18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τουτέστιν οἱ μὲν Ἕλληνες πάντες μεγάλοι καὶ [ἴσοι ἢ] ἀμφήριστοι τὴν ἀρετήν. διὸ καὶ

χρεία ἦν τῆς ἐκ Μουσῶν διακρίσεως καὶ τῆςἐκεῖθεν ἐπὶ τοῖς Ἀχαιοῖς καὶ τοῖς κατ'

αὐτοὺς ἀφηγήσεως, ἐπὶ δὲ τῶν Τρώων,ἐν οἷς μόνος Ἕκτωρ διεφαίνετο, περιττὸν ἡ τῆς

Μούσης ἐπίκλησις. Ἔτι φασὶν οἱ παλαιοί, ὅτι παρὰ Μούσης τὴν ψῆφον ὁ ποιητὴς ἐπάγει,

ὅπως μὴ λέγων αὐτὸςλυπεῖν τινας ἢ χαρίζεσθαι δοκοίη, καὶ ὅτι τὰς Εὐμήλου ἵππους

προκρίνει διὰτὴν παροιμίαν, ἐν ᾗ ἐπικρίνεται ἵππος Θετταλική. εἰ δὲ προὔχουσι, φασίν,

αἱτοῦ Ἀχιλλέως ὡς ἐκ θεῶν, ἀλλὰ καὶ αὐταὶ Θεσσαλὸν ἡνίοχον ἔχουσι. καὶ ὅτισπέρματα

προκαταβάλλει ἐνταῦθα τῇ ἐπὶ τῷ Πατρόκλῳ ἱπποδρομίᾳ καὶ τῇἀριστείᾳ τῶν τοῦ

Εὐμήλου ἵππων, εἰ μὴ βλαβεῖεν· εἰ γὰρ δευτερεύουσιναὗται τῶν τοῦ Ἀχιλλέως, εἰκότως

ἐκεῖ τῶν λοιπῶν ἵππων τὸ πρωτεῖονἐλπισθήσονται ἀποίσεσθαι. (ῃ. 763) Φηρητιάδην δὲ

ἢ μάλιστα τὸν Ἄδμητονλέγει, τὸν Φέρητος μὲν υἱόν, πατέρα δὲ Εὐμήλου, ἢ καὶ αὐτὸν

ἴσως τὸν Εὔμηλονὡς ἔγγονον Φέρητος, οὗπερ ἡ ἄρχουσα ἐξετάθη ἐν τῷ Φηρητιάδης διὰ

μέτρον,ὅπερ καὶ ἐν τῷ Μηθώνη γέγονε. καὶ αὐτὸ γάρ, ὡς προείρηται, ἐκ τῆς

Μεθώνηςὁμοίως ἐκτέταται. [(ῃ. 764) Τὸ δέ «ἔλαυνεν» ἱππευτικὴ λέξις

ἁρματηλάταιςοἰκεία καὶ τοῖς ἄλλως ἁπλῶς ἱππεύουσι. πλὴν ἐλαύνεται τροπικῶς καὶ

σίδηροςκαὶ τάφρος καὶ τεῖχος πόλεως καὶ ἕτερα.] Τὸ δὲ ποδώκεας Ἀπίων καὶ Ἡρόδωρος

οὐκ εὐλόγως προπαροξύνεσθαι λέγουσι. τὰ γὰρ εἰς ˉυˉς ὀξυνόμενα, φυλάττοντα ἐν τῇ

συνθέσει τὴν αὐτὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, οἷον δριμύςἄδριμυς, τραχύς

ἄτραχυς. μὴ οὕτω δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος, ἵσταται,φασίν, ἐπὶ ὀξείας, οἷον

ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής, βαθύς ἀβαθής.οὕτω γοῦν καὶ ὠκύς ποδωκής,

ὥστε κατ' αὐτοὺς καὶ ἡ ποδωκὴς ἵππος 1.532 ὀξυτόνως ὤφειλε καὶ τὸ πληθυντικὸν

ποδωκέες. Τὸ μέντοι «ποδώκης Ἀχιλλεύς»οὐ παρασαλεύουσιν οἱ ῥηθέντες, ἀλλά φασιν,

ὅτι τὸ «ποδώκης Ἀχιλλεύς» εἰςἰδιότητα τοῦ ἥρωος βεβαρυτόνηται. Τὸ δέ «ὄρνιθας ὥς»

παραβολὴ μέν ἐστισύντομος, τὸ πολὺ δὲ τοῦ τάχους παραδείκνυσιν ὥσπερ ἀλλαχοῦ τὸ

ποδήνεμον.[δῆλον δὲ ὡς ὄρνιθας ἐνταῦθα λέγει οὐ τοὺς ἁπλῶς, ἀλλὰ ὠκυπέτας τινάς,

κατὰτὸ «θάσσονας ἰρήκων ἵππους εὔξεται εἶναι».] (ῃ. 765) Τὸ δέ «ὄτριχας»συγκέκοπται

μὲν ἐκ τοῦ ὁμοιότριχας, ψιλοῦται δὲ διὰ τὸ ἐπαγόμενον ˉτ, ὡς καὶτὸ ὀτρύνω καὶ Ὀτρεύς

καὶ ὄτοβος καὶ τὰ ὅμοια. ὅτε δὲ συνέκειτο τῷ ˉμ ἐν τῷὁμοιότριχες, τότε διὰ κανόνα

ἕτερον ἐδασύνετο. Τὸ δέ «οἰέτεας» δηλοῖ μὲν τὸὁμοέτεας ἤτοι ὁμοχρόνους, συνεκόπη δὲ

ὁμοίως καὶ αὐτὸ καὶ ὀφεῖλον εἶναιὁέτεας ἐμηκύνθη πλεονασμῷ τοῦ ˉι διὰ μέτρου

εὐχρηστίαν καὶ εὐθὺς ἐψιλώθηκανονικῶς καὶ αὐτό. Ἐνταῦθα δὲ σημείωσαι, ὅτι εἰ καὶ

εὕρηται παρὰ τοῖςὕστερον Ἀττικοῖς θηλυκὸν σύνθεμα ἐκ τοῦ ἔτους εἰς ˉιˉς λῆγον καὶ

διὰ τοῦ ˉδˉοˉςκλινόμενον, ὡς δηλοῦσι καὶ αἱ τριακοντούτιδες σπονδαί, ἀλλ' ὁ ποιητὴς

ἵππουςοἰέτιδας δυνάμενος εἰπεῖν οἰέτεας λέγει διὰ τοῦ ˉη πάντως γράφων τὸ

οἰέτηςἵππος τὸ θηλυκὸν καὶ διὰ τοῦ ˉεˉοˉς κλίνων Ἰωνικῶς. οἰέτεος γάρ, οὗ

αἰτιατικὴπληθυντικὴ οἰέτεας. Ἔτι κἀκεῖνο σημείωσαι, ὅτι, εἰ καὶ οἱ μεθ' Ὅμηρον τὰ εἰς

ˉηˉς ὀνόματα τὰ ἀπὸ τοῦ ἔτους ὀξύνουσι καὶ τὴν αὐτὴν κλίσιν καὶ τὸν αὐτὸν

τόνοντηροῦσιν ἔν τε ἀρσενικῷ γένει ἔν τε θηλυκῷ, οἷον ὁ διετής τοῦ διετέος καὶ ἡ

διετής τῆς διετέος, καὶ οὕτω κατ' αὐτοὺς ἀναλόγως οἰετής οἰετέος ὤφειλεν εἶναικαὶ τὸ

πληθυντικὸν οἰετέας, ἀλλ' ὁ ποιητὴς βαρύνει τὰ τοιαῦτα, ὡς δῆλον καὶἐκ τοῦ ἑξέτε'

ἀδμήτην. διὸ καὶ τὸ οἰέτεας ἐνταῦθα προπαροξυτόνως ἐκφέρει.ἐξηκολούθησε γὰρ κατὰ

τοὺς παλαιοὺς τὸ οἰέτης τῷ εὐνέτης, γαμέτηςκαὶ τοῖς τοιούτοις, ἐν οἷς μόνον τὸ εὑρετής

σεσημείωται. οἱ δ' αὐτοί φασι καί,ὅτι Ὁμηρικὸν τὸ ποδώκης βαρυτόνως. οἱ μέντοι πρὸ

ὀλίγου ῥηθέντες Γραμματικοὶ ἀπηλεγέως κατακρίνουσι τὸ οἰέτεας ὡς παραλόγως

προπαροξυνόμενον 1.533 λέγοντες, ὅτι τὰ εἰς ˉοˉς οὐδέτερα δισύλλαβα ποιοῦντα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

332

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!