18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γὰρμετὰ τοῦ ˉσ καὶ Τυφῶν μετὰ τοῦ ˉν ἐν τόνῳ περισπωμένῳ. [Εἰ δὲ καὶ Τυφάωνὁ

αὐτὸς ὀνομάζεται, καθὰ καὶ ἐν τοῖς τοῦ Πινδάρου δηλοῦται, τετραχῶς ἄρασχηματίζεται

τὸ δαιμόνιον. Τυφωεύς γὰρ καὶ Τυφάων Τυφάονος, ὅθεν τὸ»Τυφαονίων ἀλαλητῶν»,

καὶ κατὰ κρᾶσιν Τυφῶν, καὶ ὡς ἐν δικαταληξίᾳ Τυφῶς. τοιοῦτον δέ τι καὶ ὁ ταῶς.

Ἀντιφῶν μὲν γάρ, φασίν, ὁ ῥήτωρ, δισυλλάβως κλίνει λόγον γράψας ἐπίγραμμα ἔχοντα

Περὶ ταῶν. Ἀττικοὶ δὲ εἰπόντεςταῶνι ἐμφαίνουσιν ὡς ὁ ταῶν ἐστιν ἡ εὐθεῖα.

πεπλεόνακε δὲ ὁ ταῶς, ὥς φησινὁ Ἀθήναιος, ὃς εἰπών, ὅτι περισπούδαστος ἦν ἡ τοῦδε

τοῦ ζῴου θέα–»τὰςνουμηνίας γοῦν», φησίν, «ὁ βουλόμενος εἰσῄει, τὰς δ' ἄλλας, εἴ τις

ἦλθε θεασόμενος, οὐκ ἔστιν ὅστις ἔτυχε». –λέγει καί, ὅτι, ὥσπερ αὐτός, σπάνιος

ὤν,ἐθαυμάζετο, νῦν δὲ πλείους εἰσὶ τῶν ὀρτύγων, οὕτω καὶ ἡ αὐτοῦ ἑνικὴ

εὐθεῖαπληθύνεται, ὥστε δηλαδὴ σπάνιαι αἱ ταύτης πλάγιαι. Ἡρωδιανὸς δὲ τοῖς εἰςˉωˉν

περισπωμένοις, οἷον τῷ ∆ημοφῶντι καὶ Ξενοφῶντι καὶ τοῖς ὁμοίοις,συντεταχὼς καὶ τὸν

Τυφῶνα καὶ τὸν ταῶνα λέγει, ὡς μόνον τὸ Τυφῶν καὶ ταῶνοὐκ ἐκλίθη διὰ τοῦ ˉνˉτ,

ἐπειδὴ καὶ ἑτέραν ἔσχε κατάληξιν· Τυφῶς γὰρ καὶ ταῶςδιὰ τοῦ σίγμα. καὶ οὕτω μὲν

ταῦτα.] ∆ῆλον δὲ ὅτι, κἂν ὁ μῦθος ᾠκειώσατο τὸν Τυφωέα, ὅμως οὐδὲ τῇ ἱστορίᾳ ἐστὶν

ἄγνωστος. ἄλλοι τε οὖν Τυφωέος μέμνηνταιπεριφανοῦς ἀνδρὸς καὶ Ἡρόδοτος ἐν οἷς

λέγει, ὅτι Ὦρος ὁ Ἀπόλλων Αἰγυπτιστί, 1.543 ὃς λέγεται καταπαύσας Τυφῶνα

βασιλεῦσαι ὕστατος Αἰγύπτου. Ἰστέον δέ,ὅτι ἐν τοῖς μετὰ ταῦτα ὁ ποιητὴς θόρυβον

μέγαν πολεμικὸν παριστῶν ὑπερβαίνειτὴν ἐνταῦθα μεγαλοφωνίαν καὶ διὰ σεισμοῦ

μεγίστου εἰκονίζει αὐτὸν ὡς ἐν τῇυʹ ῥαψῳδίᾳ φανήσεται. φιλοτιμεῖται γὰρ ἐν πολλοῖς

ὑπεραίρειν αὐτὸς ἑαυτόν.ὁ δὲ Γεωγράφος ἐν τοῖς ἑαυτοῦ σποράδην περὶ Τυφωέως καὶ

Ἀρίμων ταῦτάφησι· Μυσοὶ μετὰ Λυδοὺς καὶ πόλις Φιλαδέλφεια σεισμῶν πλήρης, εἶτα ἡ

Κατακεκαυμένη χώρα εὐεκπύρωτος μῆκος πεντακοσίων σταδίων πλάτος

δὲτετρακοσίων, εἴτε Μυσίαν κλητέον, εἴτε Μῃονίαν. λέγεται γὰρ ἀμφοτέρως, οἷαὑπὸ

Μυσῶν καὶ Λυδῶν κατεχομένη. ἄδενδρος δὲ πᾶσα πλὴν ἀμπέλου, ἀφ' ἧς ὁ

Κατακεκαυμενίτης οἶνος ἐλλόγιμος ἀρετῇ. ταύτης τῆς χώρας τῶν πεδίων μὲντεφρώδης

ἡ ἐπιφάνεια, τῆς δὲ ὀρεινῆς καὶ πετρώδους μέλαινα ὡς ἂν ἐξ ἐπικαύσεως. εἰκάζουσι δέ

τινες ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι ταῦτα,εὔλογον δὲ μᾶλλον ἀπὸ πυρὸς

γηγενοῦς. ἐνταῦθα τὰ περὶ Τυφῶνος μυθολογεῖταικαὶ Ἄριμος δέ τις αὐτόθι λέγεται

βασιλεῦσαι. καλοῦ δὲ ὄντος τοῦ ἐκεῖσε οἴνουἀστεϊζόμενοί τινες πυριγενῆ καλοῦσι τὸν

∆ιόνυσον ὡς ἀπὸ χώρας, ἥτις αὐτὸτοῦτο Κατακεκαυμένη καλεῖται. Λέγει δὲ καί, ὅτι οἱ

περί που τὸν Τμῶλοντόποι κεραυνόβολοι καὶ δρυμώδεις καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι. οἱ

δὲ ταῦτα,φησί, λέγοντες ἐπεισφέρουσιν εἰς τὸ «Τυφωέως εἶναι εὐνάς» καὶ τοῦτο τὸ

ἔπος·»χώρῳ ἐνὶ δρυόεντι, Ὕδης ἐν πίονι δήμῳ» (περὶ ἧς Ὕδης ἐν τοῖς ἑξῆς ῥηθήσεται)

ἐνταῦθα εἶναι τοὺς ῥηθέντας Ἀρίμους δοξάσαντες διὰ τὸ δρυμώδη, φασί, τὸντόπον εἶναι

καὶ κεραυνόβολον. Ἄλλοι δέ, φησίν, ἐν Κιλικίᾳ τὸν περὶ Τυφωέωςπλάττουσι μῦθον, οἱ

δὲ ἐν Συρίᾳ, οἱ δὲ ἐν ταῖς Πιθηκούσαις νήσοις, οἳ καὶ τοὺςπιθήκους φασὶ παρὰ Τυρρηνοῖς

ἀρίμους καλεῖσθαι. πιθανότεροι δὲ οἱ ἐν τῇ Κατακεκαυμένῃ τῆς Μυσίας τοὺς Ἀρίμους

τιθέντες. οἱ δὲ τοὺς Σύρους Ἀρίμους δέχονται, οὓς νῦν, φησίν, Ἀράμους λέγουσιν, ἄλλοι

τοὺς Ἀρίμους παρ' αὐτό φασι τὸ Κωρύκιον ἄντρον, ἀφ' ὧν τὰ ἐγγὺς ὄρη Ἄριμα

ἐκαλοῦντο.ἀλλαχοῦ δέ φησιν, ὅτι ὁ περὶ Ἀντιόχειαν ποταμὸς Ὀρόντης Τυφῶν ἐκαλεῖτό

ποτε. μυθεύουσι δὲ ἐνταῦθα τὰ περὶ τὴν κεραύνωσιν Τυφῶνος καὶ τοὺς Ἀρίμουςκαί

φασι τὸν Τυφῶνα τυπτόμενον κεραυνῷ–εἶναι δὲ δράκοντα–φεύγεινζητοῦντα

κατάδυσιν καὶ τοῖς μὲν ὁλκοῖς ἐντεμεῖν τὴν γῆν καὶ ποιῆσαι τὸῥεῖθρον τοῦ ποταμοῦ,

καταδύντα δὲ εἰς γῆν ἀναρρῆξαι πηγήν, ὅθεν γενέσθαιτοὔνομα τῷ ποταμῷ. Ἑτέρωθι δέ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

338

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!