18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Κενταυρικὸν γενέσθαι πόλεμον. ἐν τῷ γάμῳ μὲν γὰρ ἡ τῶν Κενταύρων προέβησυμβολή,

ὁ τοκετὸς δὲ ἀπελαθέντας εἶδεν αὐτούς. εὐτυχῶς οὖν τὸ βρεφύλλιονεἰς φῶς προέκυψε,

νίκης οἷον ἔπαθλον ἐπιφιλοτιμηθὲν ἀριστεύσαντι τῷ πατρί.(ῃ. 744) Τὸ δὲ Πήλιον

ἀντίκειται τῇ Ὄσσῃ. ὄρη δὲ ἄμφω δυτικώτερα Ὀλύμπου, δι' ὧν ἐκρέει ὁ Πηνειός. ἔστι

δέ, φασί, καὶ πόλις Θεσσαλίας Πήλιον, ἧςἐθνικὸν Πηλιεύς καὶ Πηλιώτης. περὶ δὲ Πηλίου

καὶ Ὄσσης καὶ μετ' ὀλίγαῥηθήσεται. Αἴθικες δὲ Θετταλικὸν ἔθνος ὑπερκείμενον τῆς

Ἠπείρου, κατὰ δέτινας Μακεδονικόν, κατὰ δὲ ἑτέρους Περραιβικόν. περὶ τούτων δὲ καὶ

ὁ Γεωγράφος φησίν, ὅτι ἐξηλάθησαν ὑπὸ Πειρίθου. ὁ δὲ τὰ Ἐθνικὰ γράψας λέγει, ὅτι ἡ

μὲν χώρα Αἰθικία ὡς Κιλικία, τὸ δὲ ἔθνος Αἴθικες. ἐν Θετταλίᾳ δὲᾤκουν ἐν τῷ Πίνδῳ

ὄρει, ἔθνος ἐπιεικῶς, φησί, παράβολόν τε καὶ βάρβαρονκαὶ λῃστείαις προσκείμενον. Εἰς

δὲ τὸ «Αἰθίκεσσι πέλασσεν», ἀντὶ τοῦ «πέλας 1.522 τῶν Αἰθίκων τοὺς Κενταύρους

ἀφώρισε», φασὶν οἱ παλαιοί, ὅτι τοῦτο μὲν ἀληθές, ἐκεῖνο δὲ μεγαλοποιῶν ὁ Νέστωρ

εἶπεν, ἐν τῇ αʹ δηλαδὴ ῥαψῳδίᾳ, τὸ «καὶἐκπάγλως ἀπώλεσαν». ἀληθῶς γὰρ οὐκ

ἀπώλοντο οἱ ῥηθέντες θῆρες, ἀλλ'ἀπελήλαντο. (ῃ. 738) Ἰστέον δέ, ὅτι ἐν τῷ «οἳ δ'

Ἄργισσαν» καὶ ἑξῆς ὁΓεωγράφος εἰπὼν ἐπὶ τῷ Πηνειῷ κεῖσθαι τὴν Ἄργισσαν λέγει καί,

ὅτι ταύτην τὴν χώραν πρότερον μὲν ᾤκουν Περραιβοὶ τὸ πρὸς τῇ θαλάσσῃ

μέροςνεμόμενοι καὶ τῷ Πηνειῷ μέχρι τῆς ἐκβολῆς αὐτοῦ καὶ Γυρτώνης πόλεως

Περραιβικῆς, ταπεινώσαντες δὲ αὐτοὺς Λαπίθαι, Ἰξίων καὶ ὁ υἱὸς Πειρίθους, κατέσχον

τὰ χωρία, οἳ καὶ τὸ Πήλιον κατεκτήσαντο καὶ βιασάμενοι τοὺς ἐκεῖ Κενταύρους ἄγριόν

τι φῦλον ἐκ τοῦ Πηλίου ὦσαν καὶ Αἰθίκεσσι πέλασαν, Λαπίθαις δὲ τὰ πεδία παρέδωκαν.

(ῃ. 740) Τὸ δὲ Πολυποίτης ὄνομα ἐνταῦθαφερώνυμον οἱ παλαιοὶ λέγουσι, φάμενοι

οὕτως αὐτὸν ὀνομασθῆναι, διότι ὁ πατὴρπολλοῖς ποινὴν Κενταύροις ἐπέθετο

ἐγχειρήσασιν ἐνυβρίσαι τοῖς γάμοις τῆςμητρὸς αὐτοῦ. οἱονεὶ γοῦν Πολυποινίτης καὶ ἐν

συγκοπῇ Πολυποίτης. καὶ ἔστι,φασίν, ὅμοιον τῷ Τισαμενός. υἱὸς δὲ οὗτος Ὀρέστου τὴν

κλῆσιν εὑρὼν ἀπὸ τοῦτὸν πατέρα Ὀρέστην τίσασθαι τοὺς φονέας τοῦ πατρός. [καὶ

ἄλλως δὲ δόξοιἂν τῷ Πολυποίτῃ ἢ ἡ πόα ἐγκεῖσθαι ἢ ὁ πότος ἢ τὸ ποιεῖν.] Ἱστοροῦσι δὲ

καί,ὅτι τὸν Πολυποίτην καὶ τὸν Λεοντέα εἵλοντο ἀρχηγὸν οἱ ἐγχώριοι Πειριθόουεἰς

Ἅιδην σὺν τῷ Θησεῖ κατελθόντος, ὡς ὁ μῦθος λέγει, καὶ ὅτι μετὰ τὴνἅλωσιν τῆς Ἰλίου

πεζῇ ἐλθόντες Ἄσπενδον τῆς Παμφυλίας ἔκτισαν. Ὅτι δὲἀνδρεῖος καὶ ὁ τοῦ Λεοντέως

πάππος Καινεὺς καὶ ὅτι Λαπίθης καὶ αὐτός, δῆλόνἐστιν. εὖ τοίνυν ὁ Πολυποίτης τὸν

ὅμοιον προσεταιρίζεται. [Οὐκοῦν ἐν τῷ»Λεοντεύς, ὄζος Ἄρηος», Ἄρης νοοῖτ' ἂν οἱ πρὸς

γένους αὐτῷ ἀρεϊκοὶ ἄνδρες. Ἰστέον δέ, ὅτι σπέρμα μὲν εἰπεῖν Ἄρεος ἢ ∆ιὸς ἐκ τῆς κατὰ

γένεσίν ἐστιν ἀρχῆς, ὄζον δὲ ἐκ τῶν ὕστερον, ὡς καὶ εἴ τις ἀκρέμονα ἢ παραφυάδα ἐν

τοιούτοις ἐρεῖ.](ῃ. 748–55) Ὅτι «Γουνεὺς ἐκ Κύφου ἦγε δύο καὶ εἴκοσι νῆας. τῷ δ'

Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί, οἳ περὶ ∆ωδώνην δυσχείμερον οἰκία

ἔθεντο,οἵ τ' ἀμφ' ἱμερτὸν Τιταρήσιον ἔργα ἐνέμοντο, ὅς ῥ' ἐς Πηνειὸν προΐει

καλλίρροονὕδωρ, οὐδ' ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, ἀλλά τέ μιν

καθύπερθενἐπιρρέει ἠΰτ' ἔλαιον· ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ»,

τουτέστινἀπόρροια. κεῖται δὲ ἡ λέξις καὶ ἐν Ὀδυσσείᾳ, λαμβάνεται δέ ποτε καὶ ἐπὶ 1.523

πετρῶν ἀπεσχισμένων ἐξ ἀλλήλων. οὕτω γὰρ ἀπορρὼξ πέτρα πηγὴν

προβάλλεινλέγεται. [Χρῆσις δὲ τοιαύτης πέτρας πολλαχοῦ, ἥτις καὶ καταρρώξ λεχθείη

ἂνκατὰ τὸν Σοφοκλῆν, παρ' ᾧ προβλῆτες μέν, ὡς καὶ παρ' Ὁμήρῳ, οἱ καὶπρόβολοι,

καταρρῶγες δὲ αἱ διὰ τὸ μὴ ἀντέχειν κύμασιν ἀπορραγεῖσαι πέτραιεἰς ῥωχμούς.] (ῃ. 748)

Γουνεὺς δὲ οὗτος ἕτερός ἐστι παρὰ τὸν ἐν τῷ Λυκόφρονιἐργάτην τῆς δίκης Γουνέα ἤτοι

τὸν δίκαιον. ἐκεῖνος γάρ, φασίν, Ἄραψ προσηγορίαν ἔχων τὸ δίκαιος, ὡς καὶ ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

326

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!