18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὑπερθύμου Κορώνου Καινείδαο», ἤγουν ὃν ἔτεκεν ὁ Καινεύς.ἐφ' οἷς ὁ ποιητὴς

παραπλέκων συνήθως ἱστορίαν μετὰ καὶ τῶν διηγηματικῶνπεριστατικῶν, ἐν οἷς καὶ ὁ

καιρός, λέγει, ὅτι τὸν Πολυποίτην «ὑπὸ Πειριθόῳτέκετο κλυτὸς Ἱπποδάμεια ἤματι τῷ,

ὅτε φῆρας ἐτίσατο λαχνήεντας, τοὺς δ' ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσε». τοὺς

Κενταύρους δὲ φῆρας λέγει λαχνήεντας, φῆρας μὲν διὰ τὰ ἐν τῇ αʹ ῥαψῳδίᾳ λεχθέντα,

λαχνήεντας δὲ ὡς τὴντρίχα δασεῖς, ὅ ἐστι βαθύτριχας· λάχνη γὰρ ἡ τρίχωσις, ὡς ἡ ἐπὶ

ἄρκτων καὶἀλωπέκων καὶ τῶν τοιούτων, [ἐν οἷς καὶ ἵπποι καὶ λέοντες, καὶ εἴ τις δέ

πουκατὰ τὸν Θερσίτην τετρίχωται], γινομένη παρὰ τὸ λαχαίνω, τὸ διαψαίρω

καὶδιασκάπτω· εὕρηται δὲ καὶ ἐπὶ φυτῶν ἡ λάχνη. Ὅμηρος οὖν καὶ τὸν ὄροφον–λεπτὸς

δέ ἐστι δόναξ ἤτοι καλαμίσκος, δι' οὗ τὰ δώματα ἐρέφονται–λαχνήεν1.520 τα λέγει διὰ

τὴν ἐν ἄκρῳ τριχοειδῆ δασύτητα. (ῃ. 738) Ἰστέον δὲ ὅτι τὴνῥηθεῖσαν Ἄργισσαν

εὕρηνται σπάνιά τινα τῶν ἀντιγράφων Ἄργειαν ἔχοντα προπαροξυτόνως διὰ

διφθόγγου· πλεονάζει μέντοι ἡ διὰ τοῦ ˉι καὶ τῶν δύο ˉσγραφή. κεῖται δέ, φασίν, ἐπὶ τῷ

Πηνειῷ, κτισθεῖσα ὑπὸ τῶν παίδων Λαρίσσης.κατὰ δὲ τὸν ἀναλεξάμενον τὰ Ἐθνικὰ καὶ

Ἄργουρα ὕστερον ἐκλήθη. ἦν δέ, φησί, καὶ τόπος Εὐβοίας Ἄργουρα, ὅπου δοκεῖ τὸν

Πανόπτην ὁ Ἑρμῆς φονεῦσαι. Ἄργισσα δὲ ὠνομάσθη ἢ ἀπὸ Ἀργείων ἢ διὰ τὸ

προσκυρεῖν τοῖς πεδίοις τῆς Θεσσαλίας, ἣν Πελασγικὸν Ἄργος Ὅμηρος εἶπεν.

ἐκαλοῦντο δέ, φασίν, οἱ ἐκεῖ καὶ Λεοντῖνοι ἀπὸ Λεοντέως. Γυρτώνη δὲ παρὰ μὲν τῷ

ποιητῇτρισυλλάβως, παρὰ δὲ τῷ Γεωγράφῳ εὕρηται δισυλλάβως, ἔνθα φησὶ τοὺς

Περραιβοὺς κεῖσθαι μέχρι ἐκβολῆς Πηνειοῦ καὶ Γυρτῶνος, πόλεως Περραιβίδος. καὶ ὁ

τῶν Ἐθνικῶν δὲ συναγωγεύς φησι· «Γυρτὼν πόλις Θεσσαλίαςκαὶ Περραιβίας ἀπὸ τοῦ

κτίσαντος αὐτὴν Γύρτωνος, ὃς ἦν ἀδελφὸς Φλεγύου».ὅτι δὲ τοὺς Γυρτωνίους Φλεγύας

πρότερον ἐκάλουν ἀπὸ τοῦ ῥηθέντος Φλεγύου,ἀδελφοῦ Ἰξίονος, ἱστορίαι δηλοῦσι

συχναί. (ῃ. 739) Ἡ δὲ Ὄρθη βαρύνεταιὡς ἡ ἅρπη κατὰ τοὺς παλαιοὺς πρὸς διαστολὴν

τοῦ ἐπιθέτου. πόλις δέ, φασί,καὶ αὕτη Περραιβίας ἢ Θεσσαλίας, καλουμένη, φασί, καὶ

Κορσέα, παρὰ τὴνκόρσην ἴσως ὡς οἷα κεφαλή τις. ἀκρόπολις γὰρ ἦν Φαλανναίων κατὰ

τὸν Γεωγράφον. Περραιβικὴ δὲ πόλις ἡ Φάλαννος, φησί, πρὸς τῷ Πηνειῷ.Ἠλώνη δὲ τῷ

μὲν τόνῳ ὡς κορώνη, καθά φασιν οἱ παλαιοί. ἐκτίσθη δὲ ὑπὸἩρακλέος ἐπὶ τῷ θανάτῳ

τῶν Κενταύρων· μετέβαλε δέ, φασί, τοὔνομα εἰς Λειμώνην διὰ τὸν ἐν αὐτῇ λειμῶνα.

κατεσκάφη δὲ κειμένη ποτὲ ὑπὸ τῷ Ὀλύμπῳ οὐ πολὺ ἄποθεν τοῦ Εὐρώτου κατὰ τὸν

Γεωγράφον, ὃν ὁ ποιητὴς Τιταρήσιονλέγει, περὶ οὗ μετ' ὀλίγα δηλωθήσεται.

Περραιβικὴν δὲ πόλιν καὶ ταύτην ὁ τὰἘθνικὰ γράψας φησίν. Ἡ δὲ Ὀλοοσσὼν ἡ καὶ

Λευκή προσαγορευθεῖσα, ὡςπρὸ ὀλίγου εἴρηται, διὰ τὸ λευκάργιλος κατὰ τὸν

Γεωγράφον εἶναι, Περραιβική,φησί, καὶ αὐτὴ ὡς καὶ ἡ Γόννος, ἧς καὶ Λυκόφρων

μέμνηται, πρὸς τῷ Ὀλύμπῳ 1.521 κειμένη, ὡς καὶ ἡ προρρηθεῖσα Ἠλώνη· ὁ δὲ τοῖς

Ἐθνικοῖς ἐνδιατρίψαςΜαγνησίας πόλιν λέγει αὐτήν. δοκεῖ δὲ φυλάσσειν καὶ νῦν τὴν

κλῆσιν παραφθειρομένη βαρβαρικῶς. ἴσως γὰρ αὕτη ἐστὶν ἡ ἄρτι λεγομένη Ἐλασσών.

(ῃ. 741) Πειρίθοος δέ, ὃν ἡ κοινὴ συναίρεσις Πειρίθουν λέγει, κεῖται καὶ ἐν τῇ αʹῥαψῳδίᾳ

ὡς περίκλυτος. (ῃ. 742) Τὸ δέ «κλυτὸς Ἱπποδάμεια» δυσὶ διαλέκτοις ὑπόκειται. φασὶ γὰρ

οἱ παλαιοί, ὅτι ∆ωρικὴ καὶ Ἀττική ἐστιν ἡ τοιαύτηἐναλλαγὴ τῶν γενῶν. πολλὰ δὲ καὶ

ἕτερα τοιαῦτα πολλαχοῦ δηλούμενα, ὧν καὶτὸ «ἐν Πύλῳ ἐν νεκύεσσι», τουτέστιν ἐν τῇ

κατὰ νεκροὺς πύλῃ, καὶ τὸ «ἀγγελθεῖσά μοι γενναῖος» καὶ «πλάνος φρενῶν», ἡ πλάνη,

καὶ «φαῦλος οὖσα» καὶ»ὁδὸς λεῖος» καὶ «ἡ θυραῖος» παρὰ Σοφοκλεῖ καὶ «ἡ τηλικοῦτος»

καὶ «δεινὴθεός» καὶ «μάταιος σπουδή». (ῃ. 743) Τὸ δέ «ἤματι τῷ», ἀντὶ τοῦ τῇ

ἡμέρᾳταύτῃ, «ὅτε τοὺς θῆρας ὁ Πειρίθους ἐτιμωρήσατο», ἐνιαύσιον δηλοῖ, φασί, τὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

325

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!