18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐπαινοῦντες τὴν τοιαύτηνγυμναστικήν, ὅτι χρὴ τοὺς εἰωθότας κινεῖσθαι μὴ

ἀγυμναστεῖν. οὐ γὰρ ἂν λοιμώξαιεν. καὶ μετ' ὀλίγα, ὅτι, εἴγε καὶ μνηστῆρες

γυμνάζονται καὶ τὰ ἑξῆς. Σημείωσαι δέ, ὅτι, ὥσπερ εἶδος ἀκοντίου ἡ αἰγανέα, οὕτω καὶ

σίγυμνον παρὰ Λυκόφρονι καὶ γαῖος ἢ γαῖον, δόρυ ὁλοσίδηρον, παρὰ Παυσανίᾳ, ἢ

ἐμβόλειονὁλοσίδηρον. καὶ ἡ ἀγκύλη δὲ ἀκόντιόν ἐστί τι, ὅθεν καὶ οἱ ἀκοντισταὶ

ἀγκυλισταί.ἀπ' αὐτῆς δὲ καί τι ἑκηβόλον μεσάγκυλον παρωνόμασται, ὡς δηλοῖ παρ'

Εὐριπίδῃ τὸ «πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις σφενδόναις θ' ἑκηβόλοις».Ἴσως δὲ

πολυωνυμίας λόγῳ ταὐτόν ἐστιν ἀγκύλην εἰπεῖν καὶ μεσάγκυλον.τὸ δὲ ῥηθὲν σίγυμνον

σίγυννον ἕτεροι γράφουσιν, ὡς Ἀπολλώνιος· «σιγύννουςἰθὺς ἀνασχόμενοι», καί φασιν

ἀσπιδίσκια ἤγουν μικρὰ πελτάρια τὴν λέξινἀλλαχοῦ σημαίνειν, ἐνταῦθα δὲ δόρατα

ὁλοσίδηρα, καὶ εἰς μὲν σημασίαν εὖσφυρηλατοῦσιν αὐτὰ λέγοντες καὶ Κυπρίων

γλώσσης εἶναι. βάπτουσι δὲ εἰςἐτυμολογίαν οὐ μαλθακὴν φάμενοι συϊκαινά τινα εἶναι

αὐτά, ὡς δεξιὰ εἰς τὸσύας καίνειν. Ἔτι ἰστέον καί, ὅτι ἀγκύλη οὐ μόνον ἡ ἀνωτέρω

ῥηθεῖσα, ἀλλὰκαὶ ἡ καμπὴ τοῦ ἀγκῶνος καὶ ποτηρίου γένος χρήσιμον εἰς κοτάβους

παρὰ τὸἀγκύλον, τὸ ἐπικαμπὲς καὶ στρεβλὸν καὶ σκολιὸν καὶ ἐπικεκλασμένον.

ἠγκύλουν 1.539 γάρ, φασί, τὴν δεξιὰν οἱ τοὺς κοτάβους προϊέμενοι κυκλοῦντες αὐτήν,

[οὓς δὴκοττάβους ἀγκυλητοὺς Αἰσχύλος ἔφη ὁμωνύμως δόρασιν, ἅπερ ἀγκυλητὰ

καὶμεσάγκυλα ἐκάλουν ἀπὸ χειρός, φασί, δεξιᾶς. Χρῆσις δὲ κοτύλης παρά τε Βακχιλίδῃ

ἐν τῷ «εὖτε τὴν ἀπ' ἀγκύλης πίνουσι» καὶ παρὰ Κρατίνῳ ἐν τῷ»πιεῖν δὲ θάνατος οἶνον

ἂν ὕδωρ ἐπῇ» καὶ ἑξῆς ἕως τοῦ «πίνουσ' ἀπ' ἀγκύλης».]ἐκ δὲ τοῦ τοιούτου ἀγκύλου καὶ

ὁ ἀγκυλομήτης. τίς δὲ ὁ κότταβος, δηλοῦσι σὺνἄλλοις καὶ οἱ Σχολιασταὶ τοῦ Κωμικοῦ.

[Τὸ δέ «ἱέντες» πρὸς ἀκρίβειανἐννοίας κεῖται. οὐ γὰρ ἁπλῶς οἱ περὶ τὸν Ἀχιλλέα δίσκοις

τέρπονται καὶ αἰγανέαις καὶ τόξοις, ἀλλὰ ἱέντες ἐτέρποντο, τουτέστι πέμποντες.

γενικῶς δὲ ἡλέξις αὐτοῖς ἁρμόττει. δίσκος τε γὰρ ἐκ τοῦ δίκειν, ὅ ἐστιν ἀφιέναι καὶ

βάλλειν,καὶ αἰγανέα παρὰ τὸ ἄγαν ἵεσθαι, καὶ ἰὸς δέ ποτε ὁ ἐκ τόξου ἱέμενος.] (ῃ. 776)

Λωτὸς δὲ νῦν οὐχ' οἷος ἐν Ὀδυσσείᾳ ὁ γλυκὺς καὶ ἀνθρώπων ἐπαγωγός, βοτάνη δὲ

λειμωνιὰς ἵπποις εὐπρόσιτος. καὶ οὗτος μὲν ὁ λωτός, καθὰ καὶ ὁ ἐνὈδυσσείᾳ, διὰ τοῦ ˉω

μεγάλου ἔχει τὴν ἄρχουσαν. ὁ δέ γε διὰ τοῦ ˉο μικροῦ,ὁποῖος ὁ δηλούμενος ἐν τῷ

«λοτοῦ κατὰ πνεύματα μέλπει», συστέλλει τὴνἄρχουσαν παρά τισι καὶ δηλοῖ

καλαμίσκον τινά, ἐξ οὗ καὶ λόταξ λόταγος ὁ περὶτοιοῦτον λοτὸν πονούμενος. Τὸ δέ

«ἐρεπτόμενοι» ἐπὶ ἀλόγων κυρίως ἢ κατὰὀνοματοποιΐαν τινὰ ἢ μᾶλλον ἀπὸ τῆς ἔρας

ἤτοι τῆς γῆς, ἵνα ᾖ ἐρέπτεσθαι τὸ 1.540 ἀπὸ τῆς ἔρας πάσασθαι καὶ φαγεῖν. σημαίνει δέ τι

καὶ ἑτεροῖον ἡ λέξις ἐν τῷ»ποταμὸς γαῖαν ὑπέρεπτε ποδοῖιν», ἤγουν ὑπέσυρεν, ὡς οἷον

ὑπεσθίων τὴνὑπὸ τοῖς ποσὶν ἰλὺν ἐπὶ συμποδισμῷ ἥρωος. Τὸ δέ «ἐλεόθρεπτον

σέλινον»τρόπος ἐστὶν ἐτυμολογικός. σέλινον γὰρ σύγκειται ἀπὸ τοῦ σεύεσθαι ἐν

ἕλει,ἤγουν ὁρμᾶσθαι καὶ αὔξεσθαι ἐν διύγρῳ τόπῳ. τοιοῦτον γὰρ τὸ ἕλος. εἰ γοῦν

τὸσέλινον σεύεται ἐν ἕλει, εἴη ἂν ἀληθῶς ἐλεόθρεπτον ὡς ἐπὶ ἕλους τρεφόμενον.ἔστιν

οὖν ἐτυμολογία σελίνου τὸ ἐλεόθρεπτον. ἄλλο δέ, φασί, τὸ ἕλειον σέλινοντοῦτο παρὰ

τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται καὶ ὠφελεῖ τοὺςἀργοῦντας τῶν ἵππων.

Ἰστέον δέ, ὅτι τὸ μὲν ἕλος δασύνεται, ἀφ' οὗ καὶ οἱ Εἵλωτες, τὸ μέντοι ἐλεόθρεπτον

ψιλοῦται διὰ κανόνα λέγοντα, ὅτι τὸ ˉε πρὸ τοῦˉλ τῆς τρίτης συλλαβῆς καθαρευούσης

ψιλοῦσθαι θέλει. (ῃ. 777) Τὸ δέ «ἕστασαν»δασύνεται ὡς συγκοπὲν ἀπὸ τοῦ ἑστήκεσαν.

Πεπυκασμένα δὲ ἅρματα τὰἐσκεπασμένα, ὡς καὶ ἀλλαχοῦ φανήσεται, ἵνα μὴ καπνῷ

ἀεικίζωνται ἢ ἀναπιμπλῶνται κόνεως. τὸ δέ «ἵπποι ἕστασαν» καὶ «ἅρματα ἔκειτο» καὶ

«λαοὶἐφοίτων ἔνθα καὶ ἔνθα» ἔχουσί τι ἀστειότητος καὶ αὐτά, εἴπερ ὁ μὲν ποδώκηςκαὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

336

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!