18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ἀριστείδης παρ' Ἕλλησι. τοῦ δὲ Ὁμηρικοῦ Γουνέως βασίλειον ἡ Κύφος, πόλις, φασί,

Περραιβίας, ἀπὸ Κύφουκληθεῖσα, υἱοῦ Περραιβοῦ τοῦ Παλληνέως. ἔστι δέ, φασί, καὶ

Θετταλικὴ καὶποταμὸς δὲ ἦν Κύφος. (ῃ. 749) Τῶν δὲ Ἐνιάνων τὴν ἄρχουσαν[, οὓς

Ἐνιῆνας διὰ τοῦ ˉη Ἰωνικῶς φησιν Ὅμηρος,] τὸ μὲν Ὁμηρικὸν μέτρον διὰ ψιλοῦ τοῦ

ˉεπαραδίδωσι λόγῳ δακτύλου, ὃς ἀπαρτίζεται ἐν τῷ «τῷ δ' Ἐνιῆνες ἕποντο». καὶτὰ

ἀντίγραφα διὰ τοιαύτης προφέρονται γραφῆς, καὶ ἐν ἄλλοις δὲ ἡ τοιαύτηστοιχεῖται

παράδοσις. οἱ δὲ πλείους διὰ διφθόγγου τῆς ˉαˉι γράφουσι λέγοντεςκαί, ὅτι Αἰνία πόλις

Περραιβῶν καὶ Αἰνιᾶνες οἱ κατοικοῦντες. οἱ δ' αὐτοὶ καὶ Αἰνιεῖς, ἔτι δὲ καὶ Αἴνιοι. ὡς

γὰρ Λυκία Λύκιος, οὕτως Αἰνία Αἴνιος, ἐξ οὗ τὸ Αἰνιάν, ὡς μέγιστος μεγιστάν καὶ

ἄλκιμος ἀλκιμάν, ὅθεν ὁ Ἀλκμάν, καὶ νέος νεάν, ὅθεν ἡ νεᾶνις καὶ ὁ νεανίας, ὅπερ,

ἤγουν τὸ Αἰνιάν, ὁμόφωνόν ἐστι,φασί, τῷ κυρίῳ. ἔστι γὰρ καὶ κύριον ὁ Αἰνιάν.

ἐκαλοῦντο δέ, φασί, ποτε καὶ Μηλιεῖς. εἰ δὲ κατὰ τὴν ἀναγραφὴν τῶν Ἐθνικῶν ἦν

Αἶνος Γουνέως ἀδελφὸς καὶ Αἶνος πόλις Θεσσαλίας, εἴη ἂν εἰκὸς ἐντεῦθέν ποθεν τοὺς

Αἰνιᾶνας κληθῆναιτὸ ἔθνος, οὗ χρῆσις διὰ τῆς ἐν ἀρχῇ διφθόγγου καὶ παρὰ Σοφοκλεῖ ἐν

τῷ»Λεύκιππος Αἰνιὰν γένος» καὶ «ἔπειτα δ' Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι», ἔνθαοἱ

γράφοντες διὰ δύο διφθόγγων τὸ Αἰνειάν ἐοίκασι παρακούειν ὡς ἀπὸ τοῦ Αἰνείου τὸν

Αἰνιᾶνα, ὅπερ παντελῶς ἔψευσται. Ἐνταῦθα δὲ γράφουσιν οἱ παλαιοὶ καί, ὅτι ὁ ποιητὴς

ἤδη εἰς βαρβάρους ἥκων ἐθνικῶς καὶ οὐ κατὰ πόλειςαὐτοὺς ὀνομάζει καὶ ὅτι Αἰνιᾶνες

ὕστερον μὲν ὅμοροι τοῖς Αἰτωλοῖς, πρώηνδὲ περὶ τὴν Ὄσσαν ᾤκουν μετὰ Περραιβῶν.

Περραιβοὶ δὲ οἱ καὶ πρὸ ὀλίγου 1.524 μνημονευθέντες ἐκλήθησαν μὲν ἀπό τινος

Περραιβοῦ, ἐνδόξου, ὡς εἰκός,ἀνδρός, Θετταλικὸν δέ τι γένος εἰσί. Φησὶν οὖν ὁ

Γεωγράφος, ὅτι Περραιβοὶκατεῖχόν ποτε τὰ πρὸς τῷ Ὀλύμπῳ, μᾶλλον δ' ἐντελέστερον

εἰπεῖν, Λαπίθαιτὰ πεδία κατεῖχον, Περραιβοὶ δὲ τὰ ὀρεινότερα πρὸς τῷ Ὀλύμπῳ καὶ τοῖς

Τέμπεσι. καὶ ὅτι ἐνέμοντο τὰ πρὸς τῇ θαλάσσῃ καὶ τῷ Πηνειῷ μέχρι τῆςἐκβολῆς αὐτοῦ

καὶ ὅτι Ἄργισσα ἐπὶ τῷ Πηνειῷ κεῖται, ὑπέρκειται δ' αὐτῆςἌτραξ, τὴν δ' ἀνὰ μέσον

ποταμίαν εἶχον Περραιβοί, οἳ καταδυναστευθέντεςὑπὸ Λαπιθῶν ἀπανέστησαν εἰς τὴν

ὀρεινὴν τὴν περὶ Πίνδον καὶ Ἀθαμᾶνας καὶ ∆όλοπας. τὴν δὲ χώραν καὶ τοὺς ὑπολοίπους

Περραιβοὺς κατέσχον Λαρισσαῖοιπλησίον μὲν οἰκοῦντες τοῦ Πηνειοῦ, γειτνιῶντες δ'

ἐκείνοις. δῆλον οὖν ὅτι Θετταλοί τινες οἱ Περραιβοὶ καὶ ὅτι καὶ περί που τὴν Λάρισσαν.

Ὁ δὲ Γεωγράφοςλέγει καί, ὅτι Ὅμηρος συνέζευξε Περραιβοὺς καὶ Ἀθαμᾶνας ὡς πλησίον

οἰκοῦντας δηλῶν, ὅτι συνυπακούονται τοῖς Περραιβοῖς καὶ οἱ Ἀθαμᾶνες.Ἰστέον δέ, ὅτι

οἱ μὲν καθ' Ὅμηρον καὶ οἱ νεώτεροι ἐν ἑνὶ ˉρ γράφουσι τοὺςΠεραιβούς, ἕτεροι δέ τινες

παλαιοὶ ἐδίπλαζον τὸ ἀμετάβολον. καὶ λέγει ὁ τὰἘθνικὰ γράψας, ὅτι Αἰολεῖς ὄντες οἱ

Περραιβοὶ ἐδίπλουν τὰ σύμφωνα Περραιβοὺς ἑαυτοὺς καλοῦντες καὶ πόλιν Γόννον παρ'

αὐτοῖς οὖσαν καὶ γόννατα καὶτοιαῦτά τινα. (ῃ. 750) ∆ωδώνη δέ, ἀφ' ἧς ἐν τοῖς ἑξῆς που

∆ωδωναῖος Ζεύς,πόλις Μολοσσίδος ἐν Ἠπείρῳ, ὡς ὁ τῶν Ἐθνικῶν καταγραφεὺς δηλοῖ,

ὃς οὐδὲ ἀρέσκεται τοῖς εἰποῦσιν αὐτὴν Θεσπρωτικὴν καὶ Θετταλικήν. καὶ μὴν ἕτεροι

ἐνὑπερβορέῳ τῆς Θεσπρωτίας αὐτὴν τιθέασιν, ἔνθα ἱερὸν καὶ τὸ ἐκ δρυὸς μαντεῖοντοῦ

∆ωδωναίου ∆ιός, ἣν δρῦν πολύγλωσσον λέγει ὁ Σοφοκλῆς, ἤγουν πολύφωνον.

ὠνομάσθη δὲ ἡ ∆ωδώνη ἀπὸ ∆ωδώνης, ἡρωΐδος ἢ Ὠκεανίδος νύμφης,ἢ ἀπὸ ∆ώδωνος

ποταμοῦ. ἐλέγετο δὲ καὶ ∆ωδών δισυλλάβως. ἐξ αὐτῆς τὸπαροιμιαζόμενον ∆ωδωναῖον

χαλκίον ἐπὶ τῶν πολυλόγων. Χαλκίον γὰρ τὸ καὶἀλλαχοῦ πλατύτερον δηλωθησόμενον

ἤχει αὐτόθι πληττόμενον τεχνικῶς ὑπὸμάστιγος ἢ καὶ κατὰ βίαν ἀνέμων. ὅτι δὲ καὶ

δυσχείμερος ἡ ∆ωδώνη μεμαρτύ1.525 ρηται. κεῖται δέ τινα περὶ αὐτῆς καὶ ἐν τοῖς τοῦ

Περιηγητοῦ. [Ἐν δὲ τῷ»ἔργα ἐνέμοντο» ἔργα κοινῶς λέγει πάντα τὰ συστατικὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

327

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!