸν τὴν ἄρχουσαν ἐγκλίνεται ἤγουν τὸν

οἰκεῖον τόνονἀναπέμπει τῇ ὄπισθεν συλλαβῇ, οἷον «κλῦθί μευ, ἀργυρότοξε»

τουτέστιλαμπρότοξε. οὐ γάρ ἐστι πλάσαι τόξον ὅλον ἀργύρεον. εἰ δὲ καὶ ἀνάκειται,

ὥσπερτῷ ἡλίῳ ὁ χρυσός, οὕτω τῇ σελήνῃ ὁ ἄργυρος, ὅμως οἰκειοῦται ὁ Ἀπόλλωνἥλιος

καὶ τὸ τῆς σελήνης, ἐπεὶ καὶ ἐξ αὐτοῦ ἐκείνη ἔχει τὸ φῶς. [δῆλον δ' ὅτι 1.54 καὶ

χρυσότοξος ὁ αὐτός. διὸ καὶ Σοφοκλῆς «ἀγκύλα χρυσόστροφα» τὰ τοῦ Φοίβου τόξα

λέγει.] Τὸ δὲ κλῦθι μεταπέπλασται ἀπὸ τοῦ κλῦε, ὡς καὶ ἑξῆςεἰρήσεται, καθὰ καὶ τὸ

ἄνωχθι ἐκ τοῦ ἄνωγε. θέμα γὰρ εἶναι τοῦ κλῦθι τὸκλῦμι οὐκ ἀρέσκει τοῖς παλαιοῖς. καὶ

τὸ ἴθι δὲ ἀπὸ τοῦ ἴε μετεπλάσθηἀορίστου δευτέρου, οὗ ἐνεστὼς εἴω, τὸ πορεύομαι.

Ἰστέον δὲ καὶ ὅτι, καθάπερἀργυρότοξος ὁ κατὰ λαμπρότητα τοιοῦτος, οὕτω καὶ βιὸς

ἀργύρεος μετ' ὀλίγαὁ λαμπρός. (ῃ. 37 ς.) Ὅτι ἀμφιβαίνειν παρὰ τῷ ποιητῇ ὡς ἐπὶ πολὺ

τὸ σκέπεινκαὶ περιέπειν, ὡς ὅτε λέων ἀμφιβαίνειν τοῖς σκύμνοις λέγεται ἢ κύων

τοῖςσκυλακίοις. οὕτω δὲ καὶ ἐν μάχῃ νεκρῷ τις ἀμφιβαίνει ὑπερμαχῶν ἐκείνου.καὶ

Ἀπόλλων οὖν ἀμφιβεβηκέναι λέγεται τὴν Χρύσην πόλιν καὶ τὴν Κίλλαν,οἷα σκέπων καὶ

βαίνων ἀμφὶ αὐτάς. τάχα γὰρ ἄσυλον διέμεινε τό τε Κιλλαῖονἱερὸν τοῦ Ἀπόλλωνος καὶ

τὸ ἐν τῇ Χρύσῃ. διὸ καὶ περιουσιαζόμενος δῶραεἶχε διδόναι ὁ Χρύσης εἰς λύτρα τῆς

θυγατρός· [καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶἀπερείσια καὶ οἷα μὴ πρὸς αὐτοῦ τοῦ γέροντος

φέρεσθαι, ἀλλὰ παρ' ἑτέρωνβαστάζεσθαι, ὡς εἰκός· εἰ καὶ Ὅμηρος αὐτὸ σιωπᾷ καθὰ καὶ

τὸ κατ' εἶδοςτῶν δώρων, εἰωθὼς οὕτω ποιεῖν μυριαχοῦ, ἔνθα χρὴ καὶ σιωπᾶν τὰ μὴ

ἀναγκαῖαλέγεσθαι. εἰ δὲ ἐν ταῖς Λιταῖς καὶ ἐν τοῖς κατὰ τὸν Ἕκτορα δώρων

πολλῶνμνησθεὶς ἐξέθετο ἐκεῖ καὶ τὸ πλῆθος καὶ τοὺς φέροντας, ἀλλ' ἐκεῖ πάνυ

ἀναγκαῖονἦν οὕτω ποιῆσαι τὸν Ὅμηρον. διὸ ἐξεγράψατο καὶ αὐτά. δῆλον δὲ ὅτι ὡς

ἐπὶπολὺ] περιεποιοῦντο τὰ ἱερὰ ἐν ταῖς ἁλώσεσι τῶν πόλεων. ὅθεν καὶ Ὀδυσσεὺςτῷ

Μάρωνι ὡς Ἀπόλλωνος ἱερεῖ τὰ προσόντα ἐχαρίσατο. καὶ τῆς Τενέδου δὲἴσως διὰ τοῦτο

ἶφι ἀνάσσειν φησὶ τὸν Ἀπόλλωνα, οὐ διότι οὐχ' εἷλον αὐτὴν οἱἝλληνες, ἀλλ' ὅτι, ὡς

εἰκός, διὰ τὸν Ἀπόλλωνα φιλανθρωπότερον τοῖς ἐκεῖ προσηνέχθησαν. ἔστι δὲ ἡ μὲν

Τένεδος νῆσος Αἰολικὴ ποτὲ μὲν Λεύκοφρυςκαλουμένη διὰ τὸ λευκὰς ἔχειν ὀφρῦς

ἤγουν ἐξοχὰς περὶ τοὺς αἰγιαλούς· διὰ δὲτὸν Τρωϊκὸν Τένην, οὗπερ ἕδος ἤτοι

κατοικητήριον γέγονε, μετακληθεῖσα Τένεδος· ὅντινα Τένην διαβολὴ μὲν μητρυιᾶς

Φυλονόμης ἢ Πολυβοίας συγκατέρριψε διὰ τοῦ πατρὸς Κύκνου εἰς θάλασσαν τῇ ἀδελφῇ

Λευκοθέᾳ ἐγκλείσασαλάρνακι· ἡ δὲ ∆ίκη περισωσαμένη τῆς νήσου βασιλέα κατέστησεν.

ἦν δὲ ἡ τῆςμητρυιᾶς διαβολὴ πρὸς τὸν Κύκνον ἐρωτική, ὁποία καὶ ἡ τῆς

Ἱπποδαμείαςπρὸς Πέλοπα καὶ ἡ τῆς Ἀντείας πρὸς τὸν Προῖτον, ὅτι δηλαδὴ ὁ

Τένηςἐβιάζετο αὐτήν, καίτοι αὐτὴ οὕτως εἰς τὸν Τένην ἐποίησεν. εἴρηται δέ τι πλέον

1.55 περὶ τῆς νήσου ταύτης καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἡ δὲ Κίλλα πολίχνιονμὲν ἦν

Τρωϊκὸν κείμενον περί που τὴν Ἀτραμυττηνὴν χώραν, ἠφάνισται δέ. τὸδὲ ὄνομα ἔσχεν

ἀπό τινος ἡνιοχοῦντος τῷ Πέλοπι, ὃς Κίλλας μὲν ἐκαλεῖτο· αὐτόθι δὲ τεθνεὼς καὶ

ταφεὶς ἐτιμήθη πρὸς τοῦ Πέλοπος κτίσματι πόλεως, ἥτις δι'ἐκεῖνον Κίλλα ἐκλήθη. καὶ

ἀπ' αὐτοῦ Κιλλαῖος Ἀπόλλων αὐτόθι καὶ ποταμός.ἔοικε δὲ ὁ Κίλλας διὰ τοῦ ˉνˉτ

κλίνεσθαι ὡς τὸ Πάλλας Πάλλαντος. διὸ καὶ οἱκατὰ τὴν Κίλλαν ταύτην Κίλλαντες

ἐκαλοῦντο. ἐν δὲ τοῖς τοῦ Πορφυρίουφέρεται, ὅτι ἡ Κίλλα εἶχεν ἱερόν, ὃ διέστηκε

θαλάσσης πλέθρα τέσσαρα, πρόσχωμα ποιοῦντος μεταξὺ αὐτοῦ καὶ Χρύσης ποταμοῦ, ᾧ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

34

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!