Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

γὰρμετὰ τοῦ ˉσ καὶ Τυφῶν μετὰ τοῦ ˉν ἐν τόνῳ περισπωμένῳ. [Εἰ δὲ καὶ Τυφάωνὁ αὐτὸς ὀνομάζεται, καθὰ καὶ ἐν τοῖς τοῦ Πινδάρου δηλοῦται, τετραχῶς ἄρασχηματίζεται τὸ δαιμόνιον. Τυφωεύς γὰρ καὶ Τυφάων Τυφάονος, ὅθεν τὸ»Τυφαονίων ἀλαλητῶν», καὶ κατὰ κρᾶσιν Τυφῶν, καὶ ὡς ἐν δικαταληξίᾳ Τυφῶς. τοιοῦτον δέ τι καὶ ὁ ταῶς. Ἀντιφῶν μὲν γάρ, φασίν, ὁ ῥήτωρ, δισυλλάβως κλίνει λόγον γράψας ἐπίγραμμα ἔχοντα Περὶ ταῶν. Ἀττικοὶ δὲ εἰπόντεςταῶνι ἐμφαίνουσιν ὡς ὁ ταῶν ἐστιν ἡ εὐθεῖα. πεπλεόνακε δὲ ὁ ταῶς, ὥς φησινὁ Ἀθήναιος, ὃς εἰπών, ὅτι περισπούδαστος ἦν ἡ τοῦδε τοῦ ζῴου θέα–»τὰςνουμηνίας γοῦν», φησίν, «ὁ βουλόμενος εἰσῄει, τὰς δ' ἄλλας, εἴ τις ἦλθε θεασόμενος, οὐκ ἔστιν ὅστις ἔτυχε». –λέγει καί, ὅτι, ὥσπερ αὐτός, σπάνιος ὤν,ἐθαυμάζετο, νῦν δὲ πλείους εἰσὶ τῶν ὀρτύγων, οὕτω καὶ ἡ αὐτοῦ ἑνικὴ εὐθεῖαπληθύνεται, ὥστε δηλαδὴ σπάνιαι αἱ ταύτης πλάγιαι. Ἡρωδιανὸς δὲ τοῖς εἰςˉωˉν περισπωμένοις, οἷον τῷ ∆ημοφῶντι καὶ Ξενοφῶντι καὶ τοῖς ὁμοίοις,συντεταχὼς καὶ τὸν Τυφῶνα καὶ τὸν ταῶνα λέγει, ὡς μόνον τὸ Τυφῶν καὶ ταῶνοὐκ ἐκλίθη διὰ τοῦ ˉνˉτ, ἐπειδὴ καὶ ἑτέραν ἔσχε κατάληξιν· Τυφῶς γὰρ καὶ ταῶςδιὰ τοῦ σίγμα. καὶ οὕτω μὲν ταῦτα.] ∆ῆλον δὲ ὅτι, κἂν ὁ μῦθος ᾠκειώσατο τὸν Τυφωέα, ὅμως οὐδὲ τῇ ἱστορίᾳ ἐστὶν ἄγνωστος. ἄλλοι τε οὖν Τυφωέος μέμνηνταιπεριφανοῦς ἀνδρὸς καὶ Ἡρόδοτος ἐν οἷς λέγει, ὅτι Ὦρος ὁ Ἀπόλλων Αἰγυπτιστί, 1.543 ὃς λέγεται καταπαύσας Τυφῶνα βασιλεῦσαι ὕστατος Αἰγύπτου. Ἰστέον δέ,ὅτι ἐν τοῖς μετὰ ταῦτα ὁ ποιητὴς θόρυβον μέγαν πολεμικὸν παριστῶν ὑπερβαίνειτὴν ἐνταῦθα μεγαλοφωνίαν καὶ διὰ σεισμοῦ μεγίστου εἰκονίζει αὐτὸν ὡς ἐν τῇυʹ ῥαψῳδίᾳ φανήσεται. φιλοτιμεῖται γὰρ ἐν πολλοῖς ὑπεραίρειν αὐτὸς ἑαυτόν.ὁ δὲ Γεωγράφος ἐν τοῖς ἑαυτοῦ σποράδην περὶ Τυφωέως καὶ Ἀρίμων ταῦτάφησι· Μυσοὶ μετὰ Λυδοὺς καὶ πόλις Φιλαδέλφεια σεισμῶν πλήρης, εἶτα ἡ Κατακεκαυμένη χώρα εὐεκπύρωτος μῆκος πεντακοσίων σταδίων πλάτος δὲτετρακοσίων, εἴτε Μυσίαν κλητέον, εἴτε Μῃονίαν. λέγεται γὰρ ἀμφοτέρως, οἷαὑπὸ Μυσῶν καὶ Λυδῶν κατεχομένη. ἄδενδρος δὲ πᾶσα πλὴν ἀμπέλου, ἀφ' ἧς ὁ Κατακεκαυμενίτης οἶνος ἐλλόγιμος ἀρετῇ. ταύτης τῆς χώρας τῶν πεδίων μὲντεφρώδης ἡ ἐπιφάνεια, τῆς δὲ ὀρεινῆς καὶ πετρώδους μέλαινα ὡς ἂν ἐξ ἐπικαύσεως. εἰκάζουσι δέ τινες ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι ταῦτα,εὔλογον δὲ μᾶλλον ἀπὸ πυρὸς γηγενοῦς. ἐνταῦθα τὰ περὶ Τυφῶνος μυθολογεῖταικαὶ Ἄριμος δέ τις αὐτόθι λέγεται βασιλεῦσαι. καλοῦ δὲ ὄντος τοῦ ἐκεῖσε οἴνουἀστεϊζόμενοί τινες πυριγενῆ καλοῦσι τὸν ∆ιόνυσον ὡς ἀπὸ χώρας, ἥτις αὐτὸτοῦτο Κατακεκαυμένη καλεῖται. Λέγει δὲ καί, ὅτι οἱ περί που τὸν Τμῶλοντόποι κεραυνόβολοι καὶ δρυμώδεις καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι. οἱ δὲ ταῦτα,φησί, λέγοντες ἐπεισφέρουσιν εἰς τὸ «Τυφωέως εἶναι εὐνάς» καὶ τοῦτο τὸ ἔπος·»χώρῳ ἐνὶ δρυόεντι, Ὕδης ἐν πίονι δήμῳ» (περὶ ἧς Ὕδης ἐν τοῖς ἑξῆς ῥηθήσεται) ἐνταῦθα εἶναι τοὺς ῥηθέντας Ἀρίμους δοξάσαντες διὰ τὸ δρυμώδη, φασί, τὸντόπον εἶναι καὶ κεραυνόβολον. Ἄλλοι δέ, φησίν, ἐν Κιλικίᾳ τὸν περὶ Τυφωέωςπλάττουσι μῦθον, οἱ δὲ ἐν Συρίᾳ, οἱ δὲ ἐν ταῖς Πιθηκούσαις νήσοις, οἳ καὶ τοὺςπιθήκους φασὶ παρὰ Τυρρηνοῖς ἀρίμους καλεῖσθαι. πιθανότεροι δὲ οἱ ἐν τῇ Κατακεκαυμένῃ τῆς Μυσίας τοὺς Ἀρίμους τιθέντες. οἱ δὲ τοὺς Σύρους Ἀρίμους δέχονται, οὓς νῦν, φησίν, Ἀράμους λέγουσιν, ἄλλοι τοὺς Ἀρίμους παρ' αὐτό φασι τὸ Κωρύκιον ἄντρον, ἀφ' ὧν τὰ ἐγγὺς ὄρη Ἄριμα ἐκαλοῦντο.ἀλλαχοῦ δέ φησιν, ὅτι ὁ περὶ Ἀντιόχειαν ποταμὸς Ὀρόντης Τυφῶν ἐκαλεῖτό ποτε. μυθεύουσι δὲ ἐνταῦθα τὰ περὶ τὴν κεραύνωσιν Τυφῶνος καὶ τοὺς Ἀρίμουςκαί φασι τὸν Τυφῶνα τυπτόμενον κεραυνῷ–εἶναι δὲ δράκοντα–φεύγεινζητοῦντα κατάδυσιν καὶ τοῖς μὲν ὁλκοῖς ἐντεμεῖν τὴν γῆν καὶ ποιῆσαι τὸῥεῖθρον τοῦ ποταμοῦ, καταδύντα δὲ εἰς γῆν ἀναρρῆξαι πηγήν, ὅθεν γενέσθαιτοὔνομα τῷ ποταμῷ. Ἑτέρωθι δέ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 338

φησιν, ὅτι Ἄριμοι κατὰ Ποσειδώνιον οὐ τόπος Συρίας ἢ Κιλικίας, ἀλλὰ αὐτὴ ἡ Τυρία, ἤγουν ἡ περὶ Τύρον χώρα. Ἀριμαῖοι γὰρ οἱ ἐν αὐτῇ. Συνακτέον δὲ ἐκ τῶν ῥηθέντων καί, ὅτι οἱ Ἄριμοι ἀρσενικῶςκαὶ τὰ Ἄριμα οὐδετέρως λέγεται. τοπικὸν δὲ τῶν Ἀρίμων Ἀριμαῖος. τοῦ δὲ 1.544 ῥηθέντος ἀνωτέρω γηγενοῦς πυρὸς ἐκλιπεῖν τὰς πηγὰς ὁ Γεωγράφος λέγει,δείκνυσθαι δὲ βόθρους τρεῖς, οὓς φύσας καλοῦσι. [(ῃ. 782) Τὸ δέ «ἱμάσσῃ»,ὅ ἐστιν ἱμάντι πλήττῃ, μικροπρεπὲς μέν ἐστι ῥηθὲν ἐπὶ τοῦ μεγίστου κακοῦ,προσφυῶς δ' ἔχει τῷ «γαῖα δ' ὑπεστενάχιζε». καὶ μετῆκται ταῦτα ἐκ τῶν ἐν τῷἱμάσσεσθαι ὑποστεναζόντων. ἄλλως δὲ στεναχίζει γαῖα, ὡς καὶ πόντος παρὰ Σοφοκλεῖ.] (ῃ. 783) Τὸ δέ «φασίν» εἶπε κατὰ τοὺς παλαιοὺς ὁ ποιητής, ἵναμὴ προσκρούοιμεν ὡς Ὁμηρικῷ ὄντι διὰ τὸ μυθῶδες. (ῃ. 786–806) Ὅτι τῶν Ἑλληνικῶν πραγμάτων ἐχόντων, ὡς εἴρηται, οἱ Τρῶες «ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι, πάντες ὁμηγερέες, ἠμὲν νέοι ἠδὲ γέροντες». πρὸ τῶν βασιλείων γὰρ ἦν, φασίν, ὡς εἰκός, τὸ ἐκκλησιαστήριον. Ζεὺς δέ, φησίν, ἄγγελονἔστειλε τοῖς Τρωσὶ τὴν Ἶριν, ἣν καὶ ποδήνεμον καὶ ὠκέαν καλεῖ καὶ πόδαςὠκέαν. ἡ δὲ ἐλθοῦσα σὺν ἀγγελίῃ ἀλεγεινῇ ἔφη τῷ Πριάμῳ· «Ὦ γέρον, αἰείτοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, ὥς ποτ' ἐπ' εἰρήνης, πόλεμος δ' ἀλίαστος ὄρωρε»,τουτέστιν ἄφυκτος. λιάζω γὰρ τὸ ἐκφεύγω. μέμφεται δ' ἐν τούτοις τὸν γέρονταὡς ἐν καιρῷ μάχης καὶ ἔργων λογολεσχοῦντα. εἰρήνῃ μὲν γὰρ πρέπουσι βουλαὶκαὶ δημηγορίαι, πολέμου δὲ ἀκμὴ οὐ τούτοις χαίρει. [∆ιό τινες τὸν Ἄρην παρὰτὴν στέρησιν τοῦ λέγειν ἐτυμολογοῦντες τὴν εἰρήνην ἀπὸ τοῦ εἴρειν, ὅ ἐστιλέγειν, παράγουσι, κατὰ τὸ «ἐν χερσὶ τέλος πολέμοιο, ἐπέων δ' ἐνὶ βουλῇ».] Εἶτα τὸν Ἑλληνικὸν στρατὸν ἐκπληττομένη φησίν· «ἦ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, ἀλλ' οὔπω τοιόνδε τοσόνδε τε λαὸν ὄπωπα· λίηνγὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν ἔρχονται πεδίοιο μαχησόμενοι περὶ ἄστυ».καὶ οὕτω τὴν Τρωϊκὴν ἀγορὰν ἡ Ἶρις ἐγκόψασα προκαλεῖται εἰς ἔργον τὸνἐντρεχέστατον Ἕκτορα καί φησιν ἀσυνδέτως οὕτως· «Ἕκτορ, σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι ὧδέ γε ῥέξαι· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων. τοῖσι δ' ἕκαστος ἀνὴρ σημαινέτω, οἷς ἄρχει, τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας», ἤτοι τοὺςἑαυτοῦ πολίτας, πλεονασμῷ τοῦ ˉη. [οὐ δήπου γὰρ φυσικῶς ἐνταῦθα ἔγκειται,ὡς ἐν τῷ Μασσαλία Μασσαλιήτης καὶ τοῖς τοιούτοις.] Καὶ ταῦτα μὲν τὰ τῆςμυθικῆς Ἴριδος. Φαίνεται δέ, ὅτι σκοπός τις ἐκάθητο τοῖς Τρωσὶν ἐπιτεταγμένοςτὰ τῶν Ἑλλήνων σκοπεῖν, ὃς ἰδὼν ἐκείνους ἐκτεταγμένους οὕτω δραμὼν ἐξεῖπε 1.545 τὰ τοῦ πράγματος κατὰ σπουδήν. διὸ καὶ τὴν δημηγορίαν ἐπέτεμεν οἷα μὴἐνδαψιλευομένου πλατυτέρου καιροῦ. ἐμφαίνει δὲ ὁ ποιητὴς τοῦτο εἰπών, ὅτιἡ Ἶρις εἶπεν, ἃ εἶπε πρὸς Πρίαμον καὶ Ἕκτορα εἰσαμένη, ἤγουν ὁμοιωθεῖσα, φθογγήν· «υἷι Πριάμου Πολίτῃ, ὃς Τρώων σκοπός», ἤτοι κατάσκοπος, «ἷζεποδωκείῃσι πεποιθὼς τύμβῳ ἐπ' ἀκροτάτῳ Αἰσυήταο γέροντος, δέγμενος,ὁππότε ναῦφιν», ἤτοι ἀπὸ τῶν νηῶν, «ἀφορμηθεῖεν Ἀχαιοί». ὁ γοῦν Πριαμίδης Πολίτης οὗτος ἐλθὼν ἐδήλωσεν, ὡς τῶν νηῶν ἀφώρμηνται οἱ Ἕλληνες. ἐπεὶ δὲ πάνυ πολλοῦ τοῦ τάχους ἔδει καὶ ἐχρῆν ἐπτερῶσθαι οἷον ἄρτι τὸνκατάσκοπον τά τε ἄλλα καί, ἵνα μὴ θεαθεὶς ὑπὸ ἱππέων ἐπιδιωχθῇ, πέπλασταιπιθανῶς ἡ Ἶρις ἀγγέλλουσα τὴν Ἑλληνικὴν κίνησιν, ἣν ὁ μῦθος καὶ πτέρυγας ἔχειν λέγει, οὐκ ἀρκούμενος τοῖς ῥηθεῖσιν Ὁμηρικοῖς [ἐπ' αὐτῇ] ἐπιθέτοις, τῷποδήνεμος καὶ τοῖς λοιποῖς. Τάχα δὲ καὶ προέδραμε τοῦ Πολίτου φήμη τῆςτῶν Ἑλλήνων κινήσεως, οἷα εἰκός, ἢ ἐκ τοῦ ἤχου τῶν ποδῶν ἢ ἐκ τῆς βοῆς ἢἄλλως ὁπωσοῦν. Καὶ τοῦτό ἐστιν ἡ Ἶρις αὕτη, περὶ ἧς, ὅτι τε ∆ιός ἐστινἄγγελος καὶ διὰ τί τοῦτο λέγεται καὶ ὅτι ἀπὸ τοῦ εἴρω, τὸ ἀγγέλλω, γίνεται,ὡς καὶ ὁ ἐν Ὀδυσσείᾳ Ἶρος, καὶ εἴ τι δὲ χρεὼν ἕτερον εἰς αὐτὴν συμμέτρως ῥηθῆναι, ῥηθήσεται Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 339

φησιν, ὅτι Ἄριμοι κατὰ Ποσειδώνιον οὐ τόπος Συρίας ἢ Κιλικίας, ἀλλὰ αὐτὴ ἡ Τυρία,

ἤγουν ἡ περὶ Τύρον χώρα. Ἀριμαῖοι γὰρ οἱ ἐν αὐτῇ. Συνακτέον δὲ ἐκ τῶν ῥηθέντων καί,

ὅτι οἱ Ἄριμοι ἀρσενικῶςκαὶ τὰ Ἄριμα οὐδετέρως λέγεται. τοπικὸν δὲ τῶν Ἀρίμων

Ἀριμαῖος. τοῦ δὲ 1.544 ῥηθέντος ἀνωτέρω γηγενοῦς πυρὸς ἐκλιπεῖν τὰς πηγὰς ὁ

Γεωγράφος λέγει,δείκνυσθαι δὲ βόθρους τρεῖς, οὓς φύσας καλοῦσι. [(ῃ. 782) Τὸ δέ

«ἱμάσσῃ»,ὅ ἐστιν ἱμάντι πλήττῃ, μικροπρεπὲς μέν ἐστι ῥηθὲν ἐπὶ τοῦ μεγίστου

κακοῦ,προσφυῶς δ' ἔχει τῷ «γαῖα δ' ὑπεστενάχιζε». καὶ μετῆκται ταῦτα ἐκ τῶν ἐν

τῷἱμάσσεσθαι ὑποστεναζόντων. ἄλλως δὲ στεναχίζει γαῖα, ὡς καὶ πόντος παρὰ

Σοφοκλεῖ.] (ῃ. 783) Τὸ δέ «φασίν» εἶπε κατὰ τοὺς παλαιοὺς ὁ ποιητής, ἵναμὴ

προσκρούοιμεν ὡς Ὁμηρικῷ ὄντι διὰ τὸ μυθῶδες. (ῃ. 786–806) Ὅτι τῶν Ἑλληνικῶν

πραγμάτων ἐχόντων, ὡς εἴρηται, οἱ Τρῶες «ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι,

πάντες ὁμηγερέες, ἠμὲν νέοι ἠδὲ γέροντες». πρὸ τῶν βασιλείων γὰρ ἦν, φασίν, ὡς εἰκός,

τὸ ἐκκλησιαστήριον. Ζεὺς δέ, φησίν, ἄγγελονἔστειλε τοῖς Τρωσὶ τὴν Ἶριν, ἣν καὶ

ποδήνεμον καὶ ὠκέαν καλεῖ καὶ πόδαςὠκέαν. ἡ δὲ ἐλθοῦσα σὺν ἀγγελίῃ ἀλεγεινῇ ἔφη

τῷ Πριάμῳ· «Ὦ γέρον, αἰείτοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, ὥς ποτ' ἐπ' εἰρήνης, πόλεμος δ'

ἀλίαστος ὄρωρε»,τουτέστιν ἄφυκτος. λιάζω γὰρ τὸ ἐκφεύγω. μέμφεται δ' ἐν τούτοις τὸν

γέρονταὡς ἐν καιρῷ μάχης καὶ ἔργων λογολεσχοῦντα. εἰρήνῃ μὲν γὰρ πρέπουσι

βουλαὶκαὶ δημηγορίαι, πολέμου δὲ ἀκμὴ οὐ τούτοις χαίρει. [∆ιό τινες τὸν Ἄρην

παρὰτὴν στέρησιν τοῦ λέγειν ἐτυμολογοῦντες τὴν εἰρήνην ἀπὸ τοῦ εἴρειν, ὅ ἐστιλέγειν,

παράγουσι, κατὰ τὸ «ἐν χερσὶ τέλος πολέμοιο, ἐπέων δ' ἐνὶ βουλῇ».] Εἶτα τὸν

Ἑλληνικὸν στρατὸν ἐκπληττομένη φησίν· «ἦ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον

ἀνδρῶν, ἀλλ' οὔπω τοιόνδε τοσόνδε τε λαὸν ὄπωπα· λίηνγὰρ φύλλοισιν ἐοικότες ἢ

ψαμάθοισιν ἔρχονται πεδίοιο μαχησόμενοι περὶ ἄστυ».καὶ οὕτω τὴν Τρωϊκὴν ἀγορὰν ἡ

Ἶρις ἐγκόψασα προκαλεῖται εἰς ἔργον τὸνἐντρεχέστατον Ἕκτορα καί φησιν ἀσυνδέτως

οὕτως· «Ἕκτορ, σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι ὧδέ γε ῥέξαι· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα

Πριάμου ἐπίκουροι,ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων. τοῖσι δ' ἕκαστος

ἀνὴρ σημαινέτω, οἷς ἄρχει, τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας», ἤτοι

τοὺςἑαυτοῦ πολίτας, πλεονασμῷ τοῦ ˉη. [οὐ δήπου γὰρ φυσικῶς ἐνταῦθα ἔγκειται,ὡς ἐν

τῷ Μασσαλία Μασσαλιήτης καὶ τοῖς τοιούτοις.] Καὶ ταῦτα μὲν τὰ τῆςμυθικῆς Ἴριδος.

Φαίνεται δέ, ὅτι σκοπός τις ἐκάθητο τοῖς Τρωσὶν ἐπιτεταγμένοςτὰ τῶν Ἑλλήνων

σκοπεῖν, ὃς ἰδὼν ἐκείνους ἐκτεταγμένους οὕτω δραμὼν ἐξεῖπε 1.545 τὰ τοῦ πράγματος

κατὰ σπουδήν. διὸ καὶ τὴν δημηγορίαν ἐπέτεμεν οἷα μὴἐνδαψιλευομένου πλατυτέρου

καιροῦ. ἐμφαίνει δὲ ὁ ποιητὴς τοῦτο εἰπών, ὅτιἡ Ἶρις εἶπεν, ἃ εἶπε πρὸς Πρίαμον καὶ

Ἕκτορα εἰσαμένη, ἤγουν ὁμοιωθεῖσα, φθογγήν· «υἷι Πριάμου Πολίτῃ, ὃς Τρώων

σκοπός», ἤτοι κατάσκοπος, «ἷζεποδωκείῃσι πεποιθὼς τύμβῳ ἐπ' ἀκροτάτῳ Αἰσυήταο

γέροντος, δέγμενος,ὁππότε ναῦφιν», ἤτοι ἀπὸ τῶν νηῶν, «ἀφορμηθεῖεν Ἀχαιοί». ὁ γοῦν

Πριαμίδης Πολίτης οὗτος ἐλθὼν ἐδήλωσεν, ὡς τῶν νηῶν ἀφώρμηνται οἱ Ἕλληνες. ἐπεὶ

δὲ πάνυ πολλοῦ τοῦ τάχους ἔδει καὶ ἐχρῆν ἐπτερῶσθαι οἷον ἄρτι τὸνκατάσκοπον τά τε

ἄλλα καί, ἵνα μὴ θεαθεὶς ὑπὸ ἱππέων ἐπιδιωχθῇ, πέπλασταιπιθανῶς ἡ Ἶρις ἀγγέλλουσα

τὴν Ἑλληνικὴν κίνησιν, ἣν ὁ μῦθος καὶ πτέρυγας ἔχειν λέγει, οὐκ ἀρκούμενος τοῖς

ῥηθεῖσιν Ὁμηρικοῖς [ἐπ' αὐτῇ] ἐπιθέτοις, τῷποδήνεμος καὶ τοῖς λοιποῖς. Τάχα δὲ καὶ

προέδραμε τοῦ Πολίτου φήμη τῆςτῶν Ἑλλήνων κινήσεως, οἷα εἰκός, ἢ ἐκ τοῦ ἤχου τῶν

ποδῶν ἢ ἐκ τῆς βοῆς ἢἄλλως ὁπωσοῦν. Καὶ τοῦτό ἐστιν ἡ Ἶρις αὕτη, περὶ ἧς, ὅτι τε ∆ιός

ἐστινἄγγελος καὶ διὰ τί τοῦτο λέγεται καὶ ὅτι ἀπὸ τοῦ εἴρω, τὸ ἀγγέλλω, γίνεται,ὡς καὶ

ὁ ἐν Ὀδυσσείᾳ Ἶρος, καὶ εἴ τι δὲ χρεὼν ἕτερον εἰς αὐτὴν συμμέτρως ῥηθῆναι, ῥηθήσεται

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

339

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!