Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

προγέγραπται. εἰ δέ, ὡς εἴρηται, ἔθρεψεν Ἀπόλλων, 1.535 οὐκ ἄρα μόνον ἀπόλλυσιν, ὥσπερ καὶ προδεδήλωται, ἀλλὰ καὶ μάλιστα ζωογόνος λάμπει καὶ θάλπει, ὡς οὔλιος, ὅ ἐστιν ὑγείας ποιητικός, καθὰ καὶ αὐτὸ προείρηται. (ῃ. 767) Θήλειαι δὲ ἦσαν αἱ ῥηθεῖσαι ἵπποι, ὡς καὶ ἡ βασιλικὴ Αἴθη.καὶ ὅσα τις ἐρεῖ πρὸς ἔπαινον ἐκείνης, ἁρμόττει καὶ ταύταις. οὐ γὰρ σκορακιστέοντὰ θήλεα τῶν ζῴων ὡς μὴ χρηστὰ εἰς ἔργον. οἱ δὲ παλαιοὶ ἐνταῦθά φασιν, ὅτι, ἐπειδὴ ἱκανὸν πρὸς νίκην τὸ ἱππικόν, οὐ μόνον ἄρρενας ἀλλὰ καὶ θηλείας ἤγαγον εἰς Τροίαν οἱ Ἀχαιοί, οὐ μόνον ἀφθονίας τοῦ γένους χάριν, ἀλλὰ καὶ ὅπως οἱ ἄρρενες ῥυθμίζοιντο μὴ ἐξοιστρᾶσθαι (ἔστι γὰρ μάλιστα αἰσθανόμενον ὁ ἵππος)διά τε τὸ μὴ χρεμετίζειν ἐν τοῖς λόχοις. Οἱ αὐτοὶ δὲ κἀκεῖνό φασι περὶ τοῦ»ὄτριχας οἰέτεας σταφύλῃ τὸν νῶτον ἐΐσας, ἄμφω θηλείας, φόβον Ἄρεοςφορεούσας», ὅτι συντόμως πᾶσαν ἵππων διαφορὰν περιέλαβε. διαφέρουσι γὰρἀλλήλων ἵπποι ἡλικίᾳ, χροιᾷ, μεγέθει, γένει, δυνάμει, ὧν ἡλικίαν μὲν δηλοῖτὸ οἰέτεας, χροιὰν δὲ τὸ ὄτριχας, μέγεθος δὲ τὸ σταφύλῃ ἴσας, ὅπερ τινὲς οὐδιαβήτην τὸν ἀνωτέρω ῥηθέντα ἐνόησαν, ἀλλὰ στάθμην, ἥτις, φασίν, ἐστὶσχοινίον λεπτὸν χριόμενον μίλτῳ ἢ μέλανι, ᾧ συνηγούμενοι ἀπορθοῦσι τὰ ξύλα.καὶ οὕτω μὲν ἡ σταφύλη ἡλικίαν δηλοῖ, γένος δὲ τὸ «ἄμφω θηλείας», δύναμινδὲ τὸ «φόβον Ἄρεος φορεούσας». λέγει γὰρ δεινὰς αὐτὰς εἶναι πονεῖσθαι περὶπόλεμον. Ἀλλαχοῦ μὲν γὰρ ἵππων ἀρετὴν ἐκτιθέμενος δεξιοὺς εἶπεν εἶναιδιώκειν καὶ αὖθις ἐν καιρῷ φέβεσθαι ἤτοι φεύγειν, ἀταράχως δηλαδή. ἐνταῦθαδὲ τῷ τοῦ φόβου ὀνόματι, ἤτοι τῆς ἐν δέοντι φυγῆς, ἀφῆκε κατὰ λόγον συντομίαςσυννοεῖσθαι καὶ τὸ διώκειν. ὁ δὲ ῥηθεὶς φόβος καὶ ταχυτῆτα ἵππων ἔοικε δηλοῦν,ὡς πολλῶν τοὺς ταχεῖς ἵππους λεγόντων φεύγειν, ὅ ἐστι συντόνως τρέχειν, οἷατῶν φευγόντων μάλιστα τὸν δρόμον ἐπιτεινόντων, ὡς δηλοῖ καὶ παροιμίαἡ ἐπ' ἀνθρώπων λέγουσα «θέειν τὸν περὶ ψυχῆς», ὁποῖόν τι καὶ παρὰ Ἡροδότῳδηλοῖ τὸ «περὶ τοῦ παντὸς ἤδη δρόμου θέοντες». καὶ αὐτὸ γὰρ ἐπὶ ἀνθρώπωντὸν περὶ ψυχῆς δρόμον ἐμφαίνει. Τινὲς δὲ τὸ «φόβον Ἄρεος φορεούσας» εἶπονἀντὶ τοῦ ἀπτοήτως φευγούσας, ἕτεροι δὲ τὰς μὴ φοβουμένας. ὡς γὰρ λύπηνφέρειν τὸ μὴ λυπεῖσθαι, οὕτω καὶ φόβον φέρειν τὸ μὴ φοβεῖσθαι. ἄλλοι φόβονἌρεος τὸν ἐκ σιδήρου καυτῆρα ἐνόησαν–Ἄρης γὰρ καὶ ὁ σίδηρος–ἵνα1.536 λέγῃ ἐγκεκαῦθαι αὐταῖς ἀπὸ σιδήρου σφραγῖδα. ἤρεσε δέ τισι καὶ δόρυ ἐνταῦθαεἰπεῖν τὸν τοῦ Ἄρεος φόβον, ὡς δόρατος ἐγκεκαυμένου αὐταῖς εἰς ἐπίσημον.ὅρα δέ, ὅτι περὶ μὲν τὰς Εὐμήλου ἵππους πλέον ἀπησχόλησεν ἑαυτὴν ἡ Μοῦσα,τοὺς δὲ τοῦ Ἀχιλλέως ἐν ὀλιγίστῳ ἐσέμνυνε, παῦρα μὲν εἰποῦσα, μάλα δὲλιγέως. ὡς γὰρ Ἀχιλλεὺς πολὺ φέρτερος ἀνδρῶν, οὕτως οἱ αὐτοῦ ἵπποιφέρτεροι δηλαδὴ τῶν λοιπῶν ἵππων, εἰ καὶ ὁ ποιητὴς ἐνέλειψε τοῦτο εἰπεῖν διὰτὸ πάντῃ σαφὲς [ἢ καὶ διὰ τὸ εὐλόγως ὑπονοεῖσθαι, ὡς ὁ εἰς πᾶν ἀμύμωνἈχιλλεὺς καὶ ὄχ' ἄριστος, ταὐτὸν δ' εἰπεῖν καὶ μέγ' ἄριστος, ἀνάλογον ἄν, ὡςεἰκός, ἐχρῆτο καὶ ἵπποις, οἳ οὐκ ἂν ᾔσχυνον αὐτῷ τὴν ἀρετήν.] Ἐνταῦθα δὲσημείωσαι, ὅτι βραχὺς ἔπαινος ἀντισηκῶσαί ποτε δύναται πρὸς πλατὺ ἐγκώμιον.οὐ γὰρ οὕτω σεμνὰ τὰ πολλὰ τὰ ἐπὶ ταῖς Εὐμήλου ἵπποις, ὡς ὁ ἐπίτροχος οὗτοςἔπαινος τῶν Ἀχιλλέως ἵππων. παραφράσαντα γὰρ τὸ τοῦ Εὐριπίδου εἰπεῖν, οὐποικίλων δεῖ τὸ αὐτόθεν μέγα ἑρμηνευμάτων. καὶ ἄλλως δέ, τούτους μὲν ὁἐπιὼν διαδείξει καιρός, ὥστε οὐ χρὴ νῦν πολυλογεῖν ἐπ' αὐτοῖς. αἱ τοῦ Εὐμήλουδὲ οὐ πάνυ τι φανητιάσουσι, διὸ ἐδέησεν ἐπὶ πλέον ἐνταῦθα συστῆσαι αὐτάς.οὕτω καὶ τὸν Αἴαντα ἐν τῷ Καταλόγῳ πάντῃ ἀσεμνολόγητον εἴασε καὶ τὸνὈδυσσέα. αὐτὰ γὰρ ἐν τοῖς ἑξῆς τὰ μεγάλα ἔργα σεμνυνεῖ τοὺς ἥρωας. [ὅτι δὲοὐ τέθριππον ἀπήρτιζον αἱ καλαὶ ἵπποι τοῦ Εὐμήλου, ἀλλὰ δύο μόναι αὐτῷ ἦσαν,δηλοῦται ἐν τῷ «ἄμφω θηλείας».] Ὅρα δὲ καί, ὅτι οὐκ εὐθὺς μετὰ τὰς ἵππους Εὐμήλου ἔθετο τοὺς τοῦ Ἀχιλλέως, ἀλλὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 334

μεσολαβήσας τὸν Τελαμώνιον καὶ τὸν Ἀχιλλέα, εἶτα τοὺς αὐτοῦ ἵππους ἐξεφώνησε. Τοῦτο δὲ καὶ σχῆμα καινότερονἐποίησε καὶ εὐκρίνειαν δὲ εἰργάσατο τῇ συνεχείᾳ τοῦ λόγου. παρέθετο γὰρ τῷπερὶ Ἀχιλλέως λόγῳ τοὺς αὐτοῦ ἵππους. πεποίηκε δὲ καὶ συντομίαν τῇ ἐλλείψει,ὡς πρὸ ὀλίγου γέγραπται. Οὕτω δὲ περιώνυμος καὶ τὰ εἰς τροφὴνἵππων ὁ Ἀχιλλεύς, ὥστε καὶ κριθαὶ Ἀχίλλειαι λέγονται, ὁποίας ἂν ἤσθιον οἱ Ἀχιλλέως ἵπποι, ὥσπερ δὴ καὶ σπόγγος Ἀχίλλειος λεπτότατος, φασί, καὶ πυκνότατος καὶ ἰσχυρότατος, ὃν ὑπὸ τὰ κράνη καὶ τὰς κνημῖδας τιθέασιν. ὃςκαὶ ἧττον πληγεὶς ποιεῖ, φασί, ψόφον. σπανιώτατοι δὲ οἱ τοιοῦτοι, φασί,γίνονται. [Λέγεται δὲ καὶ ἐν Μιλήτῳ κρήνη εἶναι, ἥτις Ἀχίλλειος ἐκαλεῖτο,ἧς τὸ μὲν ῥεῦμα γλυκύτατον, τὸ δ' ἐφεστηκὸς ἁλμυρόν. ἀφ' ἧς καὶ περιρράνασθαίφασι τὸν ἥρωα οἱ Μιλήσιοι, ὅτε ἀπέκτεινε Τράμβηλον, τὸν τῶν Λελέγων βασιλέα,οὗ μνεία καὶ ἐν τοῖς κατὰ τὸν Λυκόφρονα. Ἰστέον δέ, ὡς, εἴγε τῷ γλυκεῖἐφέστηκεν, ὡς ἐρρέθη, προσεχῶς τὸ ἁλμυρόν, καινὸν οὐδὲν καὶ τὸν Τιταρήσιον 1.537 ἐπιτρέχειν ἄμικτον τῷ Πηνειῷ διὰ τὸ ἐλαιῶδες, ὡς ἐν τοῖς εἰς τὴν Βοιωτίανγέγραπται. οὕτω δὲ καὶ ἐν τῇ νήσῳ Τήνῳ κρήνη λέγεται εἶναι, ἧς τῷ ὕδατιοἶνος οὐ μίσγεται.] (ῃ. 768 ς.) Τὸ δέ «μέγα ἄριστος» ταὐτὸν τῷ πρὸ μικροῦῥηθέντι τῷ «ὄχ' ἄριστος». [Ἴσως δὲ πλεῖόν τι τούτου ἐκεῖνο δηλοῖ. διὸ ζητήσαςτὸν ὄχ' ἄριστον καὶ μαθὼν μέγ' ἄριστον εἶναι τὸν Αἴαντα, ὡς καὶ μέγ' ἀρίσταςἵππους τὰς τοῦ Εὐμήλου, οὐκ ἠξίωσε τὸν Ἀχιλλέα οὕτω καλέσαι ἀλλὰ πολὺφέρτατον, ὡς τοῦτο ὂν τὸ ὄχ' ἄριστος. δοκοῦσι δὲ καὶ οἱ τοῦ Ἀχιλλέωςἵπποι τοῦτο ἔχειν.] ὅρα δὲ καί, ὅτι τὸ φορέεσκον, ἤτοι ἐφόρουν καὶ ἔφερον,ἐπὶ ἐμψύχου ἐνταῦθα κεῖται, τοῦ Ἀχιλλέως δηλαδή. (ῃ. 772–9) Ὅτι ἐν μὲν τοῖς ἑξῆς ἀπομηνῖσαι τὸν Ἀχιλλέα ὁ ποιητὴς ἐρεῖ, τουτέστιν ἀποθέσθαιτὴν μῆνιν, ἐνταῦθα δὲ εἰπών, ὅτι ἐν νήεσσιν ἔκειτο ἀπομηνίσας Ἀγαμέμνονι,τὴν ἐπιμονὴν δηλοῖ τῆς μήνιδος. κεῖται γὰρ ἡ ˉἀˉπˉο πρόθεσις ἀργή, ὡς καὶ ὅτε τιςλέγει ἀπομνημονεύειν χάριτος, ἐξ οὗ καὶ τὸ ἀπομνημόνευμα. οὕτω δὲ καὶ τὸἀπαντᾶν ἀδιάφορον πρὸς τὸ ἀντᾶν καὶ τὸ ἄνδρ' ἀπαμύνασθαι ἀντὶ τοῦ ἀμύνασθαι·ὅμοιον δὲ καὶ τὸ ἀπέχθεσθαι. περιττὴ δὲ ὁμοίως ἡ πρόθεσις καὶ ἐν τῷ ἀπ'οὐρανόθεν καὶ ἀπονόσφι. [Ὅτι δ' ἐνταῦθα τὸ ἀπομηνῖσαι ταὐτόν ἐστι τῷμηνῖσαι, δῆλον ἐξ Ὁμήρου εἰπόντος ἀνωτέρω μέγ' ἄριστον Αἴαντα εἶναι, ὄφρ'Ἀχιλλεὺς μήνιε, καὶ ἐπαγαγόντος τὸ ἀπομηνίσας ταὐτὸν ὂν τῷ μηνίσας.] Πάνυ δὲ ἐν τῇ Βοιωτίᾳ κατεπύκνωσε τὸν λόγον τῇ τοῦ Ἀχιλλέως μνήμῃ, ὅσγε καὶ νῦν μάλιστα μνείαν ἔχει αὐτοῦ καὶ τῶν περὶ αὐτὸν λέγων, ὅτι «λαοὶ δὲπαρὰ ῥηγμῖνι θαλάσσης», ὅ ἐστιν αἰγιαλῷ, διὰ τὴν ἐκ πολέμου ἀργίαν, «δίσκοισιτέρποντο καὶ αἰγανέῃσιν ἱέντες τόξοισί τε· ἵπποι δὲ παρ' ἅρμασιν [οἷσιν», ἤγουνἰδίοις,] «ἕκαστος λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον [ἕστασαν,] ἅρματαδ' εὖ πεπυκασμένα κεῖτο [ἀνάκτων] ἐν κλισίῃς· οἳ δ' ἀρχὸν ἀρηΐφιλον ποθέοντεςφοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδ' ἐμάχοντο». καὶ ὅρα τὸ «ἀρχὸν ποθέοντες», ὡς οὐ μόνον ἐπὶ τεθνεῶτος ἀρχηγοῦ λέγεται, καθὰ ἐπὶ Πρωτεσιλάου,ἀλλὰ καὶ ἐπὶ ζῶντος. οὕτω γὰρ καὶ τὸν Φιλοκτήτην ἐπόθουν οἱ αὐτοῦ καὶ τὸνἈχιλλέα οἱ περὶ αὐτόν. (ῃ. 774) ∆ίσκοι δέ, ὡς καὶ ἐν Ὀδυσσείᾳ, λίθοι στρογγύλοι, οὓς χειριζόμενοι ἐρρίπτουν εἰς μῆκος οἱ γυμναζόμενοι. εἰ δὲ ἦν ἐκ σιδήρου,σόλος τὸ τοιοῦτον ἐλέγετο. γίνεται δὲ δίσκος ἀπὸ τοῦ δίκω, τὸ βάλλω καὶ ἀφίημι,πλεονασμῷ τοῦ ˉσ. ἐκ τούτου δὲ καὶ δίκτυον, τὸ κατὰ ὑγροῦ ἀφιέμενον, ὡς καὶ 1.538 βόλος ἀπὸ τοῦ βάλλειν. Αἰγανέα δὲ εἶδος ἀκοντίου ἐλαφροῦ παρὰ τὸ ἄγανἵεσθαι, ἤτοι πέμπεσθαι, ἢ διὰ τὸ δεξιὸν εἶναι εἰς θήραν αἰγῶν κατὰ τοὺςπαλαιούς, οἵ φασι καί, ὅτι αἰγανέα, ἧς ἡ ἀγκύλη ἐξ αἰγείου δορᾶς. Λέγουσι δὲἀγκύλην τὴν τῆς αἰγανέας λαβήν. κεῖται δὲ ὁ στίχος οὗτος καὶ ἐν Ὀδυσσείᾳ ἐπὶτῶν μνηστήρων. διὸ καὶ λέγουσιν ἐνταῦθα οἱ παλαιοὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 335

προγέγραπται. εἰ δέ, ὡς εἴρηται, ἔθρεψεν Ἀπόλλων, 1.535 οὐκ ἄρα μόνον ἀπόλλυσιν,

ὥσπερ καὶ προδεδήλωται, ἀλλὰ καὶ μάλιστα ζωογόνος λάμπει καὶ θάλπει, ὡς οὔλιος, ὅ

ἐστιν ὑγείας ποιητικός, καθὰ καὶ αὐτὸ προείρηται. (ῃ. 767) Θήλειαι δὲ ἦσαν αἱ ῥηθεῖσαι

ἵπποι, ὡς καὶ ἡ βασιλικὴ Αἴθη.καὶ ὅσα τις ἐρεῖ πρὸς ἔπαινον ἐκείνης, ἁρμόττει καὶ

ταύταις. οὐ γὰρ σκορακιστέοντὰ θήλεα τῶν ζῴων ὡς μὴ χρηστὰ εἰς ἔργον. οἱ δὲ παλαιοὶ

ἐνταῦθά φασιν, ὅτι, ἐπειδὴ ἱκανὸν πρὸς νίκην τὸ ἱππικόν, οὐ μόνον ἄρρενας ἀλλὰ καὶ

θηλείας ἤγαγον εἰς Τροίαν οἱ Ἀχαιοί, οὐ μόνον ἀφθονίας τοῦ γένους χάριν, ἀλλὰ καὶ

ὅπως οἱ ἄρρενες ῥυθμίζοιντο μὴ ἐξοιστρᾶσθαι (ἔστι γὰρ μάλιστα αἰσθανόμενον ὁ

ἵππος)διά τε τὸ μὴ χρεμετίζειν ἐν τοῖς λόχοις. Οἱ αὐτοὶ δὲ κἀκεῖνό φασι περὶ

τοῦ»ὄτριχας οἰέτεας σταφύλῃ τὸν νῶτον ἐΐσας, ἄμφω θηλείας, φόβον

Ἄρεοςφορεούσας», ὅτι συντόμως πᾶσαν ἵππων διαφορὰν περιέλαβε. διαφέρουσι

γὰρἀλλήλων ἵπποι ἡλικίᾳ, χροιᾷ, μεγέθει, γένει, δυνάμει, ὧν ἡλικίαν μὲν δηλοῖτὸ

οἰέτεας, χροιὰν δὲ τὸ ὄτριχας, μέγεθος δὲ τὸ σταφύλῃ ἴσας, ὅπερ τινὲς οὐδιαβήτην τὸν

ἀνωτέρω ῥηθέντα ἐνόησαν, ἀλλὰ στάθμην, ἥτις, φασίν, ἐστὶσχοινίον λεπτὸν χριόμενον

μίλτῳ ἢ μέλανι, ᾧ συνηγούμενοι ἀπορθοῦσι τὰ ξύλα.καὶ οὕτω μὲν ἡ σταφύλη ἡλικίαν

δηλοῖ, γένος δὲ τὸ «ἄμφω θηλείας», δύναμινδὲ τὸ «φόβον Ἄρεος φορεούσας». λέγει γὰρ

δεινὰς αὐτὰς εἶναι πονεῖσθαι περὶπόλεμον. Ἀλλαχοῦ μὲν γὰρ ἵππων ἀρετὴν ἐκτιθέμενος

δεξιοὺς εἶπεν εἶναιδιώκειν καὶ αὖθις ἐν καιρῷ φέβεσθαι ἤτοι φεύγειν, ἀταράχως

δηλαδή. ἐνταῦθαδὲ τῷ τοῦ φόβου ὀνόματι, ἤτοι τῆς ἐν δέοντι φυγῆς, ἀφῆκε κατὰ λόγον

συντομίαςσυννοεῖσθαι καὶ τὸ διώκειν. ὁ δὲ ῥηθεὶς φόβος καὶ ταχυτῆτα ἵππων ἔοικε

δηλοῦν,ὡς πολλῶν τοὺς ταχεῖς ἵππους λεγόντων φεύγειν, ὅ ἐστι συντόνως τρέχειν,

οἷατῶν φευγόντων μάλιστα τὸν δρόμον ἐπιτεινόντων, ὡς δηλοῖ καὶ παροιμίαἡ ἐπ'

ἀνθρώπων λέγουσα «θέειν τὸν περὶ ψυχῆς», ὁποῖόν τι καὶ παρὰ Ἡροδότῳδηλοῖ τὸ «περὶ

τοῦ παντὸς ἤδη δρόμου θέοντες». καὶ αὐτὸ γὰρ ἐπὶ ἀνθρώπωντὸν περὶ ψυχῆς δρόμον

ἐμφαίνει. Τινὲς δὲ τὸ «φόβον Ἄρεος φορεούσας» εἶπονἀντὶ τοῦ ἀπτοήτως φευγούσας,

ἕτεροι δὲ τὰς μὴ φοβουμένας. ὡς γὰρ λύπηνφέρειν τὸ μὴ λυπεῖσθαι, οὕτω καὶ φόβον

φέρειν τὸ μὴ φοβεῖσθαι. ἄλλοι φόβονἌρεος τὸν ἐκ σιδήρου καυτῆρα ἐνόησαν–Ἄρης γὰρ

καὶ ὁ σίδηρος–ἵνα1.536 λέγῃ ἐγκεκαῦθαι αὐταῖς ἀπὸ σιδήρου σφραγῖδα. ἤρεσε δέ τισι καὶ

δόρυ ἐνταῦθαεἰπεῖν τὸν τοῦ Ἄρεος φόβον, ὡς δόρατος ἐγκεκαυμένου αὐταῖς εἰς

ἐπίσημον.ὅρα δέ, ὅτι περὶ μὲν τὰς Εὐμήλου ἵππους πλέον ἀπησχόλησεν ἑαυτὴν ἡ

Μοῦσα,τοὺς δὲ τοῦ Ἀχιλλέως ἐν ὀλιγίστῳ ἐσέμνυνε, παῦρα μὲν εἰποῦσα, μάλα δὲλιγέως.

ὡς γὰρ Ἀχιλλεὺς πολὺ φέρτερος ἀνδρῶν, οὕτως οἱ αὐτοῦ ἵπποιφέρτεροι δηλαδὴ τῶν

λοιπῶν ἵππων, εἰ καὶ ὁ ποιητὴς ἐνέλειψε τοῦτο εἰπεῖν διὰτὸ πάντῃ σαφὲς [ἢ καὶ διὰ τὸ

εὐλόγως ὑπονοεῖσθαι, ὡς ὁ εἰς πᾶν ἀμύμωνἈχιλλεὺς καὶ ὄχ' ἄριστος, ταὐτὸν δ' εἰπεῖν

καὶ μέγ' ἄριστος, ἀνάλογον ἄν, ὡςεἰκός, ἐχρῆτο καὶ ἵπποις, οἳ οὐκ ἂν ᾔσχυνον αὐτῷ τὴν

ἀρετήν.] Ἐνταῦθα δὲσημείωσαι, ὅτι βραχὺς ἔπαινος ἀντισηκῶσαί ποτε δύναται πρὸς

πλατὺ ἐγκώμιον.οὐ γὰρ οὕτω σεμνὰ τὰ πολλὰ τὰ ἐπὶ ταῖς Εὐμήλου ἵπποις, ὡς ὁ

ἐπίτροχος οὗτοςἔπαινος τῶν Ἀχιλλέως ἵππων. παραφράσαντα γὰρ τὸ τοῦ Εὐριπίδου

εἰπεῖν, οὐποικίλων δεῖ τὸ αὐτόθεν μέγα ἑρμηνευμάτων. καὶ ἄλλως δέ, τούτους μὲν

ὁἐπιὼν διαδείξει καιρός, ὥστε οὐ χρὴ νῦν πολυλογεῖν ἐπ' αὐτοῖς. αἱ τοῦ Εὐμήλουδὲ οὐ

πάνυ τι φανητιάσουσι, διὸ ἐδέησεν ἐπὶ πλέον ἐνταῦθα συστῆσαι αὐτάς.οὕτω καὶ τὸν

Αἴαντα ἐν τῷ Καταλόγῳ πάντῃ ἀσεμνολόγητον εἴασε καὶ τὸνὈδυσσέα. αὐτὰ γὰρ ἐν τοῖς

ἑξῆς τὰ μεγάλα ἔργα σεμνυνεῖ τοὺς ἥρωας. [ὅτι δὲοὐ τέθριππον ἀπήρτιζον αἱ καλαὶ

ἵπποι τοῦ Εὐμήλου, ἀλλὰ δύο μόναι αὐτῷ ἦσαν,δηλοῦται ἐν τῷ «ἄμφω θηλείας».] Ὅρα

δὲ καί, ὅτι οὐκ εὐθὺς μετὰ τὰς ἵππους Εὐμήλου ἔθετο τοὺς τοῦ Ἀχιλλέως, ἀλλὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

334

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!