18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ποδάρκης Ἀχιλλεὺς κεῖται, ὥσπερ καὶ τὰ ἅρματα, ἵπποι δὲ ἵστανται καὶλαοὶ φοιτῶσι

κατὰ στρατὸν τῇ ἐπιθυμίᾳ τοῦ πολεμεῖν περιϊόντες καὶ τὴνπαράταξιν θεώμενοι. Τὸ δέ

«ἀνάκτων» ἀντὶ τοῦ δεσποτῶν. οὐ γάρ ἐστιν ἐν τῷ»ἅρματα ἀνάκτων» κυριολεκτηθῆναι

τὴν λέξιν ἀναμφιλέκτως ἐπὶ μόνωνβασιλέων. [Τοιούτου δὲ ἄνακτος χρῆσις καὶ

ἀλλαχοῦ, ὡς καὶ ἐν τῷ «αὐτὰρ ἐγὼοἴκοιο ἄναξ ἔσομαι ἡμετέροιο». ὁ δὲ τοιοῦτος ἄναξ

παράγει καὶ τὸν βαναυσώδηχειρώνακτα καὶ τὸν Ἱππώνακτα. ὅτι δὲ ἡ γενικὴ τοῦ ἄναξ

πλεονάζον ἔχει τὸταῦ, δηλοῦσιν οἱ προγεγραμμένοι ἀνακοὶ ∆ιόσκουροι, ὧν σημειώδης ὁ

τόνος,καθὰ καὶ ἡ κλητικὴ τοῦ ἄναξ ἐν τῷ «Ζεῦ, ἄνα ∆ωδωναῖε». αὐτὸ δὲ ὁμοιότηταἔχει

πρὸς τὸ γύναι, ὃ καὶ αὐτὸ ἀποβολὴν δοκεῖ παθεῖν τοῦ ˉξ καινότερον. τὰγὰρ εἰς διπλοῦν

λήγοντα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν.] (ῃ. 780–5) Ὅτι 1.541 τὸν Κατάλογον

πληρώσας ὁ ποιητής, εἶτα ἱστορήσας ἀνδρῶν καὶ ἵππων τοὺςἀρίστους ἐπὶ τὴν

Ἑλληνικὴν ἔρχεται σύνταξιν καί φησιν, ὅτι ἐπορεύοντο ὡςεἴ τε πυρὶ χθὼν πᾶσα

νέμοιτο, ἤγουν κατεσθίοιτο. παθητικῶς γὰρ εἴρηται. ∆ηλοῖδὲ ἡ παραβολὴ τὴν ἀπὸ τῶν

ὅπλων πυριλαμπῆ στιλβηδόνα, οὐ γελῶσαν, καθάπου ἐρεῖ ἐν τοῖς μετὰ ταῦτα,

νεμομένην δὲ ὡς ὑπὸ πυρός. εἶτα τὸν κτύπονπαραδηλῶν, ὃν οἱ κινούμενοι ἀπετέλουν,

φησί· «γαῖα δ' ὑπεστενάχιζεν», ὅπερκατωτέρω παθητικῶς λέγει «στεναχίζετο».

ἐστενάχιζε δὲ καὶ πυρὸς νομὴνἔπασχεν οὐχ' ἁπλῶς, ἀλλά «∆ιῒ ὡς τερπικεραύνῳ

χωομένῳ, ὅτε τ' ἀμφὶ Τυφωεῒ γαῖαν ἱμάσσει εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι

εὐνάς». οὕτως ἄρα Ἑλλήνων «ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα ἐρχομένων· μάλα δ'

ὦκα»καὶ ἑξῆς. τὸ γὰρ σύντονον τῆς κινήσεως πολὺν τὸν ἦχον ἐποίει. Καὶ ὅρα,ὅπως τὸ

ἰδίᾳ καὶ ἰδίᾳ λεχθέν, τὴν νομὴν τοῦ πυρὸς καὶ τὴν στοναχὴν τῆς γῆς,ἥνωσεν ἐπὶ τῆς

κατὰ τὸν Τυφωέα παραβολῆς, δι' ὃν ἡ γῆ κεραυνοῖς βαλλομένηκαὶ οὕτως ἱμασσομένη

καὶ καίεται καὶ στεναχίζεται. Ἡ δὲ κατὰ τὸν Τυφωέαπαραβολὴ μυθικῶς μὲν

ἐναντιουμένους ἔχει τὸν ∆ία καὶ τὸν Τυφωέα, ὃν ὁμῦθος ἑκατογκέφαλον ἀναπλάττει,

νικῶντα δὲ τὸν ∆ία λέγει κεραυνοῖςἱμάσσοντα καὶ τοιαύταις πληγαῖς, ὧν συμμετέχει

καὶ ἡ γῆ κατασκηπτόντωνεἰς αὐτήν. Ἡ δὲ μυθικὴ ἀναίδεια καὶ ὁ κατ' αὐτὴν λῆρος καὶ

ταῦτά φησιν·ἡ Γῆ ἀγανακτοῦσα ἐπὶ τῷ φόνῳ τῶν Γιγάντων διαβάλλει τὸν ∆ία τῇ Ἥρᾳ,

ἡδὲ τῷ Κρόνῳ ἐξεῖπε. καὶ αὐτὸς ἔδωκεν αὐτῇ ᾠὰ δύο, τῷ ἰδίῳ χρίσας θορῷ, καὶκατὰ γῆς

ἐκέλευσεν ἀποθέσθαι, ἀφ' ὧν ἀναδοθήσεται δαίμων ἀποστήσων τὸν ∆ία τῆς ἀρχῆς. ἡ δέ,

ὡς ἔσχεν ὀργῆς, ἔθετο αὐτὰ ὑπὸ Ἀρίμαιον τῆς Κιλικίας. ἀναδοθέντος δὲ τοῦ Τυφῶνος

Ἥρα διαλλαγεῖσα τῷ ∆ιῒ τὸ πᾶν ἐκφαίνει. ὁ δὲκεραυνώσας τὸν Τυφῶνα τὴν Σικελικὴν

Αἴτνην–ὄρος δὲ αὕτη πυρικαές–αὐτῷ ἐπέθηκεν. οἶδε τὰ μυθικὰ ταῦτα καὶ Πίνδαρος. καὶ

τοιαῦτα μὲν τὰ τοῦμύθου. Ἡ δὲ ἀλληγορία ∆ία μὲν τὸν ἀέρα νοεῖ, Τυφωέα δὲ πνεῦμα

ὑπόγεωνπυρόεν καὶ καυστικόν, ἐκ τοῦ τύφω, τὸ καίω, ὀνομασθέν, ὃς δὴ

Τυφωεὺςτοιοῦτος ὢν ἐναντιοῦταί ποτε τῷ ∆ιΐ, ὅτε δηλαδὴ ἑαυτὸν ἐκκαύσας καὶ τὴνγῆν

ἀναρρήξας ἀναδράμῃ καὶ κυκήσας τὰ περὶ γῆν, εἶτα καὶ ἐν μετεώροις τῷἀέρι ∆ιῒ

ἐμπεσών «οὐράνιον ἄχος» κατὰ τὴν τραγῳδίαν γένηται. οὐ κατακρατεῖδὲ εἰς τέλος

ὅμως τοῦ ∆ιός, ἀλλὰ μαραίνεται μὴ ἔχων εἰς τὸ πᾶν τὸν ψυχρὸν 1.542 ἀέρα στέγειν. καὶ

οὕτως ἡττᾶσθαι τοῦ ∆ιὸς λέγεται. Ὅθεν, ἡνίκα κεραυνοὶ ἐξἀέρος πίπτουσι καὶ μάλιστα

ἔνθα τυφωνικὰ ἐπιχωριάζει πνεύματα, πόλεμοςκινεῖσθαι πιθανεύεται μεταξὺ Τυφωέος

καὶ ∆ιός. (ῃ. 783) Τοιούτοις δὲ τόποιςἐναρίθμιος καὶ τὰ Ἄριμα, ἔνθα ὁ Τυφωεὺς

εὐνάζεσθαι λέγεται, τουτέστι διατρίβειν, ὡς καὶ αὐτόθι αἰκίζεσθαι. εἰ μὴ ἄρα εὐναί κατὰ

τοὺς παλαιοὺς εὐφήμωςὁ τοῦ Τυφωέως τάφος λέγεται ἢ καὶ τὴν ἀργίαν ἐκείνου

δηλοῦσιν αἱ εὐναί, ὥσπερκαὶ τὴν τοῦ Ἀχιλλέως τὸ κεῖσθαι. τὸν δὲ Τυφωέα τοῦτον οἱ

μεθ' ὍμηρονΤυφῶνα καλοῦσι, παρ' οἷς καὶ δικατάληκτόν ἐστι τὸ ὄνομα τοῦτο· Τυφῶς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

337

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!