18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τῶν πρὸς τῷ Μαιάνδρῳ, καὶ ἄλλοι συχνοὶ [φάμενοι, ὡς Μάγνητες οἱ ἐπὶ

Μαιάνδρουποταμοῦ ∆ελφῶν εἰσιν ἄποικοι.] καὶ Μαγνησία δὲ πόλις ἐστὶν ἐκεῖσε. Τῆς

δὲκατοικήσεως τῶν Ὁμηρικῶν Μαγνήτων σημεῖα καὶ ταῦτα παρὰ τῷ Στράβωνιδίχα τῶν

πρὸ ὀλίγου ῥηθέντων περὶ Κραννῶνος καὶ Γυρτῶνος. Φεραὶ πέρας,φησί, τῶν

Πελασγικῶν πεδίων πρὸς τῇ Μαγνησίᾳ, ἃ παρατείνει μέχρι Πηλίουστάδια ἑκατὸν

ἑξήκοντα. λέγει δὲ καί, ὅτι πρόκεινται Μαγνήτων νῆσοι, Σκίαθος, Πεπάρηθος, Σκῦρος

καὶ ἕτεραι. ὁ γοῦν ταύτας εἰδὼς εἰδείη ἂν καὶ τὴναὐτῶν περαίαν Μαγνησίαν. ἐν δὲ τῷ

τοιούτῳ τόπῳ λέγει ὁ Γεωγράφος καί,ὅτι μάλιστα δὲ ἐν ὀνόματι, τουτέστιν ὀνομαστή, ἡ

Σκῦρος διὰ τὴν Λυκομήδουςπρὸς Ἀχιλλέα οἰκειότητα καὶ τὴν τοῦ Νεοπτολέμου ἐκεῖ

γέννησιν καὶ τροφήν.Ὁ αὐτός φησι καί, ὅτι τυφλῶς καὶ οὐ γνωρίμως διασαφεῖ ὁ

ποιητὴς τοὺς Μάγνητας ἐν τῷ εἰπεῖν· «οἳ περὶ Πηνειὸν καὶ Πήλιον ναίεσκον».

ὑποδηλῶν δὲ καὶ εἰςὅσον ὁ ποιητὴς τοὺς παρ' αὐτῷ τούτους Μάγνητας ἐστενοχώρησε

λέγει, ὅτι Μάγνητας τούτους νομιστέον τοὺς ἐντὸς τῶν Τεμπῶν ἀπὸ Πηνειοῦ καὶ Ὄσσης

ἕως Πηλίου. ἐπεὶ δὲ καὶ συγκεχύσθαι δοκοῦσιν οἱ Μάγνητες, αἰτιᾶται τῆς συγχύσεως

ταύτης μεταστάσεις αὐτῶν καὶ ἐξαλλάξεις καὶ ἐπιμίξεις πολιτειῶνλέγων καί, ὅτι

πολλὰς πόλεις ὁ ποιητὴς ἀριθμήσας ἀπὸ τῆς Μαγνήτιδος οὐδέναςτούτων ὠνόμασε

Μάγνητας, ἀλλ' ἐστενοχώρησε τὸν Μαγνητικὸν κατάλογονεἰς τοὺς περὶ Πηνειὸν καὶ

Πήλιον, ὅπερ εἰνοσίφυλλον λέγει, ὡς καὶ πρὸ τούτου 1.529 τὸ ἐν Ἰθάκῃ Νήριτον. Ἰστέον

δέ, ὅτι καὶ ὁ ἐκ Νεφέλης Κένταυρος Μάγνης ἦν, ὡς ἐν τοῖς τοῦ Πινδάρου δηλοῦται, ὃς

καὶ Μαγνησίαις ἵπποις συναναχρωνύμενος ἐκ τοιούτου σπέρματος τοὺς

Ἱπποκενταύρους ἔφηνε, καὶ ὅτι Μάγνητεςἐκλήθησαν ἀπὸ ἀνδρὸς ἐπιφανοῦς. Μάγνης

γάρ, φασίν, εἷς τῶν Αἰολιδῶν, ὑπὸτὸ Πήλιον ὄρος κτίσας πόλιν ἀπὸ τῆς γυναικὸς

Μελίβοιαν ἐκάλεσεν, ὕστερονδὲ τὴν πᾶσαν χώραν Μαγνησίαν. τούτου Ἀλέκτωρ, οὗ

Αἵμων, οὗ Ὑπέροχος, οὗ ἔγγονος Τενθρηδών, ὁ τοῦ ῥηθέντος Προθόου πατήρ. Ἰστέον δὲ

καί, ὅτι ἐκτῶν προρρηθέντων Ἀσιανῶν Μαγνήτων ἡ Ἡράκλεια λίθος ἦν. Φησὶ

γοῦνΑἴλιος ∆ιονύσιος οὕτω· «Ἡράκλεια ἡ καὶ Μαγνησία. δεκαοκτὼ δὲ πόλεις

Ἡράκλειαι, ἐξ ὧν μία Λυδίας, ὅθεν ὁ Ἡρακλεώτης λίθος, ὁ ὑφ' ἡμῶν λεγόμενοςΜάγνης,

ὁ ἐπισπώμενος τὸν σίδηρον». (ῃ. 760) Ὅτι ἐνταῦθα περατώσας Ὅμηρος τὸν Ἑλληνικὸν

Κατάλογον ἐπάγει καθιστῶν τὸν λόγον συμπληρωτικῶς· «οὗτοι ἂρ ἡγεμόνες ∆αναῶν

καὶ κοίρανοι ἦσαν», τουτέστιν ἤδη συνεπλήρωσα, ὃ ἐπηγγειλάμην, τὸ «ἀρχοὺς αὖ νηῶν

ἐρέω». Σημείωσαι δέ, ὅτι τὸ»οὗτοι ἡγεμόνες ∆αναῶν καὶ κοίρανοι» ἀκολούθως τῷ «οἵ

τινες ἡγεμόνες ∆αναῶν καὶ κοίρανοι ἦσαν» συμπεπλήρωται. Ἡ μὲν γὰρ ποιητικὴ πρὸ

τῆςΒοιωτίας ἐρώτησις ἦν· τίνες ἡγεμόνευον Ἀχαιῶν; ἡ δὲ μουσικὴ συμπλήρωσις λέγει,

ὅτι οὗτοι ἡγεμόνες ∆αναῶν, οἱ ῥηθέντες δηλαδή. Συνεξακουστέον δὲ εἰςτὸ «οὗτοι

ἡγεμόνες ∆αναῶν ἦσαν» τὸ καὶ τοσαῦται αὐτοῖς αἱ νῆες. ἠρίθμησεγὰρ ἀρχοὺς μέν, κατὰ

τοὺς παλαιοὺς εἰπεῖν, εἰκοσιέξ, νῆας δὲ χιλίας ἑκατὸνὀγδοηκονταέξ. ὥστε ὁπηνίκα εἴποι

τις, ὡς χιλιόναυς ἦν ὁ Ἑλληνικὸς οὗτοςστόλος, ὥς που λέγει ὁ καλέσας τὸν

Ἀγαμέμνονα «χιλίαρχον τοῦ πτολιρραίστουστρατοῦ», οὐ τὸ πᾶν λέγει, ἀλλ' ἀρκεῖται τῷ

πληρεστάτῳ ἀριθμῷ, τῇ χιλιάδι. ∆ιττῶς δὲ τὸ τοιοῦτον εἴωθε γίνεσθαι. ἢ γὰρ ἐξ

ἐλάττονος ἀριθμοῦ εἰς τὸ καὶπλεῖον καὶ πλῆρες ἀνατρέχει τις, ὡς ὅτε τὴν Κρήτην,

ἐνενήκοντα τυχὸν πόλειςἔχουσαν, ἐρεῖ ἑκατόμπολιν, ἢ τὰ ἁπλῶς πολλὰ μυρία εἴπῃ. ἢ

ἄλλως, ὁπόταν ἐκτοῦ πλείονος μέν, μὴ κορυφουμένου δὲ εἴς τι ποσὸν ἐπίσημον,

ὑποκαταβαίη τιςεἰς τὸ πληρέστερον, ὡς ἐνταῦθα, εἴ τις ἐρεῖ χιλιόναυν στρατόν, ἀφῆκε

σιγᾶσθαιτὰς ἑκατὸν ὀγδοηκονταὲξ νῆας, ἀρκεσθεὶς τῷ τῶν χιλίων ἀριθμῷ,

ἐλαττώσαςμὲν τὸ ἐν ἀληθείᾳ ποσόν, οὐ ταπεινώσας δὲ ὅμως οὐδ' οὕτω τὸ πρᾶγμα, διὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

330

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!