18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πολύφλοισβος λέγεται θάλασσα. ἔστι δὲ ὅτε καὶ ἁπλῶς ἐπὶ θορύβου κεῖται,οἷον ἐπὶ

πολεμικοῦ, ὡς ἐν τοῖς μετὰ ταῦτα φανήσεται. καὶ ἔστι μὲν καὶ

ῥῆμαὀνοματοπεποιημένον τὸ φλύω, οἷον «ἀνὰ δ' ἔφλυε καλὰ ῥέεθρα». Οὐκ ἐκ τούτουδὲ

γίνεται ὁ φλοῖσβος, ἀλλ' ἴσως μάλιστα ἐκ τοῦ φλέω. διὸ καὶ ἔχει τὸ

ˉοἀντιπαρακείμενον. ἡ δὲ ὀνοματοποιΐα τρόπος ἐστὶ ποιητικὸς καὶ αὐτὴ μιμουμένητοὺς

τῶν σωμάτων ἤχους, καὶ γέμει ταύτης ἡ ποίησις, ὡς πολλαχοῦ δειχθήσε1.52 ται.

ἐπενοήθη δὲ παρὰ τῶν παλαιῶν ἐπὶ πραγμάτων, ἃ οὐκ ὠνοματοθέτησαν οἱπρὸ αὐτῶν,

ὡς ἐν τοῖς ἑξῆς καὶ αὐτὸ ῥηθήσεται. (ῃ. 35). Ὅτι τὰ εἰς ˉθˉεˉνἐπιρρήματα παρὰ τοῖς

παλαιοῖς φωνήεντος μὲν ἐπιφερομένου ἐφείλκοντοχάριν εὐφωνίας τὸ νῦ οἷον

«ἀπάνευθεν ἔρχεται». εἰ δὲ σύμφωνον ἐπεφέρετο, δίχατοῦ ˉν ἐξεφωνοῦντο, οἷον

«ἀπάνευθε κιών». [περιττὴ δὲ ἡ πρόθεσις ἐν τῷ ἀπάνευθε.μυρία δὲ τοιαῦτα φανεῖται καὶ

ἐν τοῖς ἑξῆς. ἐκ δὲ τοῦ κιών ἐξέδραμεν ὄνομα ὁκίων, ἀναγκαίως αὐτὸς βαρυτονηθείς.]

Ὅτι τὸ γεραιός ἢ φύσει ἔχει τὸ ˉε, ὡς ἀπὸτοῦ γέρας· γεραροὶ γὰρ καὶ τίμιοι οἱ γέροντες·

ἢ ἀπὸ τοῦ γηραιός συνέσταλται,ὥς που καὶ ὁ μὴν σύνδεσμος μὲν λέγεται κατὰ συστολὴν

καὶ τὸ ξηρὸν ξερὸν ἐνὈδυσσείᾳ. τὸ μέντοι μήν καὶ διὰ τοῦ ˉα λέγεται μάν, καθὰ καὶ ἀπὸ

τοῦ φρήνγίνεται καὶ τὸ φρεσί κοινῶς καὶ τὸ φρασί ∆ωρικῶς παρὰ Πινδάρῳ· [οὕτω

δὲκατὰ τὸ μήν καὶ μέν καὶ μάν τριφορεῖται καὶ ὁ Πρίαπος δέ· οὐ γὰρ μόνον διὰτοῦ ˉα

προφέρεται ἀλλὰ καὶ Πρίεπος καὶ Πρίηπος λέγεται.] (ῃ. 36) Ὅτι παρὰ τῷποιητῇ

ἐπαμφοτερίζει ἡ ἄρχουσα τοῦ Ἀπόλλωνος καὶ ἐν μὲν τῷ «Ἀπόλλωνι ἄνακτι» [καὶ πρὸ

τούτων ἐν τῷ «ἑκηβόλου Ἀπόλλωνος»] καὶ ἀλλαχοῦ δὲἐκτείνεται Ἀττικῶς καίτοι τῆς

ἐν τῇ παραληγούσῃ τῶν προθέσεων ἀναλογίαςσυστέλλεσθαι ἀπαιτούσης αὐτό. ἐν δὲ τῷ

«ἐχώσατο Φοῖβος Ἀπόλλων» καὶ ἐνἄλλοις μυρίοις τόποις συστέλλεται. οὕτω δὲ καὶ τὸ

Κρονίων διφορεῖται παρὰτῷ ποιητῇ καὶ ἄλλα οὐκ ὀλίγα, εἰ καὶ οἱ νῦν στρυφνοὶ

λογισταὶ τῶν στιχουργούντων μονόχρονα τὰ τοιαῦτα εἶναι θέλουσιν. Ἀπόλλων δὲ παρὰ

τοῖς παλαιοῖςοὐκ εὐφήμως μέν, ὅμως δὲ φοβερώτερον ὁ ἥλιος, εἰς ὃν ἀναφέρεται τὰ

λοιμώδηνοσήματα. ὥσπερ γὰρ Ποσειδῶν πῇ μὲν σεισίχθων τὸ φοβερόν, πῇ δὲ

ἀσφάλιοςτὸ εὔφημον, οὕτω καὶ ἥλιος πῇ μὲν ἀπόλλων, πῇ δὲ ἀλεξίκακος. εὐκράτως

μὲνγὰρ ἔχουσαι διὰ τοῦ ἡλίου αἱ ὧραι ὑγείας εἰσὶν αἴτιαι, δυσκράτως δὲ διακείμεναι

1.53 ἀπόλλουσιν. οὕτω δὲ καὶ φωσφόρος ὢν ὁ αὐτὸς ἥλιος ὅμως νυκτὶ ἐοικέναι μετ'1.53

ὀλίγα λεχθήσεται διὰ τὴν νοσερὰν ἢ νοτίαν τοῦ ἀέρος κατάστασιν. ὅτι δέ

τινεςἐπελέγοντο τὰ φοβερὰ ἐπίθετα, δηλοῦσι καὶ οἱ ἐν ταῖς ἱστορίαις βασιλεῖς, ὁ

Πολιορκητὴς καὶ ὁ Κεραυνός· καὶ ὁ Ἄρης δὲ ἀπὸ τοῦ βλάπτειν ὀνομασθῆναι δοκεῖ,ἐπεὶ

καὶ βροτολοιγὸς ὁ αὐτός. τινὲς μέντοι ἐκ τοῦ ἀπολύειν παράγουσι τὸ Ἀπόλλων, ἵνα ᾖ

μᾶλλον εὐφημότερον ἀπολύων τοὺς ἐν κατοχῇ κακώσεων. διὸ Μιλήσιοι κατὰ τὸν

Γεωγράφον καὶ ∆ήλιοι Οὔλιον τιμῶσιν Ἀπόλλωνα ἤγουν ὑγιαστικόν· οὔλειν γὰρ τὸ

ὑγιαίνειν· ὡς καὶ Ἄρτεμις, φησίν, ἀπὸ τοῦ ἀρτεμέαςποιεῖν, ὅ ἐστιν ὑγιεῖς. οὐκ ἔστι δὲ ὁ

Ἀπόλλων μετοχικόν· ἐκλίνετο γὰρ ἂνἈπόλλοντος ὡς λέοντος· ἀλλὰ μάλιστα ῥηματικὸν

ὡς τὸ Ἀγάλλωνος καὶ εἴ τι τοιοῦτον. φυλάσσει δὲ τὸ ˉω ἐν τῇ γενικῇ ὡς καὶ πάντα τὰ

εἰς ˉλˉωˉν ὀνόματαλήγοντα. [Ὅτι δὲ ἐν τῷ ἄναξ ἄνακτος ἄνακτι ἐκ πλεονασμοῦ κεῖται

τὸ ˉτ, ὡςκαὶ ἀλλαχοῦ φαίνεται, Ἡρακλείδης δηλοῖ εἰπὼν ὅτι Κύπριοι καὶ Ἀττικοὶ

παρεντιθέασι ῥήμασι καὶ ὀνόμασι τὸ ταῦ, τὴν πόλιν πτόλιν λέγοντες καὶ τὸνπόλεμον

πτόλεμον. τὸ δ' αὐτὸ καὶ ἐν τῷ ἄνακτος καὶ νυκτός καὶ ἐν τῷ ἀνύωἀνύτω, ὅθεν ὁ

Ἄνυτος κύριον, καὶ ἐν τῷ ἀρύω ἀρύτω, ὅθεν ἡ ἀρύταινα,πλεονασμῷ τοῦ σίγμα, καὶ ὁ

ἀρύστιχος.]

(ῃ. 37) Ὅτι τὸ ἐμοῦ καὶ σοῦ καὶ οὗπενταχῶς κινεῖται. τὰ μὲν γὰρ πρωτότυπα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

33

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!